Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν.
Tὸν προσελθόντα νεανίσκον τῷ Χριστῷ, καὶ εἰπόντα, “ διδά- “ καλε ἀγαθὲ, τίνες μὲν ὡς ὕπουλόν τινα καὶ πονηρὸν ἐνδιαβάλλουσιν· εἰ γὰρ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων δοῦλον, οὐκ ἃν παραιτησαίμην εἰπεῖν· ἐπειδὴ p ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν· ὕπουλον δὲ, οὐδαμῶς· διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γὰρ φησὶν “ ὅτι προδραμὼν “ καὶ γονυπετῶν, παρεκάλει αὐτόν.” ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὐτῇ λυμαινεῖται τὰ ἄλλα ἀγαθά. διὰ τι οὖν οὕτως πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς λέγων· “ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς [*](P ἐπεὶ δὲ Cod.)
Πόθε, δὲ δῆλον ὅτι οὐ πειράζων προσῆλθεν ; ἐπειδὴ εἰ τοῦτο ἦν, ἐδήλωσεν ἃν αὐτὸ ὁ Εὐαγγελιστής· ὥσπερ καὶ ἐπὶ τοῦ νομικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἐποίησεν· εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, οὐκ ἃν αὐτὸν εἴασεν λαθεῖν, ἀλλ’ ἤλεγξεν ἂν σαφῶς, καὶ ᾐνίξατο· ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν· ἄλλως τε δὲ εἰ πειράζων προσῆλθεν, οὐκ ἃν ἀπῆλθε λυπούμενος, ἐφ’ οἷς ἤκουσεν· τοῦτο γὰρ οὐδεὶς ἤκουσε τῶν πειρασάντων αὐτὸν Φαρισαίων, ἀλλὰ μᾶλλον ἠγριαίνοντο ἐπιστομιζόμενοι· οὗτος δὲ οὐδαμῶς· ἀλλ’ ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει· καὶ γὰρ τῶν ἄλλων, τῶν μὲν, πειραζόντων, τῶν δὲ, ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἣ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου προσέρχεται καὶ διαλέγεται· καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος, τὸν σπόρον συνέπνιγεν· ἀκούσας γὰρ τήρησον τὰς ἐντολάς· οὐ πειράζων εἶπεν ποίαν; ἀλλὰ νομίζων ἑτέρας τινὰς εἶναι τὰς τῆς ζωῆς παρὰ τὰς νομικάς· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν· εἰπόντος οὖν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου, ἐκεῖνος φησὶ, “ ταῦτα πάντα q καλέσηται Cod.
Διὰ τί πρῶτον τὸ βραβεῖον τίθησιν αὐτῷ λέγων· τὸ “ πώλησόν “ σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·” καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, τὸ “ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ ἀκολούθει μοι ” ἵνα διὰ πάντων συσκιάσῃ τὸ δοκοῦν εἶναι βάρος τῆς παραινέσεως, καὶ οὕτως αὐτὸν ἐφελκύσηται· διὸ καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· πλείονα γὰρ ὧν ἐκέλευσε παρασχεῖν ὑπέσχετο δοῦναι· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσοῦτο μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἐπιπλεῖον· θησαυρὸν δὲ εἶπεν, τὸ δαψιλὲς τῆς ἀντιδόσεως δηλῶν, καὶ τὸ μόνιμον καὶ ἄσυλον· οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν μόνον, ἀλλὰ δὴ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι πρὸς θάνατον εἶναι ἕτοιμον καθημερινόν· καὶ πάντα τὰ κελευόμενα παρ’ αὐτοῦ ποιεῖν. τίνος χάριν ἐπῆλθε λυπούμενος; δι’ ἣν εἶπεν αἰτίαν ὁ Εὐαγγελιστὴς, ὅτι “ ἦν ἔχων κτήματα πολλά·” οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ χρήματα κατέχοντες τὰ ὀλίγα, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ ὁ ἔρως τότε γίνεται· ὅπερ ἀεὶ λέγων οὐ παύομαι· ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει τὴν φλόγα· χρὴ γὰρ σκοπῆσαι οἷαν καὶ ἐνταῦθα ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος· τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ ἐπιθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥίψαι τὰ χρήματα, οὕτως αὐτοῦ κατέχωσε τὴν διάνοιαν, καὶ ἔπεισε μὴ πεισθῆναι, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι· ἀλλὰ σιγήσας καὶ γενόμενος κατηφὴς καὶ στυγνὸς, οὕτως ἀπῆλθε.
Εἶπε δὲ ὁ Χριστός· “ πῶς δυσκόλως πλούσιοι εἰσελεύσονται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ’ αὐτοῦ· εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης· εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ πρὸς βασιλείαν ἐμπόδιον· τὸ καὶ τὰ ἑτέρων λαμβάνειν, ἐννόησον πόσον σωρεύει τὸ πῦρ. διὰ τί τοῖς μαθηταῖς ἔλεγε πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς
Ἕνεκεν τίνος οἱ μαθηταὶ ταράττονται, πεντήκοντα ὄντες, καὶ ἐρωτῶσι λέγοντες· “ τίς ἆρα δύναται σωθῆναι ” ὑπὲρ τῆς τῶν ἄλλων ἀλγοῦντες σωτηρίας, τοῦτο ἠρώτησαν· διὰ τὸ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχειν λοιπὸν, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα κεκτῆσθαι· καὶ τρέμειν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, διὰ τὴν ἀπόφασιν ταύτην· αὐτὸς δὲ ἡμέρῳ ὄμματι καὶ πράῳ ἐμβλέψας αὐτοῖς, τὴν ἀγωνίαν αὐτῶν διέλυσεν εἰπών· “ πη ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ, πάντα δυνατά. τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, τὴν συνεφαπτομένην τοῖς ἑκουσίως θέλουσιν ἀποστῆναι τῆς τοιαύτης λύμης, διὰ πολλῆς δεήσεως, καὶ ἐπιμόνου παρακλήσεως. καὶ μηδεὶς λεγέτω, πῶς τὸ οὕτως ἀδύνατον γίνεται δυνατόν· καὶ τὸν ἅπαξ βαπτισθέντα ἐπιθυμίᾳ χρημάτων εὔκολον ἀνενεγκεῖν; ἂν γὰρ ἄρξηται τὰ περιττὰ περικόπτειν καὶ κενοῦν τὰ ὄντα· οὕτω καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται· μηδὲ γὰρ ὑφ’ ἓν τὸ πᾶν ζητήσῃς· ἵνα μὴ δυσχερῶς τὸ ἀθρόον φαίνηται, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀναβαινέτω τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανὸν ἀνάγουσαν· ταῦτα οὖν πάντα λογιζόμενοι, τὴν πονηρὰν ἐπιθυμίαν ἐκβάλωμεν τῶν χρημάτων. καὶ γὰρ αὐτὴ σκοτεινὴν τὴν ψυχὴν ἀπεργάζεται καὶ ἔρημον, καὶ αἰσχρὸν καὶ δυσειδῆ.
Ἐπειδὴ εἶπεν ὁ Κύριος τῷ πλουσίῳ· “ εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα,” καὶ τὰ ἑξῆς· ἵνα μὴ λέγῃ τίς τῶν πενήτων· “ τί οὖν; ἂν μὴ ἔχω ὑπάρχοντα, οὐ δύναμαι τέλειος [*](r βελώνης Cod.)
Τί δὲ δηλοῖ, τὸ καθίσεσθαι ἐπὶ δώδεκα θρόνους; τὸ συμβασιλεῦσαι καὶ κοινωνῆσαι τῆς δόξης ἐκείνης· οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσιν· μόνος γὰρ αὐτός ἐστιν ὁ μέλλων καθέζεσθαι καὶ κρίναι· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσεν διὰ τῶν θρόνων· τὸ δὲ “ κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” ἀντὶ τοῦ κατακρίνοντες εἴρηται, οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθέζεσθαι· διὰ τοῦτο οὐκ εἶπε τὰ ἔθνη κρίνοντες καὶ τὴν οἰκουμένην, ἀλλὰ “ τὰς φυλὰς τοῦ Ἰσραήλ·” ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς· ἦσαν τεθραμμένοι, καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ, οἵτε Ἰουδαῖοι καὶ οἱ Ἀπόστολοι· μέλλουσι δὲ λέγειν οἱ Ἰουδαῖοι, ὅτι διὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυε τὰ παραγγέλματα αὐτοῦ δέχεσθαι· τούτους εἰς μέσον παραγαγὼν τοὺς τὸν αὐτὸν δεξαμένους νόμον καὶ πιστεύσαντας, κατακρίνει πάντας ἐκείνους· διὰ τοῦτο εἶπε “ κρίνοντας” ἀντὶ τοῦ κατακρίνοντας.
Εἰπὼν δὲ “ ὅστις ἀφῆκε γυναῖκα,” οὐ τοῦτο λέγει ὥστε ἁπλῶς διασπάσασθαι τοὺς γάμους, ἀλλ’ ὅπερ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι “ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν·” οὐχ ἵνα ἀναιροῦμεν ἑαυτοὺς τοῦτο εἶπεν, ἀλλὰ ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο δὲ καὶ ἐπὶ γυναικὸς, καὶ ἐπὶ ἀδελφῶν λέγει· ἔτι δὲ καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεται· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας· ὅτ’ ἂν ταῦτα κελεύσουσι φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ἀλλὰ καθὼς ὁ Παῦλος ἔλεγεν· “ εἰ δὲ ὁ ἄπιστος “ χωρίζεται, χωριζέσθω·” τὸ δὲ “ ἑκατονταπλασίονα λήψονται” καὶ τὰ ἑξῆς, μετὰ τῆς αἰωνίου ζωῆς χρὴ τοῦτο πιστεύειν· καὶ γὰρ πολλοῖς τοῦτο γέγονε· καθὼς καὶ περὶ τῶν Ἀποστόλων γέγραπται· κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, καὶ ἕτερά τινα πενιχρὰ πράγματα, τὰς τῶν πιστευόντων οὐσίας μετ’ ἐξουσίαν εἶχον, ἔτι δὲ καὶ τὰ σώματα αὐτῶν· τὸ δὲ “ πολλοὶ ἔσονται πρῶ-