Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν μισθουμένων ἐργατῶν.

“Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,” φησὶν, “ ἀνθρώπῳ οἰκοδεσπότῃ,” καὶ τὰ ἑξῆς· “ ἀμπελῶνα” τὰ ἐπιτάγματα τοῦ Θεοῦ λέγει καὶ τὰς ἐντολὰς αὐτοῦ· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ διαφόρους καλουμένους ἐπὶ τὰ προστάγματα, περὶ τὴν τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας, καὶ εὐδοκιμήσαντας· μηδεὶς δὲ περὶ ὧν γέγ ῥάπται ἐν τῇ παραβολῇ, περὶ φθονησάντων ἣ ἐγκαλεσάντων, νομισάτω ἐν ἀληθείᾳ οὕτως εἶναι· διότι παραβολὴ τὸ λεγόμενον ἦν· οὐ χρὴ δὲ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι· ἀλλὰ τὸν σκοπὸν μαθόνμαθόντας, δἰ δν συνετέθησαν, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυπραγμονεῖν περαιτέρω· οὐκ ἔστι γὰρ οὐδεὶς τοιαῦτα δικαιοληούμένος ἣ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρὸν ὑπάρχον· εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι, τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τῶν ἀγαθῶν ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν ἀγαθά· ἀλλὰ διὰ τοῦτο οὕτω συνετέθη αὕτη ἡ παραβολή· ὥστε προθυμωτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους διὰ τῆς μετανοίας βελτίους· ὡς μηδὲν ἀφεῖναι κἀν μικράν τινα ὑποψίαν ἔχειν, ἣ νομίζειν ἐλάττους ὑπάρχειν τοῖς ἐκ νέας ἡλικίας ἀγωνισαμένοις· ἀλλὰ τοσαύτης μέλλοντας ἀπολαύειν τιμῆς, ὡς καὶ φθόνον τεκεῖν ἑτέροις δύνασθαι τοῦτο· ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, λέγοντες, ὅτι ὁ δεῖνα ἐνεκάλεσέ μοι, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε γὰρ ἐγκληθέντες, οὔτε ἐκεῖνον

160
διαβάλλειν ἐθέλοντες· ἀλλ’ ἓν τοῦτο δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσε.

Ἕνεκε δὲ τίνος οὐ πάντας εὐθέως ἐμισθώσατο; τὸ μὲν εἰς αὐτὸν ἧκον, ἅπαντας ὁμοῦ· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκεν· αὐτὸς γὰρ ὡς προγνώστης πάντα προειδὼς, διὰ τοῦτο τοὺς μὲν πρωὶ, τοὺς δὲ τρίτην, τοὺς δὲ ἕκτην, τοὺς δὲ ἐνάτην, τοὺς δὲ ἐνδεκάτην προκαλεῖται, ὅτε ἔμελλον ὑπακούσεσθαι· οὕτω καὶ τὸν Παῦλον, αὐτὸς μὲν ἐβούλετο ἐκ προοιμίων καλέσαι· ἐπειδὴ δὲ οὐκ ἃν εἶξε, τότε εὐδόκησε καλέσαι, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι· οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσεν· καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ’ ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν· εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐχ ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής· εἰ δὲ καὶ αὐτοὶ λέγουσιν, “ ὅτι “ οὐδεὶς ἡμᾶς ἐμισθώσατο·” μάλιστα δὲ ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· πλὴν, οὐχ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ’ ἐκεῖνοι· οὐκ ἐλέγχει δὲ αὐτοὺς, ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλὰ μᾶλλον ἐπισπάσηται· ὅτι γὰρ πάντας, τόγε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλεσεν, καὶ αὐτὴ ἐδήλωσεν ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρω·ὶ ἐξῆλθεν μισθώσασθαι· ὅτι δὲ πρός τε τοὺς ἐκ πρώτης ἡλικίας ἀγωνιζομένους, καὶ πρὸς τοὺς ἐν γήρᾳ, καὶ ῥᾴδιον ἀρετῆς ἐπιλαβομένους εἴρηται ἡ παραβολὴ δῆλον· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοὺς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι.

Διὰ τι δὲ ταύτην οὕτως εἶπε τὴν παραβολήν; ἐπειδὴ περὶ τοῦ ῥίψαι τὰ χρήματα διελέγετο, καὶ τοῦ καταφρονῆσαι τῶν ὄντων ἁπάντων· πολλοῦ δὲ τοῦτο ἐδεῖτο τόνου, καὶ νεανικῆς προθυμίας· ἀνάπτει τὴν τῆς ἀγάπης φλόγα καὶ εὔτονον ποιεῖ τὴν γνώμην, δεικνὺς, ὅτι δυνατὸν καὶ τὸ ὕστερον ἐλθόντα τῆς πάσης ἡμέρας λαβεῖν τὸν μισθόν· ἀλλὰ τοῦτο μὲν, οὐ λέγει· ἵνα μὴ πάλιν αὐτοὺς ἀπονοήσῃ· δείκνυσι δὲ, ὅτι τῆς αὐτοῦ φιλανθρωπίας ἔστι τὸ πᾶν· καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦνται, ἀλλ’ ἀπολαύσωνται τῶν ἀπορρήτων ἀγαθῶν· τοῦτο οὖν ἐστιν ὃ βούλεται διὰ τῆς παρα- βολῆς κατασκεύασαι ταύτης· εἰ δὲ ἐπάγει τὸ “ οὕτως ἔσονται

161
οἱ ἔσχατοι πρῶτοι” καὶ τὰ ἑξῆς, οὐ χρὴ θαυμάζειν· οὐδὲ γὰρ ἐκ τῆς παραβολῆς τοῦτο συναγαγὼν ἔφη· ἀλλ’ ὅτε ὥσπερ τοῦτο συνέβη φησὶν, οὕτω κἀκεῖνο συμβήσεται· οὐδὲ γὰρ ἐνταῦθα ἐγένοντο οἱ πρῶτοι ἔσχατοι· ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπήλαυσαν· παρ’ ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω τὸ τούτου πλέον συμβήσεται ἐνταῦθα, καὶ παραδοξότερον, ὅτι περ τῶν ἔμπροσθεν γίνονται πρῶτοι οἱ ἔσχατοι· ὅπερ δηλοῖ ὅτι τῆς δόξης ἐκείνης ἐκπεσοῦνται οἱ γενόμενοι ἔσχατον καὶ γὰρ τοῦτο περὶ τῶν Ἰουδαίων αἰνίττεται, τῶν προκληθέντων καὶ μὴ πιστευσάντων, καὶ εἰς τοὐπίσω κατενεχθέντων· καὶ περὶ ἐκείνων πάλιν τῶν ἀπὸ κακίας μετανοησάντων, καὶ πολλοὺς ὑπερβάντων. ὁρῶμεν γὰρ τὰς τοιαύτας μεταβολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας· διὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς ὀρθῆς, καὶ βίον ἐπιδείξασθαι ἄριστον· ἃν γὰρ μὴ καὶ βίον προσθῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσωμεν δίκην· ὥσπερ καὶ οἱ τὸ πνευματικὸν βρῶμα φαγόντες καὶ πιόντες, καταστρωθέντες δὲ ἐν τῇ ἐρήμῳ μετὰ ταῦτα· καὶ οἱ δαίμονας ἐκβαλόντες καὶ προφητεύσαντες, ὕστερον δὲ τῇ κολάσει παραπεμφθέντες.

Χρὴ δὲ γινώσκειν ὅτι αἱ παραβολαὶ αὗται, οἷον ἡ τῶν παρθένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρποὺς, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσιν· καὶ περὶ μὲν δογμάτων, ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου ὀρθοῦ, πολλάκις· μᾶλλον δὲ πανταχοῦ.

Ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν.

“ Πονηρὸς,” ἀντὶ τοῦ βάσκανος καὶ ἐπίφθονος, ὡς φησὶν ὁ Σιρὰχ s “ ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ “τῆς τραπέζης αὐτοῦ.”

Μέλλων ἀνιέναι εἰς Ἱεροσόλυμα, ἀπὸ τῆς Γαλιλαίας ἐλθὼν, οὐκ ἀθρόον ἀναβαίνει, ἀλλὰ μετὰ τὸ θαυματουργῆσαι, καὶ ἐπιστομίσαι τοὺς Φαρισαίους, καὶ διαλεχθῆναι τοῖς μαθηταῖς, περὶ ἀκτημοσύνης, περὶ παρθενίας, καὶ περὶ ταπεινοφροσύνης, καὶ περὶ τῆς ἐνταῦθα ἀντιδόσεως, καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· τότε προβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι πάλιν, περὶ τοῦ [*](s xiv. 10.)

162
πάθους διαλέγεται· συνεχῶς δὲ περὶ τούτου αὐτοῖς λέγει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως· ἅμα δὲ καὶ τὴν λύπην αὐτῶν ἀποτεμνόμενος τὴν περὶ τούτου· κατ’ ἰδίαν δὲ αὐτοῖς διαλέγεται, ἐπειδὴ οὐκ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγένετο· ἐξ ἀρχῆς μὲν οὖν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ περὶ τούτου ἐμελέτησεν καὶ ἐγυμνάσατο, τότε λοιπὸν καὶ τὰ ἄλλα προστίθησιν· οἷον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσιν· ἔτι δὲ καὶ τὴν ἀνάστασιν· οὔτε δὲ ἐκ προοιμίων τοῦτο εἶπεν, ἵνα μὴ διαταράξῃ αὐτούς· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ· ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ· ἀλλ’ ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν· ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐνέβαλε λόγον.