Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἐρωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα.
[*](3)Τίνος ἕνεκεν ἐρωτηθεὶς, “ εἰ ἔξεστι κατὰ πᾶσαν αἰτίαν ἀπολῦ- “ σαι τὴν γυναῖκα αὐτοῦ,” οὐκ εὐθέως εἶπεν, οὐκ ἔξεστιν; ἵνα μὴ θορυβηθῶσι καὶ ταράξωσιν· ἐρωτῶσι δὲ πανούργως ἐκεῖνοι· ἵνα εἰ μὲν εἴπῃ, ὅτι ἔξεστιν ἀφεῖναι, εὐθέως ἀντιθήσωσιν αὐτῷ πρὸς τὰ παρ’ αὐτοῦ εἰρημένα· καὶ εἴπωσιν αὐτῷ· πῶς οὖν εἴρηκε τὰ
Ἀποδιναρίου. τούτῳ ἀνθρωπίνῳ τρόπῳ διήλεκται ὁ Σωτῆρ’, κατὰ τὸ σχῆμα τὸ διδασκαλικόν· οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι τὸν δημιουργὸν Λόγον· οὐδὲ μὲν χωρίζων ἀπὸ τοῦ κτίζοντος, πρὸς τὸν κτίσαντα Υἱὸν, ἀλλ’ ἐν Πατρὸς ὀνόματι καὶ τὸν Λόγον ἐμπεριλαμβάνων· “ εἴγε πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς “αὐτοῦ ἐγένετο οὐδὲ ἕν.”
Θεοδώρου Ἡρακλείασ. Ὥσπερ γὰρ ἄτοπον τὸ ἐκβάλλειν τὴν σώφρονα, οὕτω τε κατέχειν μοιχαλίδα ἀσεβὲς, κατὰ τὸ γεγραμμένον εἰς Σολομῶνα.
Ἀποδιναρίου. Μοιχείαν φησὶ, τὸ τῆ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών· διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, τουτέστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει, ὁ τὸ “ οὐ μοιχεύσεις” λέγων ; ἐροῦμεν ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν· ὅτε τὴν ἐνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ Σωτῆρ’, καὶ τὴν οὐχ ὁμολογημένην παρὰ πᾶσιν, οὐδὲ γινωσκομένην τῇ φύσει, οὐδὲ διελεγχομένην ὅτι μοιχεία ἐστί· τὴν μέντοι πορνεύσασαν, ἀποστῆσαι συγχωρεῖ
Διατὶ εἶπον οἱ Ἀπόστολοι τῷ κυρίῳ· “ εἰ οὕτως ἐστὶν ἡ αἰτία “ τοῦ ἀνθρώπου καὶ τὰ ἑξῆς ; ἐπειδὴ ἐθορυβήθησαν ἀκούσαντες τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διὰ παντὸς ἔνδον συγκεκλεισμένου.
[*](10)Τί δηλοῖ “εἰ οὕτως ἐστὶν ἡ αἰτία καὶ τὰ ἑξῆς; ἣ τοῦτο, ὅτι διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἣ ἐκεῖνο, ὅτι εἰ αἰτίαν λήψεται καὶ παρανομεῖ ὁ ἀνὴρ ἐπὶ τούτοις, ἐκβάλλων τὴν γυναῖκα, κουφότερόν ἐστι μᾶλλον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως, καὶ πρὸς ἑαυτὸν, ἣ πρὸς γυναῖκα πονηράν· οὐκ εἶπε δὲ ὁ δεσπότης Χριστὸς ὅτι ναὶ τοῦτο κουφότερον, ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμα ἔστιν ἀλλ’ ὅτι οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται εἶπε δὲ τοῦτο, ὑψῶν τὸ πρᾶγμα τῆς παρθενίας καὶ ἐπαινῶν, καὶ δεικνὺς μέγα ὃν, καὶ ἐν τούτῳ ἐφελκόμενος καὶ προτρέπων, ἵνα μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν· ἐπειδὴ γὰρ περὶ παρθενίας εἰπεῖν ἐπαχθέστερον εἶναι ἐδόκει ἐκ τῆς ἀνάγκης, τοῦ μὴ ἀφιέναι τὴν πονηρὰν γυναῖκα, εἰς τὴν ἐπιθυμίαν αὐτοὺς τοῦ παρθενεύειν ἐνέβαλεν.
[*](12)Θέλων δὲ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης δεῖξαι τὰς τρεῖς διαφορὰς τῶν εὐνούχων, φησὶν, “ ὅτι εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοι- “ λίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐννόησον εἰ οὕτως ἐκ φύσεως ὑπῆρχεν, τουτέστιν, εἰ εὐνοῦχος ἐγεννήθης· ἣ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων ἀνθρώπων, οὕτως ἐγένου· τί ἃν ἐποίησαν ; τῆς ἀπολαύσεως μὲν τοῦ γάμου ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; οὐκοῦν εὐχαριστήσεις νῦν τῷ Θεῷ· ὅτι μετὰ μισθῶν, καὶ στεφάνων, τοῦτο κατορθοῖς, ὅπερ χωρὶς στεφάνων ἐκεῖνοι ; οἵτε οὕτως εὐνοῦχοι γεννηθέντες, οἱ τε ἀπὸ ἀνθρώπων εὐνουχισθέντες, ἀλλὰ καὶ πολλῷ κουφότερον τῇ ἐλπίδι προθυμοποιούμενος, καὶ τῷ συνειδότι κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων· οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς τὰ τοιαῦτα οἶδεν καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνον· διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν τοὺς εὐνούχους, ἵνα τοὺς παρθενεύοντας καὶ τοὺς ἐγκρατευομένους εἰς
Εἰπὼν δὲ ὅτι εὐνούχησαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομὴν, ἄπαγε, ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν· ὡς ὅγε τὸ μέλος ἐκτέμνων, τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμήν· καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα· τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας ἐστὶ, καὶ Σατανικῆς ἐπιβουλῆς, ἵνα τοῦ Θεοῦ τὸ ἔργον οἱ τοιοῦτοι διαβάλλωσιν, ἵνα τὸ ζῶον λυμήνωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες, καὶ διπλῶς παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τὸ τὰ μέλη πηροῦν, καὶ τὸ κωλύειν τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν· ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησεν· διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν· μετὰ γὰρ τῶν προειρημένων, οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερότερα ἐντεῦθεν γίνεται, ἀλλὰ καὶ μᾶλλον χαλεπώτερα· ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει· καὶ οἱ μὲ,, ἀπὸ ἐγκεφάλου· οἱ δὲ, ἀπὸ ὀσφύος τὸ οἶστρον ἐκεῖνο φύεσθαι λέγουσιν· ἐγὼ δὲ, οὐδαμόθεν ἄλλοθεν εἴποιμ’ ἂν, ἀλλ’ ἢ ἀπὸ γνώμης ἀκολάστου, καὶ διανοίας ἠμεμελημένης· κἂν αὐτὴ σωφρονῇ τῶν φυσικῶν κινημάτων, βλάβος οὐδέν. βουλόμενος δὲ προθυμοτέρους ποιῆσαι, φησίν· “ ὁ δυνάμενος χωρεῖν χωρείτω.” δείξας τὸ ὑπέρουκον τοῦ κατορθώματος· καὶ οὐκ ἀφεὶς εἰς ἀνάγκην νόμου κατακλεισθῆναι τὸ πρᾶγμα, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα. τότε δὲ εἶπεν τοῦτο· ὅτε ἔδειξε σφόδρα ὂν δυνατόν· ἵνα πλεῖον τῆς προαιρέσεως ἡ φιλοτιμία γίνηται, καὶ προαιρέσεώς ἐστι φησί.
Πῶς ἀρχόμενος ἔλεγεν “ οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται ; ” ἵνα μάθωμεν ὅτι μέγας ὁ ἆθλος· οὐχὶ δὲ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσωμεν· δίδοται γὰρ τοῦτο πᾶσι τοῖς βουλομένοις· ἔτι δὲ καὶ διὰ τοῦτο οὕτως εἶπεν· δεικνὺς ὅτι πολλῆς εἰς τοῦτο δεῖ τῆς ἄνωθεν ῥοπῆς, τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. ἔθος γὰρ τῷ δεσπότῃ Χριστῷ, ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅτ’ ἃν μέγα τὸ
Διὰ τί οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία, ἅπερ αὐτῷ προσηνέχθη ἐπὶ τὸ προσεύξασθαι αὐτοῖς; τύφου ἕνεκεν· αὐτὸς δὲ διδάσκων αὐτοὺς μετριάζειν, καὶ τῦφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ εὐαγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν κατεπήγγελται. τινες δέ εἰσιν οἱ τοιοῦτοι ; οἱ μετὰ συνέσεως πρᾶοι ὄντες, καὶ ἀπόνηροι· τοῦτο γάρ ἐστι βίος ἀγγελικὸς, καὶ τὸ πάντων τῶν παθῶν καθαρεύειν· ὥσπερ ἡ τύχη τοῦ παιδίου· καὶ γὰρ οὔτε δὲ τοῖς λελυπηκόσι μνησικακεῖ, ἀλλ’ ὡς φίλοις προσέρχεται· οὔτε τῶν ἀναγκαίων πλέον τί ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ· οὔτε λυπεῖται ἐφ’ οἷς ἡμεῖς τοῖς ἐπικήροις τούτοις· οὔτε ἐπτόηται πρὸς κάλλει σωμάτων· διὰ τοῦτο οὖν ἔλεγεν, “ τῶν γὰρ τοιούτων ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν·” ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει.