Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ ὀφείλοντος μύρια τάλαντα.
Νομίσας τι λέγειν ὁ Πέτρος μέγα, ἐπήγαγεν· τὸ ἕως ἑπτάκις ἀφιέναι τῷ ἁμαρτήσαντι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἐκείνῳ μὲν τῷ μὴ διαλλαγέντι, πέρας ἐπέθηκεν, εἰπὼν, “ ἔσται σοι ὥσπερ “ ὁ ἐθνικὸς καὶ ὁ τελώνης·” τῷ οὖν ἐλεγχομένῳ καὶ μετανοοῦντι, ποσάκις ἀφήσω, ἑπτάκις ; τί οὖν ὁ Χριστὸς ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, “ οὐ λέγω σοι ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις “ ἑπτά·” τοῦτο δὲ εἶπεν, οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκές· ὥσπερ καὶ τὸ μυρία τὸ πολλὰ δῆλοι, καὶ τὸ “ στεῖρα ἔτεκεν ἑπτὰ,” ἀντὶ τοῦ πολλά φησιν ἡ γραφή· τούτου γὰρ χάριν ἡ γραφὴ παραβολὴν προτίθησι, τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος· δεικνὺς, ὅτι εἰ καὶ πάντα διηνεκῶς συγχωροῦμεν τὰ ἁμαρτήματα τῶν πλησίον· ὅσον σταγὼν ὕδατος πρὸς πέλαγος ἄπειρον τοσοῦτον· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει ἡ φιλανθρωπία ἡμῶν πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ ὑπάρχομεν, δικάζεσθαι μέλλοντες, καὶ εὐθύνας τῶν ἡμαρτημένων ἡμῖν παρέχοντες· πρὸς γὰρ μυρία τάλαντα καὶ ἑκατὸν δηνάρια τὸ μέσον ἔστι, τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων τὸ μέγεθος· μᾶλλον δὲ καὶ πολλῷ πλέον· γίνεται δὲ τοῦτο, ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων· ὅτι ἡμεῖς μὲν, Θεῷ τῷ φοβερῷ καὶ μέγαλα παρέχοντι ἀγαθὰ, ἁμαρτάνομεν· ἄνθρωπος δὲ, πρὸς ἄνθρωπον ὁμοιοπαθῆ, καὶ μηδὲν ἣ ὀλίγα τινὰ εὐεργετήσαντα· καὶ γὰρ ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι’ ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα· ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο ἀγαθὰ, τοῖς τηροῦσι πάντοτε τὰς ζωοποιοὺς αὐτοῦ ἐντολάς· ὑπὲρ τούτων οὖν ἁπάντων, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν· ἄρα εἰ καὶ καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ ὄντος ἡμᾶς φιλοῦντος, ἐξεπληροῦμεν τὴν ἀξίαν· μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατατίθεμεν δὲ οὐδαμῶς· ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα τῶν ἑαυτῶν ἁμαρτημάτων ἀναλογιζόμενοι, κἂν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφεῖναι τὸ πλησίον τὰ ὀλίγα ἐκεῖνα
Διὰ τί κελεύει πραθῆναι σὺν τῷ ὀφείλοντι τὰ μυρία τάλαντα καὶ τὴν αὐτοῦ γυναῖκα; ἐπειδή περ καὶ αὐτὴ δούλη ὡς αὕτως καὶ τὰ παιδία αὐτῶν. οὐκ ὠμότητος δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἐξ ἀφάτου κηδεμονίας· βούλεται γὰρ αὐτὸν ποιῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ· εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἃν ἐπένευσεν αὐτοῦ τῆ αἰτήσει. οὐ ποιεῖ δὲ τοῦτο πρὸ τοῦ λογοθεσίου· ἐπειδή περ ἐβούλετο δεῖξαι, πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῦ· ὅπως ἐκ τούτου ἡμερότερος περὶ τὸν σύνδουλον γένηται· εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφειλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον, ποῦ οὐκ ἃν ἐξῆλθεν ὠμότητος, εἰ μὴ γέγονε τοῦτο· ἔτι δὲ ἵνα κἀκεῖνος δόξῃ τί συνεισφέρειν, τοῦτο ποιεῖ· οὐ γὰρ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ ἱκετηρίας, ἵνα μὴ ἀστεφανώτατος ἀπέλθῃ· διὸ καὶ ἕως τούτου καλῶς καὶ ἐναρέτως ὡμολόγησε τὸ χρέος· ἔτι δὲ καὶ ἐπαγγειλάμενος ἀποδοῦναι τὸ ὀφειλόμενον, εὐγνώμων ὤφθη· καὶ προσπεσὼν καὶ παρακάλεσεν, καὶ καταγνοὺς τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἐπιγνοὺς τὸ μέγεθος τῆς εὐεργεσίας. ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων· κρατήσας γὰρ τὸν σύνδουλον αὐτοῦ, οὐ μετὰ πολὺν χρόνον, ἀλλ’ εὐθέως ἔναυλον ἔχων τὴν εὐεργεσίαν, καὶ μήτε τὰ ῥήματα καταιδεσθεὶς Ρ δι’ ὧν ἐσώθη· καὶ γὰρ τοῖς αὐτοῖς καὶ οὗτος πρὸς αὐτὸν ἀπεχρήσατο, λέγων, “ μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι “ ἀποδώσω,” ἔπνιγεν ἀπαιτῶν τὴν ἐκπλήρωσιν· τοῦτο ποιῶν, ὅπερ οὐδὲ ἀνθρώποις ἦν ἀρεστὸν, μήτι γε τῷ Θεῷ· ὅθεν καὶ συνήλγησαν αὐτῷ· ὁ δὲ ἥμερος δεσπότης, καὶ συγκρίνεται πρὸς τὸν τοιοῦτον πονηρὸν δοῦλον, καὶ ἀπολογεῖται, καὶ τότε τῇ τιμωρίᾳ ἐκδίδωσιν. ἀκούσωμεν οὖν καὶ φρίξωμεν· καὶ μηδεὶς ἡμῶν μνησικακείτω· διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὅτι “ οὕτω ποιήσει 1 καὶ ὑμῖν ὁ [*](P κατεδεσθεὶς Cod. q ποιήση Cod.)
“ καὶ ἐγένετο,” φησὶν, “ ὅτι ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους “ τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου” καὶ τὰ ἑξῆς διὰ τί συνεχῶς ἐν τῇ Γαλιλαίᾳ διέτριβε, καὶ οὐχὶ ἐν τῇ Ἰουδαίᾳ; διὰ τὴν βασκανίαν τῶν Ἰουδαίων· νῦν δὲ ἐπιχωρίαζει λοιπὸν τῇ Ἰουδαίᾳ, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ’ εἰς τὰ ὅρια τῆς Ἰουδαίας· οὔτε δὲ τῇ τοῦ λόγου διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ· ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἐσομένων· ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, καὶ ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος· ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας, ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος, τοῦ τὴν πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγηθῆναι· παρατρέχουσι δὲ οἱ Εὐαγγελισταὶ, ὁλοκλήρους δήμους θεραπευομένων· οὐ κατ’ ὄνομα ἐπιλέγοντες ἕκαστον, ἀλλ’ ἑνὶ ῥήματι τὸ ἀκόμπαστον παιδεύοντες ἡμᾶς, ἵνα ταπεινοφρονῶμεν ἀεί.
Ὠριγένουσ. Ποιεῖ τοῦτο, ἐκείνους εὐεργετῶν, καὶ δι’ ἐκείνων πολλοὺς ἑτέρους· ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις, ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο.