Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ἕκατον προβάτων παραβολή.

[*](10)

Εἰπὼν δὲ “ ὅτι οἱ Ἄγγελοι αὐτῶν,” καὶ τὰ ἑξῆς, ἔδειξεν ἐνταῦθα ὅτι πάντες ἀγγέλους ἔχομεν· τὸ δὲ βλέπειν τὸ πρόσωπον τοῦ Πατρὸς, οὐδὲν ἕτερον σημαίνει, εἰ μὴ τὴν πολλὴν παρρησίαν καὶ τὴν τιμὴν, ἣν ἔχουσιν οἱ Ἄγγελοι. τὸ δὲ “ ἦλθεν ὁ υἱὸς τοῦ ἀν- “ θρώπου σῶσαι τὸ ἀπολωλὸς,” καὶ ἡ παραβολὴ τῶν ἑκατὸν προβάτων τοῦτο σημαίνει, τὸ πολλὴν φροντίδα ποιεῖσθαι ἡμᾶς τῶν νομιζομένων εἶναι εὐτελῶν ἀδελφῶν· ὅθεν καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. καὶ μὴ ἵνα λέγωμεν, ὅτι ὁ δεῖνα χαλκοτύπος ἦν, καὶ ὑποδηματορράφος, καὶ γεωργὸς, καὶ ἐκ τούτου καταφρονῶμεν· ἵνα γὰρ μὴ τοῦτο πάθωμεν, χρὴ σκοπῆσαι διὰ πόσων ἡμᾶς πείθει μετριάζειν, καὶ εἰς τὴν τῶν ἀδελφῶν ἐπιμέλειαν ἑαυτοὺς ἐμβάλλειν· ἔστησε παιδίον, καὶ φησὶ, γίνεσθέ μοι ὡς τὰ παιδία, καὶ ὃς ἔαν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν σκανδαλίσῃ, σκανδαλισθήσεται· καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ “ οὐαὶ” προσέθηκεν, καὶ τοὺς σκανδαλίζοντας ἐκτεμεῖν προσέταξε, κἂν ἐν τάξει χειρῶν ὦσιν ἡμῖν καὶ ὀφθαλμῶν· καὶ ἀπὸ τῶν Ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τούτους τοὺς νομιζομένους εὐτελεῖς ἀδελφοὺς, καὶ ἀπὸ τοῦ οἰκείου πάθους· ὅταν γὰρ εἴπῃ “ ὅτι ἦλθεν ὁ υἱὸς τοῦ

146
“ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς,” τὸν σταυρὸν δηλοῖ· δι’ αὐτοῦ γὰρ τὸν κόσμον ἔσωσεν· καὶ ἀπὸ τοῦ Πατρός· ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι τινά· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν, ζητεῖ τὸ πλανώμενον, καὶ ὅταν εὕρῃ αὐτὸ, χαίρει ἐπ’ αὐτῷ μᾶλλον, καὶ ἥδεται τῇ εὑρήσει, καὶ τῇ σωτηρίᾳ τούτου· εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τούτῳ τῷ εὑρεθέντι, πῶς ἡμεῖς καταφρονοῦντες τῶν τῷ Θεῷ περισπουδάστων, οὐχὶ δίκην δώσωμεν τὴν ἐσχάτην ; ὅτι γὰρ ἀσθενὴς ἦν καὶ εὐτελὴς, διὰ τοῦτο μάλιστα δεῖ πάντα ποιεῖν, ὥστε αὐτὸν διασώζειν· μὴ τοίνυν ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων· καὶ γὰρ πάντα ταῦτα διὰ τοῦτο εἴρηται· ὁ βουλόμενος οὖν ἐπιβῆναι τὸν οὐρανὸν, ὡς παιδίον γενέσθω, καὶ τὸν τῦφον καταπατείτω, καὶ πρὸς τὰ σκάνδαλα γρηγορείτω· καὶ τὸ οὐαὶ φυγεῖν σπουδαζέτω, διὰ τὸ μὴ σκανδαλίσαι τινὰ, καὶ πρὸς τὴν σωτηρίαν τοῦ πλησίον ἀγωνίζεσθαι· καὶ ὄρθρου φανέντος, ἐξιὼν ἀπὸ τῆς οἰκίας, ἕνα σκοπὸν ἐχέτω· ὥστε τοῦ ψυχικοῦ κινδύνου τοῦ παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπαγομένου, τὸν ἀδελφὸν ἐξελέσθαι· οὐδὲ γὰρ χρὴ τῇ ἑαυτοῦ σωτηρίᾳ μόνον ἀρκεῖσθαι τινα, ἐπεὶ καὶ ταύτην λυμαίνεται· ἀλλὰ πρέπον ἐστὶ καὶ τοὺς ἑστηκότας, εἰς προθυμίαν ἐμβαλεῖν, καὶ τοὺς κειμένους ἐγείρειν.

[*](15)

“ Ἐὰν ἁμαρτήσῃ,” φησὶν, “ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ “ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον· ἐὰν ἀκούσῃ,” καὶ τὰ ἑξῆς· διὰ τι δὲ μεταξὺ τῶν δύο γενέσθαι τὸν ἔλεγχον κελεύει μόνων, τοῦ τε λυπήσαντος, καὶ τοῦ λελυπημένου ; ἵνα μὴ τῇ τῶν πλειόνων μαρτυρίᾳ, βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν· καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος, δυσδιόρθωτος μείνῃ· τὸ δὲ “ ἐὰν “ ἀκούσῃ,” τοῦτο σημαίνει· ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν· οὐκ εἶπεν δὲ ὅτι ἐὰν πεισθῇ ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ ἐκέρδανεν· τουτέστι, καὶ σὺ αὐτὸς τὴν ζημίαν ἐξέφυγες· καὶ γὰρ κἀκεῖνος καὶ οὗτος ἐζημιοῦντο πρὸ τούτου· ὁ μὲν, τὸν ἀδελφὸν, ὁ δὲ, τὴν οἰκείαν σωτηρίαν· οὐκ ἄγει δὲ τὸν λυπήσαντα πρὸς τὸν λυπηθέντα· ἀλλὰ τοῦτον πρὸς ἐκεῖνον· ἐπειδὴ ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἃν ἔλθοι πρὸς ἀπολογίαν, αἰσχυνόμενος καὶ ἐρυθριῶν· διὰ τοῦτο πρὸς ἐκεῖνον τοῦτον ἕλκει, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ὥστε διορθῶσαι τὸ γεγενημένον, καὶ οὐ λέγει, κατηγόρησον,

147
οὐδὲ ἐπιτίμησον, οὐδὲ δίκας ἀπαίτησον, ἀλλ’ “ ἔλεγξον,” φησὶ, τουτέστιν, ἀνάμνησον του ἁμαρτήματος εἶπε πρὸς αὐτὸν, ὅπερ ἔπαθες πη αὐτοῦ· μὴ πειθομένου δὲ αὐτοῦ ἐν τούτῳ προστάσσει ἔτι ἕνα ἣ δύο παραλαβεῖν· ὅσῳ γὰρ ἀναιδέστερος διαμένει καὶ ἰταμώτεροι, τοσοῦτον μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρή· οὐκ ἐπὶ τὴν ἀγανάκτησιν καὶ τὴν ὀργήν· εἰ δὲ ἐπιμένοι, “ εἰπέ,” φησι, “ τῆ ἐκκλησίᾳ,” τουτέστι πλείοσι· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, “ ἔσται σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

Χρὴ δὲ σκοπεῖν, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς μεγάλης τίθησιν κακίας, καὶ γὰρ ἀλλαχοῦ φησίν· “ οὐχὶ καὶ “ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;” ” πάλιν· “ οἱ τελῶναι προά- “ ξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·” τουτέστιν οἱ σφόδρα καταδεδικασμένοι· διὰ τι δὲ τὸν μὴ πειθόμενον μετὰ τῶν τελωνῶν ἔταξεν; τὸν ἠδικημένον μυθούμενος, καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτῶ ἡ κόλασις διὰ τὸ μὴ πεισθῆναι, ἀλλὰ καὶ διὰ τὸ ἐπαγόμενον ἀμὴν γὰρ λέγω ὑμῖν, φησίν· ὅσα ἐὰν δὴ- “ σητε ἐπὶ τῆς γῆς,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προέδρων τῆς ἐκκλησίας τοῦτο λέγω, ἀλλὰ περὶ αὐτοῦ τοῦ προκαλεσαμένου τὸν ἁμαρτήσαντα πρὸς τὸ διαλλαγῆναι· ὅτι ὃ ἐὰν δήσῃ, αὐτὸν μὴ πειθόμενον, ἄλυτον μένει τὰ δεσμά· καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῆ ἐκεῖ κολάσει καταδεσμῶν αὐτόν· ταῦτα γὰρ ἠπείλησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, τὸ ἐν οὐρανοῖς δεδέσθαι, ημεροτερος γένηται.

[*](19)

Τί ἐστιν ὅπερ φησὶν ὁ δεσπότης· “ ὅτι δύο ὑμῶν ἐὰν συμφω- “ νήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, ὃ ἐὰν αἰτήσωνται, “ γενήσεται αὐτοῖς ” Περὶ ποίων τοῦτο εἶπεν; περὶ τῶν ἐναρέτων, περὶ τῶν ἀγγελικὴν μετερχομένων πολιτείαν· οὗτοι τοίνυν πάντα ὅσα ἃν εἰς τὸ σύμφερον αἰτήσωσιν, μετὰ ὁμονοίας καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον, ἐπιτεύξονται· τὸ δὲ “ ὅπου ἐὰν ὠσι “ δύο ἣ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ “ αὐτῶν,” τοῦτο σημαίνει· ἵνα δι’ ἐμέ, φησιν, ἀγαπῶντες ἑαυτοὺς, καὶ μὴ διὰ βιωτικὴν ἀφορμὴν ὦσιν ὁμοῦ, μετὰ αὐτῶν ἔσομαι· ἃν δὲ τὰ ἄλλα ἐνάρετοι ὑπάρχωσιν.

148