Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.
[*](13)Διὰ τι ἀπελθὼν εἰς Καισάρειαν τῆς Φίλιππον; ἔστι γὰρ καὶ ἑτέρα ἡ Στράτωνος, ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ, ὁ Χριστὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· “ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; πόρρω τῶν Ἰουδαίων ἀπάγων αὐτοὺς, ὡς
Μετὰ οὖν τὸ εἰπεῖν αὐτοὺς τὴν πεπλανημένην δόξαν τοῦ πλήθους, τότε καὶ αὐτοὺς ἐρωτᾷ, καὶ εὐθέως πρὸ πάντων ὁ Πέτρος, τὸ στόμα τῶν Ἀποστόλων, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν μαθητῶν κορυφαῖος, προπηδᾷ καὶ προλαμβάνει, καὶ φησὶν, “ σὺ εἰ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος διὰ τοῦτο δὲ αὐτὸν ὁ Χριστὸς μακαρίζει, ὅτι οὐχ ὡς οἱ ἐν τῷ πλοίῳ, οὐδὲ ὡς ὁ Ναθαναὴλ εἶπεν αὐτὸν υἱὸν Θεοῦ, ὡς ἕνα τῶν πολλῶν, ἀλλὰ γνήσιον Υἱὸν ὄντα τοῦ Πατρὸς, κατὰ ἀλήθειαν αὐτὸν ὡμολόγησεν, ὡς ἐκ τῆς αὐτοῦ προσελθόντα οὐσίας. διὰ τοῦτο δὲ καὶ τὸν ἀποκαλύψαντα αὐτῷ Πατέρα δείκνυσιν ὁ Χριστὸς, ἵνα μήτις διὰ τὸ εἶναι τὸν Πέτρον θερμὸν ἐραστὴν αὐτοῦ, φιλίας καὶ κολακείας ὑποπτεύσῃ τυγχάνειν τὰ ῥήματα, ἀλλὰ μᾶλλον δόγμα θεῖον τὰ εἰρημένα εἶναι πιστεύσῃ f.
Τίνος ἕνεκεν οὐκ αὐτὸς ἀποφαίνεται, οὐδὲ λέγει, ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ διὰ τῆς ἐρωτήσεως τοῦτο κατασκευάζει, καὶ αὐτοὺς εἰσάγει ὁμολογοῦντας; ἐπειδὴ οὕτως καὶ αὐτῷ πρεπω- [*](e ἀνακτῶσιν Cod. f πιστεύσει Cod.)
“ Ἀπὸ τότε,” φησὶν, “ ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς, “ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ τὰ ἑξῆς· “ ἀπὸ “ τότε, ὅτε ἔπηξεν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν· ἀλλ’ οὐδὲ οὕτως συνίεσαν, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν αὐτόν· διὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερμὸς ὣν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι, καὶ οὐδὲ παρρησίᾳ, ἀλλὰ κατ’ ἰδίαν λαβών· τουτέστιν τῶν λοιπῶν ἀποχωρίσας μαθητῶν, καὶ φησίν· “ ἵλεως “ σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο·’ διὰ τί ὁ ἀποκαλύψεως τυχὼν καὶ μακαρισθεὶς, οὕτως ταχέως ἔπεσεν, καὶ ἐσφάλη, ὡς φοβηθῆναι αὐτοῦ τὸ πάθος; ἐπειδὴ οὐκ ἐδέξατο καὶ τὴν περὶ τούτου ἀποκάλυψιν· ὅθεν καὶ ἐκ τούτου μανθανόμενος, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ἀλλ’ ἐκ τῆς τοῦ Πατρὸς ἀποκαλύψεως. τὸ δὲ “ οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τοῦτο δηλοῖ ὅτι ἀνθρωπίνῳ λογισμῷ καὶ γηίνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι αὐτῷ τὸ παθεῖν· καθαπτόμενος δὲ αὐτοῦ ὁ Χριστὸς, δείκνυσιν ὅτι οὐ τὸ παθεῖν τῆς τοῦ διαβόλου γνώμης
Οὐ περὶ τῶν Ἀποστόλων δὲ τοῦτο εἶπε μόνον, ἀλλὰ κοινὸν αὐτὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι· τοῦτο γὰρ σημαίνει τὸ “ εἴτις θέλει·” κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην δεχέσθω τὴν ὁδόν· τί δέ ἐστιν “ ἀπαρνησάσθω ἑαυτόν; ὅμοιον, ἐάν τις ἀπαρνησάμενος ὄν τινα οὖν, κἂν μαστιζόμενον ἴδῃ, κἂν δεσμούμενον καὶ ἐπὶ θάνατον ἀπαγόμενον, οὐ παρίσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τί πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς· οὕτω βούλεται ἡμᾶς τοῦ σώματος τοῦ ἡμετέρου καταφρονεῖν, ὡς κἂν μαστίζωσιν ἱν οἱ ἐχθροὶ τῆς ἀληθείας, κἂν ἐλαύνωσι, καὶ καίωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· ζωὴν γὰρ αἰώνιον κληρονομοῦμεν· τὸ δὲ “ ἀράτω τὸν σταυρὸν αὐτοῦ,” δηλοῖ τὸ μέχρι πόσου ἀπαρνήσασθαι χρὴ ἑαυτόν· ἵνα γὰρ μὴ νομίσωμεν, ὅτι μέχρις ὕβρεως καὶ πληγῶν δεῖ ἀπαρνεῖσθαι ἑαυτὸν, λέγει ὅτι μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου· τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει· τὸ δὲ “ ἀκολουθείτω μοι, ἐμφαίνει, ὅτι ἐπειδὴ ἔστι πάσχοντά τινα μὴ ἀκολουθεῖν αὐτῷ, ὅτ᾿ ἂν μὴ δι’ αὐτὸν πάθῃ τίς· καὶ γὰρ λῃσταὶ καὶ λοιποὶ κακοῦργοι πολλὰ χαλεπὰ πάσχουσιν, προστίθησι τὴν ὑπόθεσιν, ἵνα δι’ αὐτὸν ὑπομένωμεν. ἔτι δὲ καὶ τοῦτο δηλοῖ τὸ ἀκολουθεῖν τῷ Χριστῷ, μὴ μόνον τὴν ἐν τοῖς διωγμοῖς ἔχειν ἀνδρίαν, ἀλλὰ καὶ σωφροσύνην καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν.
[*](25)Τί ἐστιν “ ὃς γὰρ ἃν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσῃ
Περὶ τῆς μεταμορφώσεως τοῦ κυρίου.
[*](1)“ Καὶ μεθ’ ἡμέρας ἓξ, φησὶν, “ παραλαμβάνει ὁ Ἰησοῦς τὸν “ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ “ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· ἄλλος δὲ Εὐαγγελιστὴς, “ μετὰ ὀκτὼ λέγει. οὐκ ἐναντιούμενοι δὲ ἀλλήλοις τοῦτο εἶπον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ὁ μὲν γὰρ, καὶ αὐτὴν τὴν ἡμέραν, καθ’ ἣν ἐφθέγξατο· κἀκείνην καθ’ ἣν ἀνήγαγεν εἶπεν· ὁ δὲ, τὰς μεταξὺ τούτων εἶπεν μόνον. διὰ τί δὲ τούτους τοὺς τρεῖς λαμβάνει; ἐπειδὴ οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες· καὶ ὁ μὲν Πέτρος, ἐκ τοῦ σφόδρα φιλεῖν τὸν Χριστὸν ἐδήλου τὴν ὑπεροχὴν, ὁ δὲ Ἰωάννης, ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ, ἀπὸ
τινος ἕνεκεν Μωϋσῆν καὶ Ἡλίαν εἰς μέσον ἄγει; πρῶτον μὲν, ἐπειδὴ ἔλεγον οἱ ὄχλοι, οἱ μὲν Ἡλίαν, οἱ δὲ, Ἱερεμίαν, οἱ δὲ, ἕνα τῶν προφητῶν αὐτὸν εἶναι· διὰ τοῦτο τοὺς κορυφαίους τῶν Ἀποστόλων ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ δεσπότου· δεύτερον δὲ, ἐπειδὴ συνεχῶς ἐνεκάλουν τῷ Χριστῷ, ὡς παραβαίνοντι τὸν νόμον· ἵνα δείξῃ, εἴπερ ἤθελον λογίσασθαι οἱ Ἰουδαῖοι, ὅτι, οὐδ’ ἃν Μούσης μὲν, ὁ τὸν νόμον δεδωκὼς, περιεῖδε πατούμενον αὐτὸν ὑπ’ αὐτοῦ, ὡς ἐνόμιζον ἐκεῖνον· καὶ οὐδ’ ἃν παρέστη αὐτῷ, ἣ ὑπήκουσεν· καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσεν· καὶ οὐκ ἃν, εἰ ἦν ἀντίθεος, Θεὸν σαυτὸν λέγων, μὴ ὣν ὅπερ ἔλεγεν, ἐθεράπευσεν ἃν αὐτὸν παραγενόμενος· τρίτην δὲ, ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς τὴν ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ κάτω κρατεῖ· διὰ τοῦτο καὶ τὸν τετελευτηκότα καὶ τὸν οὐδέπω παθόντα, εἰς μέσον ἄγει τέταρτον δὲ, ἰνα δείξῃ τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσηται τὸν Πέτρον καὶ ἐκείνους, δεδοικότας τὸ πάθος, καὶ ἀναστήσει αὐτῶν τὰ φρονήματα· καὶ γὰρ “ ἐλάλουν” φησὶ, “ Μωϋσῆς καὶ Ἡλίας τὴν δόξαν ἣν ἔμελλε “ πληροῦν εἰς Ἱερουσαλήμ.” τουτέστι τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὰ καλοῦσιν, τουτέστι δόξαν ἀεί· οὐ μόνον δὲ τὰς προειρημένας αἰτίας εἰς μέσον αὐτοὺς ἄγει, ἀλλ’ ἐπειδὴ εἶπεν· “ εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ “ ἀκολουθείτω μοι·” τοὺς μυριάκις ἀποθανόντας, ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων, παρίστησι· καὶ γὰρ τούτων ἕκαστος, τὴν ψυχὴν
Διὰ τι εἶπεν ὁ Πέτρος, “ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι;” ἐπειδήπερ ἤκουσεν, ὅτι δεῖ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν ἀπελθεῖν καὶ παθεῖν· φοβούμενός τι g καὶ τρέμων ὑπὲρ αὐτοῦ· εἶδεν δὲ ὄρος, καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν· διὰ τοῦτο βούλεται αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς· διὸ, καὶ σκηνῶν μέμνηται· ἔτι δὲ καὶ τοῦτο λογισάμενος, ὅτι Μωϋσῆς πάρεστι καὶ Ἡλίας· Μωϋσῆς ὁ εἰς τὸν γνόφον ἐλθὼν, καὶ τῷ Θεῷ διαλεχθείς· ἡμῖν h δὲ ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐνταῦθα ὄντες· τοῦτο δὲ ἔλεγεν, ὡς θερμὸς ἐραστὴς τοῦ Χριστοῦ· εἰ γὰρ καὶ μὴ ἐξητασμένος ὁ τρόπος ἦν τῶν ῥημάτων, ἀλλ’ ὅμως πολλῆς θερμότητος γέμοντος· οὕτως καὶ περιεκαίετο τοῦ Χριστοῦ· εἰ δὲ “ μὴ ᾔδει τί ἐλάλει,” καθὼς ὁ Λουκᾶς φησί. τὸ δὲ “ βεβα- “ ρημένοι ἦσαν ὕπνῳ, τοῦτο δηλοῖ, ὅτι πολλῷ κατείχοντο κάρῳ τῷ ἀπὸ τῆς ὄψεως αὐτοῖς ἐκείνοις γεγενημένῳ· καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερβαλλούσης σκοτοῦνται λαμπηδόνος, οὕτως καὶ οὗτοι τότε ἔπαθον· οὐ γὰρ δὴ νὺξ, ἀλλ’ ἡμέρα καὶ τὸ τῆς αὐγῆς τῆς θεικῆς ὑπέρογκον, ἐβάρει τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν.
Τίνος ἕνεκεν ἐκ τῆς νεφέλης φωνὴν ἀφίησιν ὁ Πατήρ; ἐπειδὴ οὕτως ἀεὶ φαίνεται ὁ Θεός. “ νεφέλη γάρ,” φησι, “ καὶ γνόφος, “ κύκλῳ αὐτοῦ.” καὶ πάλιν· ὅτι “ θεὶς νέφη i τὴν ἐπίβασιν αὐτοῦ· καὶ “ νεφέλη ὑπέλαβεν αὐτὸν, ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν,” καὶ “ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν.” ἵνα οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται· διὰ τοῦτο ἀπὸ τῆς νεφέλης ἠνέχθη· νεφέλη δὲ φωτεινὴ, ἐπειδὴ φοβῆσαι οὐκ ἐβούλετο, ἀλλὰ διδάξαι· ὅπου γὰρ ἀπειλὴν, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ· διὰ τοῦτο δὲ ἡ φωνὴ ἠνέχθη, μετὰ τὸ ἀφανεῖς γενέσθαι Μωϋσῆν καὶ Ἠλίαν, ἵνα δειχθῇ ὅτι οὐ περὶ ἑνὸς τῶν δύο ἐλέχθη, ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον· οὐ τὸν Χριστὸν δὲ μόνον ὑπέλαβεν ἡ νεφέλη, ἀλλὰ πάντας· ἵνα μὴ νομισθῇ ὅτι [*](g εἴ τι Cod. h ἡμᾶς Cod. i νέφει Cod.)
Διὰ τί εἰς μὲν τὸν Ἰορδάνην ἐνεχθείσης τῆς φωνῆς, καὶ ὄχλου τοσούτου παρόντος, καὶ μετὰ ταῦτα πάλιν, ὅτε βροντὴν ἔλεγον γεγονέναι, οὐδεὶς κατέπεσεν ἐπὶ πρόσωπον· νῦν δὲ ἐν τῷ ὄρει καταπλαγέντες, τοῦτο ἔπαθον; ἐπειδὴ καὶ ἔρημος καὶ ὑψηλὸς, καὶ ἡσυχία ἦν πολλὴ, καὶ μεταμόρφωσις φρίκης γέμουσα, καὶ φῶς ὁρατὸν, καὶ νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα, εἰς πολλὴν αὐτοὺς ἀγωνίαν ἐνέβαλεν, ὥστε καταπεσόντας, προσκυνῆσαι· διὰ τοῦτο δὲ ἐνετείλατο αὐτοῖς, μὴ εἰπεῖν τοῦτο τινὶ, ἕως οὗ ἐκ νεκρῶν ἀναστῇ· ἐπειδὴ ὅσῳ μείζονα διελέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτοτέρα ἦν τοῖς πολλοῖς τότε· οὐκ ἐκέλευσε δὲ διὰ παντὸς μηδενὶ εἰπεῖν, ἀλλ’ ἕως ἃν ἀναστῇ ἐκ νεκρῶν· ἐπειδὴ ὡς προγνώστης ᾔδει, οὔτε οἱ Ἀπόστολοι, οὔτε οἱ πολλοὶ τοῦ ὄχλου· οἱ μὲν, Πνεύματος Ἁγίου καταξιωθέντες, οἱ δὲ, τὰ σημεῖα βλέποντες, τὰ διὰ τῶν Ἀποστόλων γινόμενα.
[*](10)“ Καὶ ἐπηρώτησαν αὐτὸν,” φήσι, “ λέγοντες· τι οὖν οἱ γραμμα- “ τεῖς λέγουσιν, ὅτι Ἠλίας δεῖ ἐλθεῖν πρῶτον; καὶ πόθεν τοῦτο ἔλεγον οἱ γραμματεῖς; ἐκράτει μὲν ὁ λόγος οὗτος καὶ περιεφέρετο· ὡσαύτως δὲ, καὶ περὶ τοῦ Χριστοῦ· οὐχ ὡς ἐχρῆν δὲ πη ἐκείνων ἑρμηνευόμενος. αἱ μὲν γὰρ γραφαὶ, δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας· ταύτην τὴν γεγενημένην καὶ τὴν μέλλουσαν· καὶ ταύτας δηλῶν ὁ Παῦλος, ἔ λέγεν, “ ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ “ ἡ σωτήριος.” καὶ πάλιν· “ προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα “ καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν “ Ἰησοῦ Χριστοῦ.” καὶ οἱ προφῆται δὲ, ἑκατέρας μέμνηνται· τῆς μέντοι δευτέρας πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι· τῆς δὲ
Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταὶ; ἐκ τοῦ ἤδη προειρηκέναι αὐτοῖς, ὅτι αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἀλλὰ μηδεὶς θορυβηθῇ, μὴ δὲ πεπλανῆσθαι νομίσῃ τὸν λόγον· εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη· πάντα γὰρ ἀληθῆ εἶπεν· ὅτε μὲν γάρ φησιν ὅτι Ἠλίας ἔρχεται, καὶ ἀποκαταστήσει πάντα· αὐτὸν τὸν Ἠλίαν λέγει, καὶ τὴν τῶν Ἰουδαίων τότε ἐπιστροφὴν ἐσομένην· ὅτ’ ἃν δὲ εἴπῃ ὁ μέλλων ἔρχεσθαι, τὰ κατὰ τὸν τρόπον τῆς διακονίας, τὸν Ἰωάννην Ἠλίαν καλεῖ· διὸ καὶ ἐπήγαγεν· “ ὅτι “ ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν, ἀλλ’ ἐποίησαν εἰς αὐτὸν, πάντα “ ὅσα ἠθέλησαν. ποῖα ταῦτα; ὅτι ἐνέβαλον εἰς δεσμωτήριον· ὅτι ὕβρισαν· ὅτι ἀπέκτειναν· ὅτι ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. εὐκαίρως δὲ αὐτοὺς ἀναμιμνήσκει λοιπὸν, καὶ περὶ τοῦ ἰδίου πάθους ἀπὸ τοῦ πάθους Ἰωάννου, πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν· φησὶ γὰρ αὐτοῖς, “ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει “ πάσχειν ὑπ’ αὐτῶν· οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐκ τοῦ
Περὶ τοῦ σεληνιαζομένου.
[*](14)“ Προσῆλθε δὲ τῷ Χριστῷ, ἄνθρωπος,” φησὶ, “ γονυπετῶν αὐτὸν, “ καὶ λέγων· ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς “ ἔχει,” καὶ τὰ ἑξῆς· σφόδρα φαίνεται κατὰ πίστιν ἀσθενῶν ὁ τοῦ σεληνιαζομένου πατήρ· πρῶτον μὲν, ἐκ τοῦ εἰπεῖν τὸν Χριστὸν, ὅτι τῶ πιστεύοντι πάντα δυνατά· ἔπειτα, καὶ ἐκ τοῦ εἰπεῖν αὐτὸν προσελθόντα, “ βοήθει μοι τῇ ἀπιστίᾳ, καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τῷ κυρίῳ· “ εἰ δύνασαι βοήθησον. ἀλλ’ ἴσως ἐρεῖ τις, καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία τοῦ ἀνθρώπου τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, διὰ τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς, ὅτι δυνατὸν αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων, μετὰ πίστεως θεραπεῦσαι πολλάκις· ὥσπερ γὰρ τῷ προσερχομένῳ ἡ πίστις ἴσχυσεν πολλάκις τὴν ἴασιν τῶν παθῶν καὶ παρὰ τῶν ἐλαττόνων λαβεῖν, ὡς ἐπὶ τοῦ Κορνηλίου· οὕτω τῶν τοιούτων πολλάκις σημείων ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυματουργῆσαι· ὡς ἐπὶ τοῦ Ἐλισσαίου· ὅτι οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη· χρὴ δὲ γινώσκειν, ὅτι οὐ πάντες οἱ μαθηταὶ ἠσθένησαν τῇ πίστει δὲ νῦν· καὶ γὰρ οἱ στῦλοι οὐκ ἦσαν ἐκεῖ.
[*](17)Διὰ τί εἶπεν, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη;” ἐπειδὴ ὁ ἄπιστος ἀνὴρ οὕτως ἐντυγχάνει ἐπὶ τοῦ ὄχλου αὐτῷ κατὰ τῶν μαθητῶν, ὡς μὴ ἰσχυσάντων τὸν υἱὸν αὐτοῦ θεραπεῦσαι· βουλόμενος αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος, καὶ εἰς πρόσωπον μὲν ἐκείνου μόνου, ἵνα μὴ αὐτὸν ἐξαπορήσῃ, οὐ προφέρει τὴν ἀπιστίαν, εἰς πάντας δὲ Ἰουδαίους· καὶ γὰρ εἰκὸς ἦν πολλοὺς τούτων σκανδαλισθῆναι· εἰπὼν δὲ, “ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι ” δείκνυσι πάλιν καὶ ἐκ τούτου ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ὅτι οὐ τὸ k σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βάρος ἐλογίζετο· ἐρωτᾷ δὲ αὐτὸν, “ πόσον χρόνον ἔχει; ” εἰς χρηστὰς ἐλπίδας [*](k τῷ Cod.)
κατ’ ἰδίαν δὲ τὸν Χριστὸν ἐπηρώτησαν οἱ Ἀπόστολοι, διὰ τί οὐκ ἠδυνήθησαν τὸν δαίμονα ἐκβαλεῖν; ἀγωνιῶντες καὶ φοβούμενοι, μήποτε τὴν χάριν ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. καὶ γὰρ ἦσαν λαβόντες ἐξουσίαν τῶν δαιμόνων ἀκαθάρτων· αὐτὸς δὲ εἰπὼν αὐτοῖς, “ ἐὰν ἔχετε πίστιν ὡς κόκκον σινάπεως,” καὶ τὰ ἑξῆς, καὶ περὶ τῆς τῶν σημείων πίστεως εἶπεν· σινάπεως δὲ μέμνηται, [*](k πολλὴν Cod.)
Περὶ τῶν αἰτούντων τὸ δίδραχμα.
Τίνος ἕνεκεν οἱ τὰ δίδραχμα1 λαμβάνοντες, αὐτῷ μὲν οὐκ ἐτόλμησαν προσελθεῖν, ἀλλὰ τῷ Πέτρῳ, καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀλλ’ ἐπιεικέστερον ; οὐδὲ γὰρ ἐγκαλοῦντες, ἀλλ’ ἐρωτῶντες ἔλεγον· “ ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ “ τὰ δίδραχμα m ” ἐπειδὴ εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ’ ὥσπερ ἀνθρώπου ἔκειντο· πλὴν ἀπένεμον αὐτῷ τινὰ αἰδῶ καὶ τιμὴν, διὰ τὰ προλαβόντα σημεῖα· τίνα δέ ἐστι ταῦτα τὰ δίδραχμα n; ὅτε τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἀπέκτεινεν ὁ Θεὸς, τότε τὴν Λευῒ φυλὴν ἀντ’ αὐτῶν ἔλαβον· εἶτα ἐπειδὴ τῶν παρὰ Ἰουδαίοις πρωτοτόκων ἐλάττων ὁ τῆς φυλῆς ἀριθμὸς ἦν, ἀντὶ τῶν λειπόντων εἰς τὸν ἀριθμὸν σίκλον ἐκέλευσεν εἰσενεχθῆναι· καὶ ἄλλως δὲ, ἐξ ἐκείνου ἔθος ἐκράτησεν τὰ πρωτότοκα τὸν φόρον τοῦτον εἰσφέρειν· ἐπεὶ οὖν πρωτότοκος ἦν ὁ Χριστὸς, ἐδόκει δὲ τῶν μαθητῶν πρῶτος εἶναι ὁ Πέτρος, αὐτῷ προσέρχονται· καὶ γὰρ ὡς ἔμοιγε δοκεῖ, κατὰ πόλιν ἑκάστην ἀπῄτουν· διὸ καὶ ἐν τῇ πατρίδι αὐτοῦ, τουτέστιν εἰς Καπερναοὺμ, προσῆλθον αὐτῷ· αὕτη γὰρ αὐτοῦ εἶναι ἐνομίζετο. οὐκ εἶπεν δὲ τῷ Χριστῷ ὁ Πέτρος πρῶτος περὶ τούτων· ἐπειδὴ ἠρυθρία περὶ τοιούτων αὐτῷ διαλεχθῆναι· διὸ ὁ ἡμέτερος δεσπότης, καὶ πάντα σαφῶς εἰδὼς, προλαβὼν φησὶ πρὸς αὐτὸν, “ τί σοι δοκεῖ Σίμων; οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ “ τίνων λαμβόνουσι τέλη ἢ κῆνσον,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοῦτο ἦν· ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον· εἰ γὰρ οἱ βασιλεῖς τῆς γῆς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ περὶ τῶν ἀρχομένων, πολλῷ μᾶλλον ἀπηλλάχθαι ἐμὲ δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με Υἱὸν καὶ βασιλέα. κελεύει δὲ τοῦ ἐν τῷ ἰχθύι· εὑρισκόμενον στατῆρα, δοθῆναι ἀντ’ αὐτοῦ καὶ ἐκείνου· τὸ μὲν, ἵνα μὴ ἐκεῖνοι σκανδαλισθῶσιν· τὸ δὲ, ἵνα μὴ οὗτος· οὐ γὰρ ὡς χρεωστῶν δίδωσιν, ἀλλ’ ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος· ὅμως οὔτε παραι- τεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι· ἀλλὰ πρότερον δεί- [*](1 δίδραγμα Cod. m δίδραγμα Cod. n δίδραγμα Cod.)
Περὶ τῶν ἐπερωτησάντων τίς μείζων.
[*](1)Διὰ τί φησιν “ ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ “ Ἰησοῦ λέγοντες τίς ἄρα μεῖζον ἐστίν ” ἐπειδὴ ἔπαθόν τι ἀνθρώπινον ἰδόντες τὸν Πέτρον προτιμηθέντα· καὶ γὰρ καὶ εἷς καὶ τῶν δύο, Ἰακώβου λέγω καὶ Ἰωάννου, πρωτότοκος ἦν, ἀλλ’ οὐδαμῶς τί τοιοῦτον ἐποίησεν ὑπὲρ αὐτῶν· αἰσχυνόμενοι οὖν τὸ πάθος ὁμολογῆσαι ὅπερ ἔπαθον, φανερῶς μὲν οὐ λέγουσιν· ὅτι διὰ τὸν Πέτρον ἡμῶν προετίμησεν, καὶ εἰ μείζων ἐστιν ἡμῶν; ἀδιορίστως δὲ ἐρωτῶσιν, “ τίς ἄρα μείζων ἐστίν;” ὅτε μὲν γὰρ τοὺς τρεῖς εἶδον προτιμωμένους, οὐδὲν τοιοῦτον ἔπαθον· ὅτε δὲ εἰς τὸν ἕνα περιέστη τὸ τῆς τιμῆς, τότε ἤλγησαν· οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ’ οὖν καὶ τὰς κλεῖς ἔλαβεν· καὶ ὅτι ἐμακαρίσθη, καὶ διὰ τὴν ἄλλην δὲ αὐτοῦ παρρησίαν τὴν πολλὴν παρεκνίζοντο· αὐτὸς δὲ στήσας παιδίον ἐν μέσῳ αὐτῶν εἶπεν αὐτοῖς· “ ἐὰν μὴ στραφῆτε, “ καὶ γένησθε ὡς τὰ παιδία,” καὶ τὰ ἑξῆς· ὅπερ δηλοῖ πάντων [*](ο ἀγαγην Cod.)
Τὸ δὲ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐπὶ τῷ ὀνόματι μου, ἐμὲ δέχεται,” τοῦτο σημαίνει, ὅτι οὐ μόνον τὸ τοιούτους γενέσθαι μισθὸν προξενεῖ, ἀλλὰ καὶ τὸ ἑτέρους τιμῆσαι τοιούτους δι’ ἐμὲ, ἕνεκεν τῆς εἰς ἐκείνους τιμῆς, βασιλείαν ὑμῖν ὁρίζει τὴν ἀμοιβήν· παιδίον γὰρ καὶ ἐνταῦθα, τοὺς ἀνθρώπους τοὺς οὕτως διὰ Θεὸν γενομένους ἀφελεῖς λέγει· τοὺς ταπεινοὺς καὶ ἀπεριμμένους παρὰ τοῖς πολλοῖς καὶ εὐκαταφρονήτοις, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι “ ἐμὲ φησὶ δέχεται,” ὁ τὸν τοιοῦτον δεχόμενος. ὥσπερ δὲ τιμὴν καὶ βασιλείαν ὥρισεν τοῖς τιμῶσι τοὺς τοιούτους, οὕτως καὶ κόλασιν τοῖς σκανδαλίζουσιν, ἤγουν ἀτιμάζουσιν, ἕνα τῶν τοιούτων, ὥστε μύλον κρεμασθῆναι εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν· τὸ δὲ “ συμφέρει,” προσκεῖται, δεικνὺς ὅτι καὶ τούτου χαλεπωτέραν ὑποστήσονται κόλασιν οἱ τοιοῦτοι· “ Οὐαί,” φησι, “ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· “ ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· πλὴν, οὐαὶ τῷ ἀνθρώπῳ, δι’ “ οὗ τὸ σκάνδαλον ἔρχεται.” διεγείρων καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγορέναι παρασκευάζων· ἀπὸ πολλῆς γὰρ ἡμερότητος καὶ τοῦτο ποιεῖ, ἀλλὰ καὶ διορθούμενος, ἵνα καὶ τῷ θρήνῳ καὶ τῇ προρρήσει αὐτοὺς ἀνακτήσηται· πολλοὶ γὰρ πολλάκις, συμβουλευθέντες μὲν, οὐδὲν ὠφελήθησαν· θρηνηθέντες δὲ ἀνήνεγκαν· καὶ εἰ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὸ ἀνθαίρετον τῆς ἐξουσίας τῆς ἐλευθερίας ἀνεῖλεν· οὐ δὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον ταῦτα φησὶν, ἀλλὰ πάντως τὸ ἐσόμενον ὑπὸ τῶν πονηρῶν ἀνθρώπων προλέγει· σκάνδαλα καλῶν, τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ· οὐ τοίνυν ἡ πρόρρησις αὐτοῦ τὰ σκάνδαλα· ἄπαγε· οὐ δὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ’ ἐπειδὴ ἔμελλε πάντως ἔσεσθαι, διὰ τοῦτο προεῖπεν, ὡς προγινώσκων πάντα.
Εἰπὼν δὲ ὅτι “ ἐὰν ἡ χείρ σου ἡ ὁ ποὺς σου, ἣ ὁ ὀφθαλμός