Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἐπερωτησάντων τίς μείζων.
[*](1)Διὰ τί φησιν “ ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ “ Ἰησοῦ λέγοντες τίς ἄρα μεῖζον ἐστίν ” ἐπειδὴ ἔπαθόν τι ἀνθρώπινον ἰδόντες τὸν Πέτρον προτιμηθέντα· καὶ γὰρ καὶ εἷς καὶ τῶν δύο, Ἰακώβου λέγω καὶ Ἰωάννου, πρωτότοκος ἦν, ἀλλ’ οὐδαμῶς τί τοιοῦτον ἐποίησεν ὑπὲρ αὐτῶν· αἰσχυνόμενοι οὖν τὸ πάθος ὁμολογῆσαι ὅπερ ἔπαθον, φανερῶς μὲν οὐ λέγουσιν· ὅτι διὰ τὸν Πέτρον ἡμῶν προετίμησεν, καὶ εἰ μείζων ἐστιν ἡμῶν; ἀδιορίστως δὲ ἐρωτῶσιν, “ τίς ἄρα μείζων ἐστίν;” ὅτε μὲν γὰρ τοὺς τρεῖς εἶδον προτιμωμένους, οὐδὲν τοιοῦτον ἔπαθον· ὅτε δὲ εἰς τὸν ἕνα περιέστη τὸ τῆς τιμῆς, τότε ἤλγησαν· οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ’ οὖν καὶ τὰς κλεῖς ἔλαβεν· καὶ ὅτι ἐμακαρίσθη, καὶ διὰ τὴν ἄλλην δὲ αὐτοῦ παρρησίαν τὴν πολλὴν παρεκνίζοντο· αὐτὸς δὲ στήσας παιδίον ἐν μέσῳ αὐτῶν εἶπεν αὐτοῖς· “ ἐὰν μὴ στραφῆτε, “ καὶ γένησθε ὡς τὰ παιδία,” καὶ τὰ ἑξῆς· ὅπερ δηλοῖ πάντων [*](ο ἀγαγην Cod.)
Τὸ δὲ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐπὶ τῷ ὀνόματι μου, ἐμὲ δέχεται,” τοῦτο σημαίνει, ὅτι οὐ μόνον τὸ τοιούτους γενέσθαι μισθὸν προξενεῖ, ἀλλὰ καὶ τὸ ἑτέρους τιμῆσαι τοιούτους δι’ ἐμὲ, ἕνεκεν τῆς εἰς ἐκείνους τιμῆς, βασιλείαν ὑμῖν ὁρίζει τὴν ἀμοιβήν· παιδίον γὰρ καὶ ἐνταῦθα, τοὺς ἀνθρώπους τοὺς οὕτως διὰ Θεὸν γενομένους ἀφελεῖς λέγει· τοὺς ταπεινοὺς καὶ ἀπεριμμένους παρὰ τοῖς πολλοῖς καὶ εὐκαταφρονήτοις, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι “ ἐμὲ φησὶ δέχεται,” ὁ τὸν τοιοῦτον δεχόμενος. ὥσπερ δὲ τιμὴν καὶ βασιλείαν ὥρισεν τοῖς τιμῶσι τοὺς τοιούτους, οὕτως καὶ κόλασιν τοῖς σκανδαλίζουσιν, ἤγουν ἀτιμάζουσιν, ἕνα τῶν τοιούτων, ὥστε μύλον κρεμασθῆναι εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν· τὸ δὲ “ συμφέρει,” προσκεῖται, δεικνὺς ὅτι καὶ τούτου χαλεπωτέραν ὑποστήσονται κόλασιν οἱ τοιοῦτοι· “ Οὐαί,” φησι, “ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· “ ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· πλὴν, οὐαὶ τῷ ἀνθρώπῳ, δι’ “ οὗ τὸ σκάνδαλον ἔρχεται.” διεγείρων καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγορέναι παρασκευάζων· ἀπὸ πολλῆς γὰρ ἡμερότητος καὶ τοῦτο ποιεῖ, ἀλλὰ καὶ διορθούμενος, ἵνα καὶ τῷ θρήνῳ καὶ τῇ προρρήσει αὐτοὺς ἀνακτήσηται· πολλοὶ γὰρ πολλάκις, συμβουλευθέντες μὲν, οὐδὲν ὠφελήθησαν· θρηνηθέντες δὲ ἀνήνεγκαν· καὶ εἰ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὸ ἀνθαίρετον τῆς ἐξουσίας τῆς ἐλευθερίας ἀνεῖλεν· οὐ δὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον ταῦτα φησὶν, ἀλλὰ πάντως τὸ ἐσόμενον ὑπὸ τῶν πονηρῶν ἀνθρώπων προλέγει· σκάνδαλα καλῶν, τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ· οὐ τοίνυν ἡ πρόρρησις αὐτοῦ τὰ σκάνδαλα· ἄπαγε· οὐ δὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ’ ἐπειδὴ ἔμελλε πάντως ἔσεσθαι, διὰ τοῦτο προεῖπεν, ὡς προγινώσκων πάντα.
Εἰπὼν δὲ ὅτι “ ἐὰν ἡ χείρ σου ἡ ὁ ποὺς σου, ἣ ὁ ὀφθαλμός