Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν αἰτούντων τὸ δίδραχμα.

Τίνος ἕνεκεν οἱ τὰ δίδραχμα1 λαμβάνοντες, αὐτῷ μὲν οὐκ ἐτόλμησαν προσελθεῖν, ἀλλὰ τῷ Πέτρῳ, καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀλλ’ ἐπιεικέστερον ; οὐδὲ γὰρ ἐγκαλοῦντες, ἀλλ’ ἐρωτῶντες ἔλεγον· “ ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ “ τὰ δίδραχμα m ” ἐπειδὴ εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ’ ὥσπερ ἀνθρώπου ἔκειντο· πλὴν ἀπένεμον αὐτῷ τινὰ αἰδῶ καὶ τιμὴν, διὰ τὰ προλαβόντα σημεῖα· τίνα δέ ἐστι ταῦτα τὰ δίδραχμα n; ὅτε τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἀπέκτεινεν ὁ Θεὸς, τότε τὴν Λευῒ φυλὴν ἀντ’ αὐτῶν ἔλαβον· εἶτα ἐπειδὴ τῶν παρὰ Ἰουδαίοις πρωτοτόκων ἐλάττων ὁ τῆς φυλῆς ἀριθμὸς ἦν, ἀντὶ τῶν λειπόντων εἰς τὸν ἀριθμὸν σίκλον ἐκέλευσεν εἰσενεχθῆναι· καὶ ἄλλως δὲ, ἐξ ἐκείνου ἔθος ἐκράτησεν τὰ πρωτότοκα τὸν φόρον τοῦτον εἰσφέρειν· ἐπεὶ οὖν πρωτότοκος ἦν ὁ Χριστὸς, ἐδόκει δὲ τῶν μαθητῶν πρῶτος εἶναι ὁ Πέτρος, αὐτῷ προσέρχονται· καὶ γὰρ ὡς ἔμοιγε δοκεῖ, κατὰ πόλιν ἑκάστην ἀπῄτουν· διὸ καὶ ἐν τῇ πατρίδι αὐτοῦ, τουτέστιν εἰς Καπερναοὺμ, προσῆλθον αὐτῷ· αὕτη γὰρ αὐτοῦ εἶναι ἐνομίζετο. οὐκ εἶπεν δὲ τῷ Χριστῷ ὁ Πέτρος πρῶτος περὶ τούτων· ἐπειδὴ ἠρυθρία περὶ τοιούτων αὐτῷ διαλεχθῆναι· διὸ ὁ ἡμέτερος δεσπότης, καὶ πάντα σαφῶς εἰδὼς, προλαβὼν φησὶ πρὸς αὐτὸν, “ τί σοι δοκεῖ Σίμων; οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ “ τίνων λαμβόνουσι τέλη ἢ κῆνσον,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοῦτο ἦν· ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον· εἰ γὰρ οἱ βασιλεῖς τῆς γῆς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ περὶ τῶν ἀρχομένων, πολλῷ μᾶλλον ἀπηλλάχθαι ἐμὲ δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με Υἱὸν καὶ βασιλέα. κελεύει δὲ τοῦ ἐν τῷ ἰχθύι· εὑρισκόμενον στατῆρα, δοθῆναι ἀντ’ αὐτοῦ καὶ ἐκείνου· τὸ μὲν, ἵνα μὴ ἐκεῖνοι σκανδαλισθῶσιν· τὸ δὲ, ἵνα μὴ οὗτος· οὐ γὰρ ὡς χρεωστῶν δίδωσιν, ἀλλ’ ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος· ὅμως οὔτε παραι- τεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι· ἀλλὰ πρότερον δεί- [*](1 δίδραγμα Cod. m δίδραγμα Cod. n δίδραγμα Cod.)

143
ξας ἑαυτὸν οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσιν· ἀλλαχοῦ καταφρονεῖν τῶν σκανδαλιζομένων ἔφη, ὅτε περὶ βρωμάτων διελέγετο· διδάσκων ἡμᾶς εἰδέναι καιροὺς, καθ’ οὓς δεῖ φροντίζειν τῶν σκαν- δαλιζομένων, καθ’ οὓς δεῖ καταφρονεῖν, ὅτ᾿ ἃν μηδὲν βλάπτῃ πρὸς εὐσέβειαν τὸ γινόμενον· ἀλλὰ καὶ φόρον διδόναι καὶ πάντα ποιεῖν· οὐκ ἐξ ἀποκειμένων δίδωσι δὲ, ἵνα ἐκ τούτου δείξῃ, Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι τῆς θαλάσσης κρατεῖ· ἔδειξε μὲν γὰρ ἤδη καὶ ἐπιτιμήσας αὐτῇ, καὶ τὸν Πέτρον τοῦτον αὐτὸν κελεύσας ἐπιβῆναι τῶν κυμάτων· δείκνυσι δὲ καὶ τοῦτο αὐτό· οὐ γὰρ μικρὸν ἦν ἀπὸ τοῦ βυθοῦ ἐκείνου, καὶ προειπεῖν ὅτι καὶ πρῶτος ἐμπεσεῖται ὁ ἰχθὺς, δι’ οὗ ὁ φόρος δοθήσεται· καὶ ὅτι ὥσπερ ἄγκιστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἐκπέμψαντα αὐτοῦ τὸ πρόσταγμα, ἀγαγεῖν o τὸν κομίζοντα τὸν στατῆρα· ἀντὶ “ ἐμοῦ “ δὲ καὶ σοῦ” εἶπεν· τοῦτο μὲν, ἐπειδὴ καὶ αὐτὸς πρωτότοκος ἦν· τοῦτο δὲ, καὶ τιμῶν αὐτόν.