Περὶ τοῦ σεληνιαζομένου.
[*](14)“ Προσῆλθε δὲ τῷ Χριστῷ, ἄνθρωπος,” φησὶ, “ γονυπετῶν αὐτὸν, “ καὶ λέγων· ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς “ ἔχει,” καὶ τὰ ἑξῆς· σφόδρα φαίνεται κατὰ πίστιν ἀσθενῶν ὁ τοῦ σεληνιαζομένου πατήρ· πρῶτον μὲν, ἐκ τοῦ εἰπεῖν τὸν Χριστὸν, ὅτι τῶ πιστεύοντι πάντα δυνατά· ἔπειτα, καὶ ἐκ τοῦ εἰπεῖν αὐτὸν προσελθόντα, “ βοήθει μοι τῇ ἀπιστίᾳ, καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τῷ κυρίῳ· “ εἰ δύνασαι βοήθησον. ἀλλ’ ἴσως ἐρεῖ τις, καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία τοῦ ἀνθρώπου τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, διὰ τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς, ὅτι δυνατὸν αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων, μετὰ πίστεως θεραπεῦσαι πολλάκις· ὥσπερ γὰρ τῷ προσερχομένῳ ἡ πίστις ἴσχυσεν πολλάκις τὴν ἴασιν τῶν παθῶν καὶ παρὰ τῶν ἐλαττόνων λαβεῖν, ὡς ἐπὶ τοῦ Κορνηλίου· οὕτω τῶν τοιούτων πολλάκις σημείων ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυματουργῆσαι· ὡς ἐπὶ τοῦ Ἐλισσαίου· ὅτι οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη· χρὴ δὲ γινώσκειν, ὅτι οὐ πάντες οἱ μαθηταὶ ἠσθένησαν τῇ πίστει δὲ νῦν· καὶ γὰρ οἱ στῦλοι οὐκ ἦσαν ἐκεῖ.
[*](17)Διὰ τί εἶπεν, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη;” ἐπειδὴ ὁ ἄπιστος ἀνὴρ οὕτως ἐντυγχάνει ἐπὶ τοῦ ὄχλου αὐτῷ κατὰ τῶν μαθητῶν, ὡς μὴ ἰσχυσάντων τὸν υἱὸν αὐτοῦ θεραπεῦσαι· βουλόμενος αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος, καὶ εἰς πρόσωπον μὲν ἐκείνου μόνου, ἵνα μὴ αὐτὸν ἐξαπορήσῃ, οὐ προφέρει τὴν ἀπιστίαν, εἰς πάντας δὲ Ἰουδαίους· καὶ γὰρ εἰκὸς ἦν πολλοὺς τούτων σκανδαλισθῆναι· εἰπὼν δὲ, “ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι ” δείκνυσι πάλιν καὶ ἐκ τούτου ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ὅτι οὐ τὸ k σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βάρος ἐλογίζετο· ἐρωτᾷ δὲ αὐτὸν, “ πόσον χρόνον ἔχει; ” εἰς χρηστὰς ἐλπίδας [*](k τῷ Cod.)
140
αὐτὸν ἄγων· ἀφίησι δὲ αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν· καὶ γὰρ ἰδὼν τὸν ὄχλον συναγόμενον, εὐθέως ἐπετίμησεν αὐτῷ, ἀλλὰ καὶ τοῦτο διὰ τὸν πατέρα ποίει, ἵνα ἰδὼν θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ βληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ μέλλοντος γίνεσθαι θαύματος· εἶπε δὲ αὐτῷ· “ εἰ “ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι·” πάλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα· ὅτι περ, φησὶ, τοσαύτη παρ’ ἐμοὶ δυνάμεως ἐστὶ περιουσία, ὥστε ἐὰν πιστεύσῃ ὡς δεῖ, καὶ αὐτὸς δύνασαι αὐτὸν θεραπεῦσαι, καὶ τοῦτον, καὶ ἑτέρους πολλούς. χρὴ τοίνυν σκοπεῖν ἡμᾶς, οὐ μόνον ὅτι τοῦ δαίμονος ἀπήλλαξαι τὸν πάσχοντα, ἀλλὰ καὶ ὅσην εἰς αὐτὸν πρόνοιαν ὡς φιλάνθρωπος ἐπεδείκνυτο ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ’ οὗ εἰς αὐτὸν τὸ δαιμόνιον εἰσελήλυθεν· καὶ γὰρ εἰ μὴ ἔκτοτε προνοίας αὐτοῦ ὁ πάσχων ἀπήλαυνεν, πάλαι ἃν ἀπολώλει· “ καὶ γὰρ εἰς πῦρ αὐτὸν ἐνέβαλε,” φησί· “ καὶ εἰς ὕδωρ· ὁ δὲ ταῦτα ποιῶν δαίμων, καὶ ἀνεῖλεν ἂν παντελῶς, εἰ μὴ ἐν τῇ τοσαύτῃ μανίᾳ, πολὺν k ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ καὶ ἐπ’ ἐκείνων τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων γυμνῶν, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. οὐ δεῖ δὲ ὑμᾶς θορυβεῖσθαι, εἰ σεληνιαζόμενον αὐτὸν καλεῖ· τοῦ γὰρ πατρὸς τοῦ δαιμονῶντος ἐστὶν ἡ φωνή· εἰ δὲ καὶ ὁ Εὐαγγελιστής φησιν, ὅτι σεληνιαζομένους πολλοὺς ἐθεράπευσεν· ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας τοῦτο λέγει· οἱ γὰρ δαίμονες, ἐπὶ διαβολῇ τοῦ στοιχείου τούτου, ποτὲ μὲν ἐπιτιθέντες τοῖς ὑπ’ αὐτῷ κεκρατημένοις ἀνθρώποις, ποτὲ δὲ ἀνιᾶσιν αὐτοὺς κατὰ τοὺς τῆς ἐκείνης δρόμους· οὐχ ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε, ἀλλ’ αὐτῶν τοῦτο κακουργούντων εἰς τὴν τοῦ στοιχείου διαβολήν· διὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησεν δόξα, καὶ οὕτως τοὺς τοιούτους καλοῦσι δαίμονας ἀπατώμενοι· οὐδὲ γὰρ ἦν τοῦτο ἀληθές.
κατ’ ἰδίαν δὲ τὸν Χριστὸν ἐπηρώτησαν οἱ Ἀπόστολοι, διὰ τί οὐκ ἠδυνήθησαν τὸν δαίμονα ἐκβαλεῖν; ἀγωνιῶντες καὶ φοβούμενοι, μήποτε τὴν χάριν ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. καὶ γὰρ ἦσαν λαβόντες ἐξουσίαν τῶν δαιμόνων ἀκαθάρτων· αὐτὸς δὲ εἰπὼν αὐτοῖς, “ ἐὰν ἔχετε πίστιν ὡς κόκκον σινάπεως,” καὶ τὰ ἑξῆς, καὶ περὶ τῆς τῶν σημείων πίστεως εἶπεν· σινάπεως δὲ μέμνηται, [*](k πολλὴν Cod.)
141
τὸν ἄφατον αὐτοῦ δηλῶν δύναμιν· εἰ γὰρ τῶν ὄγκων μικρὸν εἶναι δοκεῖ, ἀλλὰ τῇ δυνάμει πάντων τῶν σπερμάτων ἐστὶ σφοδρότερον· δεικνὺς τοίνυν, ὅτι τὸ ἐλάχιστον τῆς γνησίας πίστεως, μέγαλα δύναται· διὰ τοῦτο ἐμνήσθη τῆς σινάπεως, καὶ οὐδὲ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ ὄρος προσέθηκε· καὶ περαιτέρω προέβη· οὐδὲν γάρ, φησιν, ἀδυνατήσει ὑμῖν. εἰ δὲ λέγοι τίς, ποῦ ὄρος μετέθηκαν; ἐκεῖνο 1 μανθανέτω, ὅτι τῷ πολλῷ μεῖζον ἐποίησαν· νεκροὺς γὰρ ἀνέστησαν μυρίους· οὐκ ἔστι δὲ ὅμοιον ὄρος μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι· λέγονται δὲ μετ’ ἐκείνους, ἅγιοι τινὲς ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη, χρείας καλεσάσης, μεταθεῖναι· εἰκὸς δὲ καὶ τοῦτο γενέσθαι ὑπὸ τῶν Ἀποστόλων, καὶ μὴ γέγραφθαι· οὐδὲ γὰρ πάντα, ἃ ἐθαυματούργησαν, ἐγράφη. εἰπὼν δὲ “ ὅτι τοῦτο τὸ γένος οὐκ ἐκπο- “ ρεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ,” περὶ πάντων τῶν δαιμόνων λέγει· οὐ περὶ τῶν νομιζομένων σεληνιάζεσθαι μόνον· καὶ γὰρ ἀδύνατον, τρυφὴ συζῶντα τινὰ ποτὲ, ἀπαλλαγῆναι τῆς μανιάς ταύτης· χρήζει γὰρ μάλιστα τῆς νηστείας, ὁ τὰ τοιαῦτα νοσῶν· διόπερ ἡ νηστεία φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἀγγέλους ἐξ ἀνθρώπων κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνάμεσι, τοῖς δαίμοσι λέγω, πυκτεύειν ποιεῖ· ἀλλ’ οὐ καθ’ ἑαυτὴν οὖσα· δεῖ γὰρ καὶ εὐχῆς, καὶ ἐπιτεταμένης εὐχῆς καὶ ἐλεημοσύνης· ἵνα δὲ μὴ λέγωσιν οἱ Ἀπόστολοι τῷ Χριστῷ, τίνος ἕνεκεν ἐν τῇ Γαλιλαίᾳ διατριβόμενος διηνεκῶς; διὰ τοῦτο ἀναστρεφομένων αὐτῶν ἐκεῖ, εἶπεν αὐτοῖς· “ ὅτι μέλλει ὁ υἱὸς “ τοῦ ἀνθρώπου παραδίδοσθαι, καὶ τὰ ἑξῆς· καὶ γὰρ περὶ τοῦ πάθους ἀκούοντες, οὐδὲ ἰδεῖν τὰ Ἱεροσόλυμα ἐβούλοντο· ὅθεν καὶ “ ἐλυπήθησαν· καὶ οὐδὲ ἁπλῶς ἐλυπήθησαν, ἀλλὰ καὶ “ σφόδρα.” ἐγένετο δὲ τοῦτο, διὰ τὸ ἀγνοεῖν τῶν λεγομένων τὴν δύναμιν, καθὼς ὁ Μάρκος φησίν· οὐδὲ γὰρ ᾔδεσαν τί ποτε ἦν οὗτος ὁ θάνατος, καὶ ὅτι μυρία ἐργάσεται ἀγαθά· οὐδὲ τί ποτέ ἐστιν ἡ ἀνάστασις αὕτη, ἀλλ’ ἠγνόουν· διὸ ἤλγουν, καὶ σφόδρα ἀντείχονται τοῦ διδασκάλου.
[*](1 ἐκείνῳ Cod.)142