Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ.
[*](1)“Τότε,” φησὶν, “προσέρχονται πρὸς αὐτὸν οἱ ἀπὸ Ἱεροσο- “λυμῶν γραμματεῖς καὶ Φαρισαῖοι·” τίνος ἕνεκεν τῆς πόλεως ἐμνημόνευσεν; ἐπειδὴ πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, ἀλλ’ οἱ τὰ Ἱεροσόλυμα, ἤγουν τὴν μητρόπολιν οἰκοῦντες, πονηρότεροι τῶν ἄλλων ἤσαν, ὡς πλείονος ἀπολαύοντες τιμῆς· ὅθεν καὶ μείζονα τῦφον ἐκέκτηντο· τὸν καιρὸν δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, εἰπὼν “τότε,” ἵνα δείξῃ τὴν ἄφατον αὐτῶν πονηρίαν· ὅτι ἰδόντες ἐκ μόνης τῆς ἁφῆς τοῦ κρασπέδου τοὺς ἀρρώστους θεραπευθέντας, οὐδὲ οὕτως τῆς πονηρίας ἐπαύσαντο· ἀλλ’ ἐρωτῶντες εἰς μέσον προφέρουσιν, οὐ παράβασιν νόμου Μωϋσέως, ἀλλὰ τὴν τῶν πρεσβυτέρων παράδοσιν, εἰς οἰκείαν αὐτῶν τε κἀκείνων κατάκρισιν· καὶ γὰρ τοῦ Μωϋσέως μετὰ πολλῆς τῆς ἀπειλῆς προστάξαντος, ὥστε μὴ προσθεῖναι μήτε ἀφελεῖν, αὐτοὶ προσετίθουν· οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν· τὸ βαπτίζειν ποτήριον καὶ χαλκεῖον, τὸ δὲ αὐτοὺς βάπτ’ ἵζεσθαι· τοῦτο δὲ ἐποίουν, φοβερώτεροι εἶναι βουλόμενοι· ὡς δὴ καὶ αὐτοὶ νομοθέται· εἰς τοσοῦτον δὲ προῆλθον παρανομίας, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι, τὰς δὲ θείας παραγράφεσθαι· διὰ τοῦτο δὲ αὐτῷ περὶ τούτου διαλέγονται, εἰς ὀργὴν αὐτὸν κινῆσαι βουλόμενοι· ἴνα εἴπερ ἐξουδενώσει τοὺς πρεσβυτέρους, κατηγορήσωσιν αὐτοῦ· ἤσθιον δὲ ἀνίπτοις χερσὶν οἱ Ἀπόστολοι· οὐκ ἐπιτηδεύοντες τοῦτο, ἀλλ’ ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγκαίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτοντες νόμον ἔχοντες, ἀλλ’ ὡς ἔτυχεν ἑκάτερον ποιοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν. οὐ λέγει δὲ ὁ Χριστὸς, οὔτε ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ θρασυτέρους ἐργάσηται, οὔτε πάλιν κακίζει τὸ ὑπὸ τῶν Ἀποστόλων γινόμενον· ἵνα μὴ τὸν τῶν πρεσβυτέρων ὡς παρανόμων· ἵνα μὴ ὡς λοίδορον καὶ ὑβριστὴν
Τί ἐστιν, ὃς ἃν εἴπῃ τῷ πατρὶ ἣ τῇ μητρὶ δῶρον, ὃ ἐὰν ἐξ “ἐμοῦ ὠφεληθῇς, καὶ οὐ τιμήσῃ τὸν πατέρα ἑαυτοῦ;” ἐπαίδευσαν τοὺς νέους, εὐσεβείας σχήματι, καταφρονεῖν τῶν γονέων· οἷον, εἴτις εἶπεν τῷ ἰδίῳ υἱῷ· δός μοι τὸ πρόβατον, ὃ ἔχεις, ἣ τὸν μόσχον, ἣ ἄλλο τι τοιοῦτον, ἔλεγε πρὸς πατέρα, δῶρόν ἐστι τῷ Θεῶ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν· καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο κακόν· οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν· τούς τε γεγενηκότας προφάσει τοῦ Θεοῦ ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγενηκότας· ὅθεν καὶ τὸν προφήτην εἰς μέσον ἄγει, ἄνωθεν προαναφωνοῦντα αὐτῶν τὴν κακίαν· ὅτι τῶν τοῦ Θεοῦ καταφρόνουσι, “διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.” διὸ ἐντρέψας αὐτοὺς, λοιπὸν πρὸς τὸν ὄχλον τρέπει τὸν λόγον· νομοθετῶν, ὅτι “οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, “ἁλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος.”
Ὡριγένουσ. Τὰ τοῖς γονεῦσιν ἐποφειλόμενα ἐκ τῶν υἱῶν ἐνομοθέτουν οἱ Ἰουδαῖοι, δῶρα τῷ Θεῷ προσάγειν, καὶ ἀδικεῖν τοὺς γονεῖς· οὐκ ἁπλῶς δὲ τοὺς ὄχλους προκαλεῖται, ἀλλὰ προσεκτικωτέρους ποιῶν· “ συνίετε γάρ,” φησι, τουτέστι, νοήσατε, καὶ μᾶλλον ἐμοῦ ἀκούετε ἣ τούτοις, τοῖς νόμον παρὰ καιρὸν λύσασι διὰ τῶν ἰδίων παραδόσεων.
Διὰ τι τῶν Ἀποστόλων εἰπόντων, ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν, αὐτὸς εἶπεν, “ ἄφετε αὐτούς ” καὶ γὰρ ἀλλαχοῦ φαίνεται εἰπών· “ ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς·” ἐπειδὴ οἶδεν ποτὲ μὲν δεῖ καταφρονεῖν σκανδάλων, ποτὲ δὲ μὴ καταφρονεῖν· τὸ δὲ “ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν,” εἶπεν, τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρόν ἐμπίπτειν δι’ αὐτούς· διὸ καὶ ἐπήγαγεν· “ τυφλὸς δὲ τυφλὸν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυ- “ νον ἐμπίπτουσιν·” χρὴ δὲ γινώσκειν, ὅτι οὐχ οἱ Φαρισαῖοι μόνον ἐσκανδαλίσθησαν, ἀλλὰ καὶ οἱ Ἀπόστολοι ἐθορυβήθησαν· ἐπειδὴ δὲ οὐκ ἐτόλμων τοῦτο ἐξ οἰκείου προσώπου εἰπεῖν, ἐν τῇ περὶ ἑτέ-
Κυρίλλου Ἀλεξανδρείασ. Ὠριγένουσ. Φυτεῖα ἐστὶν εἰ μὴ ἐκ Θεοῦ, πᾶν τὸ ἔξω Θεοῦ· ὅπερ καὶ ἐκριζωθήσεται· ὁ ταύτῃ ποιούμενος τυφλὸς ἢν.
Θεοδώρου Μομψουεστίασ. Μανιχαῖοι δὲ βουλόμενοι δεικνῦναι τὸν νόμον οὐκ εἶναι τοῦ Πατρὸς τοῦ Χριστοῦ, ταύτῃ κέχρηνται τῇ μαρτυρίᾳ· πλεῖστον ὅσον τῆς ἀληθείας ἀποσφαλέντος· οὐ γὰρ περὶ τῆς κατὰ νόμον λέγει διαγωγῆς, ἀλλὰ τῆς τῶν Φαρισαίων αἱρέσεως, οἳ ταῖς οἰκείαις ἐπινοίαις, πλεῖστα ἐναντία τοὺς πειθομένους αὐτοῖς ἐξεπαίδευον· καθὼς καὶ αὐτὸς ὁ Κύριος ἀνωτέρω φαίνεται σαφῶς ἐλέγχων αὐτούς.
Σευήρου Ἀντιοκείασ Ἀπὸ Λόγου Οθ΄. Φυτείαν ἐκάλεσεν ἠγνοημένην Θεῷ, τὰς παραφυάδας τῶν Φαρισαϊκῶν παραδόσεων· τὰς φιλονείκως καὶ ἀκαίρως ἀπομενούσας τῷ γράμματι, καὶ οὐκ αὐτῶν τὸν νόμον τὸν παρὰ Θεοῦ δοθέντα· μὴ γένοιτο· μὴ γὰρ δὴ τοῦτο τῆς a μυσαρᾶς γλώσσας καὶ θεομάχου οἱ Μανιχαῖοι προστεχνάσθωσαν· ἐπεὶ καὶ διὰ τοῦτο τυφλοὺς ἐκάλεσεν, ὡς τῷ γράμματι τὸν ὀφθαλμὸν προσερείσαντας, καὶ μὴ βουλομένους ἐπὶ τὸ πνεῦμα διαβλέψαι καὶ τὸν ἔνδοθεν νοῦν.
[*](a τὰς Cod.)Περὶ τῆς Χαναναίας.
[*](21)Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Διὰ τι ἀπῆλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος; ὅπως, ἐπειδήπερ τῆς τῶν βρωμάτων παρατηρήσεως τοὺς Ἰουδαίους ἀπήλλαξεν, ἀνοίξῃ καὶ τοῖς ἔθνεσι θύραν, λοιπὸν ὁδῷ προβαίνων· καὶ πρὸ τούτου μὲν, τοῖς Ἀποστόλοις ἐπέταξεν· “ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελ- “ θεῖν καὶ κηρύξαι·” αὐτὸς δὲ νῦν ἀπέρχεται, οὐχ ὡς κήρυξ· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος ἔλεγεν, ὅτι ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν· ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκολουθίας τῶν πραγμάτων ἦν, οὕτως τὸ προσερχομένους διώκειν ἀναξιον τῆς αὐτοῦ φιλανθρωπίας ὑπῆρχεν· εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει.
[*](22)Καὶ ἰδοῦ, γυνὴ Χαναναία.
Χρὴ δὲ σκοπεῖν πῶς ἐστιν εὐεργεσίας ἀξία ἁπάσης ἡ γυνή· ὅτι περ ἀναξίαν ἑαυτὴν νομίζουσα, οὐκ ἐτόλμησεν εἰς τὰ Ἱεροσόλυμα ἐλθεῖν· ὅτι γὰρ εἰ μὴ τοῦτο περὶ ἑαυτῆς ὑπελάμβανεν ἐκεῖ παρεγένετο, εὔδηλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν· τινὲς δὲ καὶ ἀλληγοροῦντες φασὶν, ὅτι ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα· “ἐπι- “λάθου γάρ,” φησι, “τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός “ σου.” καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθεν, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς· καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις· Χαναναίαν δὲ αὐτὴν ἐκάλεσεν, ἵνα δείξῃ ἐκ ποίων παρανόμων ἐθνῶν οὖσα, ποίαν εἰλικρινῆ πίστιν ἐκτήσατο· καὶ οὐ λέγει, ἐλέησον τὴν θυγατέρα μου, διὰ τὸ ἐκείνην ἀναίσθητον ἐκ τῆς νόσου εἶναι· ἀλλ’ ἐλέησόν με τὴν μυρία πάσχουσαν δεινὰ, καὶ μετὰ αἰσθήσεως οὐκ ἔλαττον τῆς ἐμῆς θυγατρὸς μαινομένην.
Τίνος ἕνεκεν τοσαῦτα κρατούσης, ἐν πρώτοις μὲν οὐκ ἀπεκρίθη αὐτῇ λόγον· ὅτε δὲ ἀπεκρίθη, δυνάμενον ἐξαπορῆσαι αὐτῇ λόγον εἶπεν τὸ “ οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα “ οἴκου Ἰσραήλ·” καὶ πάλιν, “ ὅτι οὐκ ἔστι καλὸν λαβεῖν τὸν
Περὶ τῶν θεραπευθέντων ὄχλων.
[*](30)Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ.
Διὰ τί ταύτῃ μὲν τῇ γυναικὶ, μετὰ τοσαύτης βραδυτῆτος ἐπήκουσεν, τοῖς δὲ εἰς τὸ ὄρος προσελθοῦσιν αὐτῷ ἀρρώστοις, εὐθέως τὴν ὑγίειαν ἐδωρήσατο ; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι· καὶ γὰρ πιστοτέρα ἐκείνων αὕτη, ἀλλ’ ἵνα τῶν ἀπίστων Ἰουδαίων ἐμφράξῃ τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἀπολογίας ἐκκύψῃ πρόφασιν· ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετεῖται, τοσοῦτον μᾶλλόν ἐστιν ὑπεύθυνος τῇ κολάσει, ἀγνωμονῶν, καὶ μὴ θελήσας τῇ τιμῇ γενέσθαι βελτίων· διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες, τῶν πενομένων μᾶλλον κολάζονται, ὄντες κακοί· ὅτι μηδὲ ἐν εὐθηνίαις γεγόνασιν ἥμεροι· μὴ γάρ μοι λέγε, ὅτι δεδώκασιν ἐλεημοσύνην· εἰ γὰρ μὴ κατ’ ἀξίαν δεδώκασιν, οὐδὲ οὕτω διαφεύξονται τὴν κόλασιν· οὐ γὰρ τὸ μέτρον τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης· εἰ δὲ οἱ ἐκ μέρους παρέχοντες δίκην διδόασι μὴ κατ’ ἀξίαν διδόντες, πολλῷ μᾶλλον οἱ φιλαργυρίαν νοσοῦντες·
Σευήρου Ἀντιοκείασ. Ἐκ Τῆσ Πρὸσ Ἀναστασίαν Ὑπάτισσαν b Ἐπιστολῆσ. “Κύνα” μὲν λέγων αὐτὴν, ὡς ἐκ τῶν ἀκαθάρτων οὖσαν ἐθνῶν, ἀκάθαρτον γὰρ ὁ κύων τῷ νόμῳ· “τέκνα” δὲ τοὺς ἐξ Ἰσραὴλ καταγομένους Ἰουδαίους ἀποκαλῶν· πρὸς τοῦτο δὲ αὖθις ἡ ὑπὸ τῆς σοφίας δοκιμαζομένη, σοφῶς ὑπήντησεν· ἥρπασε γὰρ τὴν ὕβριν, καὶ τὴν δοκιμάζουσαν αὐτὴν σοφίαν ἐξ αὐτῆς τῆς ὕβρεως συλλογίζεται, καὶ συγκλείει πρὸς ἔλεον· ναί, φησι, κύων εἰμί· καταδέχομαι τὴν ὕβριν· ἐξ ὧν ὕβρισμαι, τροφὴν ἐποφείλομαι· καὶ γὰρ ὡς κυνὶ τῶν τοῦ ἄρτου ψιχίων μοι μέτεστιν.
Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν δὲ “γενηθήτω,” ἐφθέγξατο· οὐ δι’ εὐχῆς τὸ ὅραμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς ἐξουσίας· ῥηθέντος τοῦ λόγου, τὸ ἔργον οὐ χρονίζει· Θεὸς γὰρ ὁ λέγων, καὶ τὸ ῥῆμα ἐνεργοῦν, καὶ ἡ δύναμις πανταχου.
Θεοδώρου Μοναχοῦ. Εἰ μὲν γὰρ εὐθὺς προσελθούσης τοῦτο ἔφη, χαρίζεσθαι μᾶλλον ἐδόκει· νῦν δὲ τῇ ἀναβολῇ, ἀπὸ τῶν ῥημάτων τῆς γυναικὸς τούτου δειχθέντος, καὶ ὁ ἔπαινος ἀκολούθως ἐπείγετο, σύμφωνος ὦν τοῖς λεχθεῖσι, καὶ ἡ θεραπεία προσεβεβαίου c ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας οὐκ ἀπελιμπάνετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο.
Περὶ τῶν ἑπτὰ ἄρτων.
[*](32)Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον.
Τί δήποτε πρώην μὲν εἶπον οἱ Ἀπόστολοι τῷ Χριστῷ, ὅτι ἀπόλυσον τοὺς ὄχλους, νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα τριῶν παρελθουσῶν ἡμερῶν; ἐπειδὴ βελτίους λοιπὸν ἐγένοντο· ἢ καὶ διὰ τοῦ ὁρᾷν αὐτοῦ τοὺς ὄχλους οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῇ γενομένῃ θαυματουργίᾳ. διὰ τί δὲ [*](b ὑπάτησαν Cod. c πρὸς ἐβεβαίου Cod.)
Διὰ τί καὶ νῦν ἐπὶ τῶν ἑπτὰ ἄρτων, οὐκ εἶπον οἱ Ἀπόστολοι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῶν πέντε, ὅτι “ καὶ τί ταῦτά ἐστιν εἰς “ τοσούτους;” ἐπειδὴ εἰ καὶ τελείως ὑψηλοὶ οὐ γεγόνασιν, ἀλλ’ ὅμως ἐπὶ τὸ κρεῖττον κατὰ μικρὸν προέκοπτον· χρὴ δὲ καὶ ταύτην αὐτῶν τὴν φιλοσοφίαν εὐνοεῖν, πῶς ἤσαν γαστρὸς κρείττους, πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον· ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον· τι δήποτε ἐπὶ μὲν τῶν πέντε ἄρτων, καίτοιγε πεντακισχιλίων ὄντων, χωρὶς γυναικῶν καὶ παιδίων, δώδεκα κόφινοι περίσσευσαν, ἐνταῦθα δὲ τετρακισχιλίων ὑπαρχόντων, καὶ ἑπτὰ ἄρτων, ἑπτὰ σπυρίδες; ἣ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων μείζους ἤσαν· ἣ εἰ μὴ τοῦτο, ἴνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ τοῦ ἑνός· διὰ τοῦτο τῇ διαφορᾷ τὴν μνήμην αὐτῶν διεγείρει· ἵνα ἐκ τοῦ παρηλλαγμένου μνησθῶσι· κἀκείνου καὶ [*](c ἢ Cod.)
Θεοδώρου Ἡρακλείασ. Οὕτως ἦν αὐτῶν τὴν ψυχὴν διαθεὶς τῷ λόγῳ ἑαυτοῦ, ὡς καὶ εἰς λήθην ἑαυτῶν ἐλθεῖν, καὶ μὴ δὲ μίαν φροντίδα τροφῆς ποιήσασθαι, ἣ ἄλλης ἀναγκαίας χρείας· οὐκ ἀποκάμνοντες ἐν ἐρήμῳ συνεῖναι Χριστῷ. ὁ δὲ Χριστὸς, τὸ τῆς φύσεως ἀσθενὲς εἰδὼς, ὅτι δεόμεθα τροφῆς πρὸς τῇ ὑγιείᾳ τῶν σωμάτων, καὶ τούτου πρόνοιαν τίθεται· ἵνα φανῇ μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων κηδόμενος, ὡς αὐτὸς ὣν καὶ ψυχῆς καὶ σώματος δημιουργός· οὐ μὴν θατέρου, κατὰ τοὺς τῶν Μανιχαίων λήρους, οἳ διαφόρους φάσιν, ἄλλον τὸν τῆς ψυχῆς, ἄλλον τὸν τοῦ σώματος.
[*](34)Πόσους ἄρτους ἔχετε ;
Θεοδώρου Μομψουεστίασ. Οὕπω τὴν βούλησιν συνῆκαν, ὅτι τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι· καίτοι ἡ ἐπερώτησις εἰς τοῦτο αὐτὸ διανίστησιν, ὡς ὁ Ἰωάννης διδάσκει, τὸ “ πόθεν ἀγοράσωμεν “ ἄρτους, ἵνα φάγωσιν οὗτοι.” καὶ μετ’ ὀλίγα—Ἐβούλετο γὰρ διαγυμνάζεσθαι τὴν τῶν μαθητῶν ψυχὴν, εἰς τὸ πιστεύειν τῇ θείᾳ αὐτοῦ δυνάμει· ὅτι μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τοὺς ἀκολουθοῦντας ἐπαίδευεν.
Θεοδώρου Μομψουεστίασ. Οὐκ ἀγνοοῦντος ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγοντος.
Κυρίλλου Ἀλεξανδρείασ. Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν ὅτι Θεός ἐστιν· οὐδὲν ἦττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν· οἱονεί πὼς καὶ ἄκων διὰ τὴν καὶ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον· ὅπερ οὐκ ἃν ἐποίησεν ἐν πλείονι, ὅπου τῶν ὠνίων d ἡ ἀφθονία· πλὴν δυνάμεως [*](d ὀνίων Cod.)
Θεοδώρου Ἡρακλείασ. Οὐ μόνον ἅπαξ τοῦτο ποιεῖ, ἀλλὰ καὶ δεύτερον· ὅπως γνῶμεν, ὅτι τῆς θεότητος αὐτοῦ ἐστὶν ἡ ἰσχὺς, ἡ ἀποτρέφουσα ὅτε θέλει πλήθη, καὶ δίχα ἄρτων· τοῦτο δὲ ποιεῖ, πιστοποιῶν τὸν ὄχλον, ὅτι αὐτὸς ἦν, ὁ καὶ πρώην ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας, καὶ οὐ μόνον ἐξ ὀλίγων αὐτοὺς ἔθρεψεν ἄρτων, ἀλλὰ καὶ ἐπερίσσευσαν ἑπτὰ σπυρίδες· ἵνα δειχθῇ ἀσυγκρίτως τὸν Ἠλιοῦ ὑπεραίρων· ὃς καὶ αὐτὸς ἐποίησεν πλεονάζειν τὸ ἔλαιον τὸ μικρὸν καὶ τὸ ἄλευρον τῆς χήρας· ὅμως περαιτέρω τῆς χρείας, ἑπτὰ σπυρίδας ἐπλήρωσεν ἀπὸ τῶν ἑπτὰ ἄρτων· ἵνα ἡ διαφορὰ τῶν σημείων, μὴ πάλιν ἐμβάλῃ εἰς λήθην τοὺς μαθητάς.
[*](1)Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι.
Ποῖον σημεῖον οἱ Φαρισαῖοι καὶ οἱ Σαδδουκαῖοι νῦν ἐπιζητοῦσιν, ἐκ τοῦ οὐρανοῦ ἐπιδειχθῆναι αὐτοῖς; ἣ ἵνα στήσῃ τὸν ἥλιον, ἣ τὴν σελήνην χαλινώσῃ e. ἣ κεραυνοὺς κατενέγκῃ f, ἣ τὸν ἄερα μεταβάλῃ· ἣ ἄλλο τι τοιοῦτον ποιήσῃ. ὅπερ δὲ καὶ αὐτὸς εἶπεν αὐτοῖς· ὅτι “ τὸ πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε· τὰ δὲ σημεῖα “ τῶν καιρῶν, οὐ γινώσκετε,” τοῦτο δηλοῖ, ὅτι ὥσπερ, φησὶν, ἐπὶ τοῦ οὐρανοῦ, ἄλλο μὲν σημεῖον τοῦ χειμῶνος, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν τοῦ χειμῶνος, γαλήνην ζητήσειεν· οὐδὲ ἐν γαλήνῃ χειμῶνα, οὕτως καὶ ἐπ’ ἐμοῦ λογίζεσθαι χρή· ἄλλος γὰρ οὗτος ὁ τῆς ἐμῆς παρουσίας καιρὸς, καὶ ἄλλος ὁ μέλλων· νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ· νῦν, ὡς ἰατρὸς ἦλθον· τότε, ὡς δικαστὴς ἐλεύσομαι· ὑποκριτὰς δὲ αὐτοὺς καλεῖ καὶ νῦν, ὅτι καὶ ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. οὐ γὰρ διὰ τὸ πιστεῦσαι ἐζήτουν τὰ σημεῖα, ἀλλ’ ὥστε ἐπιλαβέσθαι, ἐπεὶ ἔδωκεν ἄν· ὁ γὰρ τῇ γυναικὶ εἰπὼν, οὐκ ἔστι καλὸν δοῦναι, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἃν τούτοις παρέσχεν· καὶ ὁ τὰ μείζονα δοὺς, τουτέστιν ἁμαρτήματα λύσας, καὶ δαίμονας ἀπελάσας, καὶ τὰ ἄλλα πάντα, καὶ ἐν τούτοις μὴ πείσας, πῶς ἃν ἐν [*](d Totus hic locus mutilus et depravatus esse videtur. e χαλινώσει Cod. f κατενέγκει Cod.)
Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ ποῦ.
Θεοδωρήτου. “ Σημεῖον Ἰωνᾶ λέγει, τὸ τῆς θαλάσσης, ἐπειδὴ τριημέρευσεν ἐν τῷ κήτει· ὅθεν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ὑπὸ γῆς διέτριψεν, τὴν μὲν παρασκευὴν, ἀπὸ τοῦ τέλους· τὸ δὲ σάββατον, ὅλον· τὴν δὲ κυριακὴν, ἀπὸ τῆς ἀρχῆς, κατὰ τὴν ὑπόληψιν τῶν ἀνθρώπων. ἐπεὶ δὲ ἡμεῖς τὴν τριταίαν τῶν τελευτησάντων ἡμέραν ἐπιτελοῦμεν, οὐκ ἐπεῖδ’ ἃν ἴσον τῷ μέτρῳ πληρωθῆναι συμβαίη τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀλλ’ ἡμέραν μὲν μόνην καὶ τελείαν λογιζόμενοι ἐκείνην, ἣν ἐν οἱωδήποτε καιρῷ τελεύτηκεν· ἡμέραν δὲ καὶ τὴν ἑτέραν, ἧς ἐν τοῖς προοιμίοις παρὰ τοὺς τάφους τῶν τετελευτηκότων ἄπειμεν· κατὰ τὴν αὐτὴν τοίνυν ἀκολουθίαν, καὶ ὁ Κύριος τρεῖς νύκτας τε καὶ ἡμέρας ποιήσειν ἐπὶ τῆς γῆς· καὶ τούτου δεῖγμα σαφὲς, τὸ καὶ τὰς γυναῖκας κατ’ ἐκεῖνον ἐλθεῖν τὸν καιρὸν, ὥστε δὲ τὰ νενομισμένα τῆς τριταίας ἡμέρας ἐπὶ νεκρῷ πληρῶσαι.
Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
[*](6)Διὰ τί εἶπεν ὁ Κύριος τοῖς Ἀποστόλοις, “ προσέχετε ἀπὸ τῆς “ ζύμης τῶν Φαρισαίων,” καὶ οὐκ εἶπεν, ἀπὸ τῆς διδασκαλίας αὐτῶν; ἐπειδὴ ἐβούλετο ἀναμνῆσαι αὐτοὺς τῶν γενομένων σημείων· ἐγίνωσκε γὰρ αὐτοὺς ἐπιλελησμένους· καίπερ διπλοῦ τοῦ θαύματος γενομένου· λέγω δὴ τοῦ πλεονασμοῦ τῶν πέντε ἄρτων καὶ τῶν ἑπτά· καὶ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι αὐτοῖς, οὐκ ἐδόκει