Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
[*](6)Διὰ τί εἶπεν ὁ Κύριος τοῖς Ἀποστόλοις, “ προσέχετε ἀπὸ τῆς “ ζύμης τῶν Φαρισαίων,” καὶ οὐκ εἶπεν, ἀπὸ τῆς διδασκαλίας αὐτῶν; ἐπειδὴ ἐβούλετο ἀναμνῆσαι αὐτοὺς τῶν γενομένων σημείων· ἐγίνωσκε γὰρ αὐτοὺς ἐπιλελησμένους· καίπερ διπλοῦ τοῦ θαύματος γενομένου· λέγω δὴ τοῦ πλεονασμοῦ τῶν πέντε ἄρτων καὶ τῶν ἑπτά· καὶ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι αὐτοῖς, οὐκ ἐδόκει
130
λόγον ἔχειν· τὸ δὲ ἀφορμὴν παρ’ αὐτῶν λαβόντα οὕτως ἐπιτι- μῆσαι, εὐπαράδεκτον ἐποίει τὸ ἔγκλημα, καὶ τὸ εἰς μέσον ἐνεγκεῖν τοὺς διαλογισμοὺς αὐτῶν τι διελογίζοντο, “ὅτι ἄρτους οὐκ ἐλάβομεν. ἔτι γὰρ ἐπὶ τὰ καθάρσια τὰ Ἰουδαικὰ ἦσαν ἐπτοημένοι, καὶ περὶ τὰς τῶν βρωμάτων παρατηρήσεις· διὸ πάντων ἕνεκεν, καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται λέγων· “ τὶ διαλογί- “ ζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε ; οὔπω “ νοεῖτε, οὐδὲ μνημονεύετε,” καὶ τὰ ἑξῆς. εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, οὐδὲ γὰρ ἀλλαχοῦ φαίνεται αὐτοῖς οὕτως ἐπιτιμήσας· τοῦτο δὲ ὅλον πεποίηκεν, ὥστε πάλιν τὴν τῶν βρωμάτων ὑπόληψιν ἐκβαλεῖν· οὐ γὰρ πανταχοῦ ἡ πραότης καλόν. ὥσπερ γὰρ μετεδίδου παρρησίας αὐτοῖς, οὕτως καὶ ἐπιτιμᾷ· δι’ ἀμφοτέρων τὴν σωτηρίαν αὐτῶν οἰκονομῶν· χρὴ δὲ σκοπῆσαι καὶ τὴν μετὰ τὴν ἐπιτίμησιν πολλὴν αὐτοῦ ἐπιείκειαν. ὡς γὰρ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τῆς ἐπιτιμήσεως, τῶν πέντε ἄρτων καὶ τῶν ἑπτὰ ἀνέμνησεν· διὰ τοῦτο δὲ τὸν ἀριθμὸν τίθησιν, καὶ τῶν τραφέντων, καὶ τῶν λειψάνων τῶν ἄρτων· ὁμοῦ τὲ εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν παρελθόντων, καὶ εἰς τὸ μέλλον προσεκτικωτέρους ποιῶν. τοσοῦτον δὲ ἴσχυσεν ἡ ἐπιτίμησις, καὶ ἤγειρε καθεύδουσαν τὴν αὐτῶν διάνοιαν, ὅτι μετὰ τὴν ἐπιτίμησιν τοῦτο μόνον προσθέντος, ὅτι οὐ περὶ ἄρτων εἰπον ὑμῖν, εὐθέως συνῆκαν, ὅτι περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων εἶπεν· καίτοι τοῦτο αὐτοῦ μὴ ἑρμηνεύσαντος· ὅθεν δέον ἡμᾶς γινώσκειν πόσα ἀγαθὰ ἡ ἐπιτίμησις αὕτη εἰργάσατο· πρῶτον μὲν, τῶν Ἰουδαϊκῶν αὐτοὺς ἀπήγαγε παρατηρήσεως· ἔπειτα ῥαθύμους ὄντας, προσεκτικωτέρους ἐποίησεν, καὶ τῆς ὀλιγοπιστίας ἀπήλλαξεν, ὥστε μὴ φοβεῖσθαι, εἴποτε ἄρτους φαίνοιντο ὀλίγους ἔχοντες· μηδὲ ὑπὲρ λιμοῦ φροντίζειν, ἀλλ’ ὑπερορᾷν τούτων ἁπάντων.