Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.

[*](13)

Διὰ τι ἀπελθὼν εἰς Καισάρειαν τῆς Φίλιππον; ἔστι γὰρ καὶ ἑτέρα ἡ Στράτωνος, ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ, ὁ Χριστὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· “ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; πόρρω τῶν Ἰουδαίων ἀπάγων αὐτοὺς, ὡς

131
πάσης ἀπαλλαγέντας ἀγωνίας, μετὰ παρρησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα· διὰ τοῦτο ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ ἐπηρώτησεν αὐτούς· οὐκ ἐρωτᾷ δὲ τὴν αὐτῶν γνώμην εὐθέως, ἀλλὰ τὴν τῶν πολλῶν· ἵνα περ εἰπόντας τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, εἰς μείζονα ἀναχθώσιν e ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς συμπέσωσι· διὰ δὴ τοῦτο, οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται· ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησεν, καὶ περὶ πολλῶν αὐτοῖς διηλέχθη, καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας, πολλὰς παρέσχε τὰς ἀποδείξεις· τότε τὴν πεῦσιν προσάγει ταύτην· καὶ οὐκ εἰπεν τίνα με λέγουσιν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι εἶναι· καίτοι γε οὗτοι αὐτῷ πολλάκις προσήεσαν καὶ διελέγοντο· ἀλλὰ “τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι· τὴν τοῦ πλήθους γνώμην τὴν ἀδέκαστόν ἐξετάζων· εἰ γὰρ καὶ πολλῷ ταπεινότερα τοῦ δεόντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο. ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κακίας· “ υἱὸν δὲ ἀνθρώπου” αὐτὸν εἶπεν, σφόδρα βουλόμενος τὴν οἰκονομίαν ὁμολογεῖσθαι, καθὼς καὶ ἀλλαχοῦ πολλαχῶς τοῦτο ποίει.

Μετὰ οὖν τὸ εἰπεῖν αὐτοὺς τὴν πεπλανημένην δόξαν τοῦ πλήθους, τότε καὶ αὐτοὺς ἐρωτᾷ, καὶ εὐθέως πρὸ πάντων ὁ Πέτρος, τὸ στόμα τῶν Ἀποστόλων, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν μαθητῶν κορυφαῖος, προπηδᾷ καὶ προλαμβάνει, καὶ φησὶν, “ σὺ εἰ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος διὰ τοῦτο δὲ αὐτὸν ὁ Χριστὸς μακαρίζει, ὅτι οὐχ ὡς οἱ ἐν τῷ πλοίῳ, οὐδὲ ὡς ὁ Ναθαναὴλ εἶπεν αὐτὸν υἱὸν Θεοῦ, ὡς ἕνα τῶν πολλῶν, ἀλλὰ γνήσιον Υἱὸν ὄντα τοῦ Πατρὸς, κατὰ ἀλήθειαν αὐτὸν ὡμολόγησεν, ὡς ἐκ τῆς αὐτοῦ προσελθόντα οὐσίας. διὰ τοῦτο δὲ καὶ τὸν ἀποκαλύψαντα αὐτῷ Πατέρα δείκνυσιν ὁ Χριστὸς, ἵνα μήτις διὰ τὸ εἶναι τὸν Πέτρον θερμὸν ἐραστὴν αὐτοῦ, φιλίας καὶ κολακείας ὑποπτεύσῃ τυγχάνειν τὰ ῥήματα, ἀλλὰ μᾶλλον δόγμα θεῖον τὰ εἰρημένα εἶναι πιστεύσῃ f.

Τίνος ἕνεκεν οὐκ αὐτὸς ἀποφαίνεται, οὐδὲ λέγει, ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ διὰ τῆς ἐρωτήσεως τοῦτο κατασκευάζει, καὶ αὐτοὺς εἰσάγει ὁμολογοῦντας; ἐπειδὴ οὕτως καὶ αὐτῷ πρεπω- [*](e ἀνακτῶσιν Cod. f πιστεύσει Cod.)

132
δέστερον ἦν καὶ ἀναγκαῖον, καὶ ἐκείνους μᾶλλον ἐφείλκετο πρὸς τὴν πίστιν τῶν λεγομένων· διὰ τοῦτο καὶ ὁ Χριστὸς φησὶ πρὸς αὐτόν· ἐπειδήπερ ἐκήρυξάς μου τὸν Πατέρα, καὶ ἐγὼ τὸν γεγενηκότα σε ὀνομάζω, καὶ ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτως καὶ ἐγὼ τοῦ ἐμοῦ Πατρὸς, καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότα. τὸ δὲ “ ἐπὶ τῇ πέτρᾳ ταύτῃ, τὸν ἐπὶ τῇ πίστει, καὶ τῇ ὁμολογίᾳ δηλοῖ· καὶ ὅτιπερ πολλοὶ μέλλουσι πιστεύειν· ἀνίστησι δὲ αὐτοῦ τὸ φρόνημα, καὶ ποιμένα αὐτὸν ποιεῖ· καὶ “ ὅτι πύλαι ᾅδου οὐ “ κατισχύσουσιν αὐτῆς· εἰ δὲ ἐκείνης οὐ κατισχύσουσί, φησι, πολλῷ μᾶλλον ἐμοῦ. διὰ τί εἶπεν, “ καὶ ἐγὼ δώσω σοι ” ὅτι ὁ μὲν Πατὴρ φησὶν, ἔδωκέ σοι τὸ ἐμὲ γνῶναι, καὶ ἐγὼ δέ σοι τὰς κλεῖς τῶν οὐρανῶν δώσω· καὶ διὰ τούτου δεικνὺς τὸ ὁμότιμον καὶ ὁμοδύναμον τὸ πρὸς τὸν Πατέρα· οὐ γὰρ εἶπεν, ὅτι παρακαλέσω τὸν Πατέρα, ἀλλ’ ἐγὼ δώσω· διὰ τοῦτο δὲ διεστείλατο αὐτοῖς, μηδενὶ εἰπεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός· ἐπειδὴ ἐγίνωσκεν ὅτι οὔπω βεβαίως ἔμελλε τότε πιστεύειν ὁ ὄχλος· εἰ γὰρ αὐτοὶ οὗτοι οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐσκανδαλίσθησαν, πολλῷ μᾶλλον τὸ πλῆθος τοῦ λαοῦ.

[*](21)

“ Ἀπὸ τότε,” φησὶν, “ ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς, “ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ τὰ ἑξῆς· “ ἀπὸ “ τότε, ὅτε ἔπηξεν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν· ἀλλ’ οὐδὲ οὕτως συνίεσαν, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν αὐτόν· διὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερμὸς ὣν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι, καὶ οὐδὲ παρρησίᾳ, ἀλλὰ κατ’ ἰδίαν λαβών· τουτέστιν τῶν λοιπῶν ἀποχωρίσας μαθητῶν, καὶ φησίν· “ ἵλεως “ σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο·’ διὰ τί ὁ ἀποκαλύψεως τυχὼν καὶ μακαρισθεὶς, οὕτως ταχέως ἔπεσεν, καὶ ἐσφάλη, ὡς φοβηθῆναι αὐτοῦ τὸ πάθος; ἐπειδὴ οὐκ ἐδέξατο καὶ τὴν περὶ τούτου ἀποκάλυψιν· ὅθεν καὶ ἐκ τούτου μανθανόμενος, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ἀλλ’ ἐκ τῆς τοῦ Πατρὸς ἀποκαλύψεως. τὸ δὲ “ οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τοῦτο δηλοῖ ὅτι ἀνθρωπίνῳ λογισμῷ καὶ γηίνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι αὐτῷ τὸ παθεῖν· καθαπτόμενος δὲ αὐτοῦ ὁ Χριστὸς, δείκνυσιν ὅτι οὐ τὸ παθεῖν τῆς τοῦ διαβόλου γνώμης

133
ὑπάρχει· μετὰ δὲ τὸ ἐπιτιμηθῆναι τὸν Πέτρον, βουλόμενος ὁ Εὐαγγελιστὴς δεῖξαι, τήν τε παρὰ τοῦ Πέτρου εἰρημένην ἀτοπίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, οὐχ ἁπλῶς φησιν ὅτι εἶπεν ὁ Ἰησοῦς, ἀλλὰ προσέθηκε τὸ “ τότε, οὕτως λέγων· ὅτι “ τότε ὁ Ἰησοῦς, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· εἴτις θέλει ὀπίσω “ μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· σύ μοι, ὢ Πέτρε, εἴπας, φησὶν, ὅτι “ ἵλεως σοι Κύριε οὐ μὴ ἔσται σοι τοῦτο ἐγὼ δέ σοι λέγω· ὅτι οὐ μόνον τὸ ἐμὲ κωλύειν καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σὺ αὐτὸς σωθῆναι δυνήσῃ, ἐὰν μὴ πρὸς τὸ ἀποθανεῖν παρεσκευασμένος ὑπάρχεις ἀεί· τὸ δὲ “ εἴτις “ θέλει,” δηλοῖ ὅτι οὐ βιαζόμενος οὐδὲ ἀναγκάζων, ἀλλ’ ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποίω.

Οὐ περὶ τῶν Ἀποστόλων δὲ τοῦτο εἶπε μόνον, ἀλλὰ κοινὸν αὐτὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι· τοῦτο γὰρ σημαίνει τὸ “ εἴτις θέλει·” κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην δεχέσθω τὴν ὁδόν· τί δέ ἐστιν “ ἀπαρνησάσθω ἑαυτόν; ὅμοιον, ἐάν τις ἀπαρνησάμενος ὄν τινα οὖν, κἂν μαστιζόμενον ἴδῃ, κἂν δεσμούμενον καὶ ἐπὶ θάνατον ἀπαγόμενον, οὐ παρίσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τί πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς· οὕτω βούλεται ἡμᾶς τοῦ σώματος τοῦ ἡμετέρου καταφρονεῖν, ὡς κἂν μαστίζωσιν ἱν οἱ ἐχθροὶ τῆς ἀληθείας, κἂν ἐλαύνωσι, καὶ καίωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· ζωὴν γὰρ αἰώνιον κληρονομοῦμεν· τὸ δὲ “ ἀράτω τὸν σταυρὸν αὐτοῦ,” δηλοῖ τὸ μέχρι πόσου ἀπαρνήσασθαι χρὴ ἑαυτόν· ἵνα γὰρ μὴ νομίσωμεν, ὅτι μέχρις ὕβρεως καὶ πληγῶν δεῖ ἀπαρνεῖσθαι ἑαυτὸν, λέγει ὅτι μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου· τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει· τὸ δὲ “ ἀκολουθείτω μοι, ἐμφαίνει, ὅτι ἐπειδὴ ἔστι πάσχοντά τινα μὴ ἀκολουθεῖν αὐτῷ, ὅτ᾿ ἂν μὴ δι’ αὐτὸν πάθῃ τίς· καὶ γὰρ λῃσταὶ καὶ λοιποὶ κακοῦργοι πολλὰ χαλεπὰ πάσχουσιν, προστίθησι τὴν ὑπόθεσιν, ἵνα δι’ αὐτὸν ὑπομένωμεν. ἔτι δὲ καὶ τοῦτο δηλοῖ τὸ ἀκολουθεῖν τῷ Χριστῷ, μὴ μόνον τὴν ἐν τοῖς διωγμοῖς ἔχειν ἀνδρίαν, ἀλλὰ καὶ σωφροσύνην καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν.

[*](25)

Τί ἐστιν “ ὃς γὰρ ἃν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσῃ

134
“αὐτήν;” περὶ τῆς παρὰ τὸ δέον σωτηρίας λέγει, τὴν ἐκ τῶν κινδύνων διαφυγήν· ταύτην ἀπώλειαν ἐκάλεσεν, ὥσπερ οὖν καὶ τὴν ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις γινομένην ἀπώλειαν σωτηρίαν ὠνόμασεν· “ οὗτος γάρ, φησιν, “ εὑρήσει αὐτὴν, εἰς ζωὴν αἰώνιον· ἐκεῖνος δὲ “ ἀπολέσει αὐτὴν, εἰς κόλασιν αἰώνιον· εἰ γὰρ καὶ τὴν οἰκουμένην ἅπασαν κερδήσει ὁ τοιοῦτος, τι πλέον αὐτῷ ἐντεῦθεν προσγενήσεται ; καθάπερ γὰρ ἐάν τις τοὺς οἰκέτας ἴδοι, τοὺς ἐν τρυφῇ ὄντας, ἑαυτὸν δὲ ἐν ἐσχάτοις κακοῖς, οὐδὲν ἐντεῦθεν κερδαίνει ἐκ τοῦ δεσπότης εἶναι, οὕτως καὶ ἐπὶ τῆς ψυχῆς χρὴ λογίζεσθαι· ὅτ’ ἃν τῆς σαρκὸς τρυφώσης καὶ πλουτώσης, αὐτῇ τὴν μέλλουσαν ἀπώλειαν ἀναμένει· “ τί γὰρ δώσει ἀντάλλαγμα φησὶ, “ τῇ ψυχῇ αὐτοῦ ” χρήματα μὲν γὰρ ἃν ἀπολέσῃ τίς, ἣ ἕτερόν τι τοιοῦτον, δύναται ἴσως δοῦναι τὰ ὁμοία, ψυχὴν δὲ ὁ ἀπολλὺς, ἑτέραν οὐ δυνήσεται ἀποδοῦναι ψυχήν· ἀλλὰ κἂν βασιλεὺς ὑπάρχῃ, κἂν τὸν κόσμον ἔχῃ, κἂν πάντα παρέξῃ, ψυχὴν ἀγορᾶσαι μίαν οὐ δύναται ποτε· διὸ παρακαλῶ, πάντα τὰ ἄλλα ἀφέντες, περὶ ταύτης ἅπασαν ποιησώμεθα τὴν σπουδήν· “ μέλλει “ γάρ,” φησιν, “ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι, ἐν τῇ δόξῃ τοῦ “ Πατρὸς αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ, κατὰ τὰ ἔργα αὐτοῦ.” δόξαν δὲ τοῦ Πατρὸς, τὴν μεταμόρφωσιν ἐκάλεσεν, μεθ’ ἧς μέλλει παραγίνεσθαι· ἣν καὶ δεικνύειν αὐτοῖς ἔμελλεν, ὡς δυνατὸν ἦν αὐτοῖς ἰδεῖν.