Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἑπτὰ ἄρτων.
[*](32)Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον.
Τί δήποτε πρώην μὲν εἶπον οἱ Ἀπόστολοι τῷ Χριστῷ, ὅτι ἀπόλυσον τοὺς ὄχλους, νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα τριῶν παρελθουσῶν ἡμερῶν; ἐπειδὴ βελτίους λοιπὸν ἐγένοντο· ἢ καὶ διὰ τοῦ ὁρᾷν αὐτοῦ τοὺς ὄχλους οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῇ γενομένῃ θαυματουργίᾳ. διὰ τί δὲ [*](b ὑπάτησαν Cod. c πρὸς ἐβεβαίου Cod.)
Διὰ τί καὶ νῦν ἐπὶ τῶν ἑπτὰ ἄρτων, οὐκ εἶπον οἱ Ἀπόστολοι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῶν πέντε, ὅτι “ καὶ τί ταῦτά ἐστιν εἰς “ τοσούτους;” ἐπειδὴ εἰ καὶ τελείως ὑψηλοὶ οὐ γεγόνασιν, ἀλλ’ ὅμως ἐπὶ τὸ κρεῖττον κατὰ μικρὸν προέκοπτον· χρὴ δὲ καὶ ταύτην αὐτῶν τὴν φιλοσοφίαν εὐνοεῖν, πῶς ἤσαν γαστρὸς κρείττους, πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον· ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον· τι δήποτε ἐπὶ μὲν τῶν πέντε ἄρτων, καίτοιγε πεντακισχιλίων ὄντων, χωρὶς γυναικῶν καὶ παιδίων, δώδεκα κόφινοι περίσσευσαν, ἐνταῦθα δὲ τετρακισχιλίων ὑπαρχόντων, καὶ ἑπτὰ ἄρτων, ἑπτὰ σπυρίδες; ἣ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων μείζους ἤσαν· ἣ εἰ μὴ τοῦτο, ἴνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ τοῦ ἑνός· διὰ τοῦτο τῇ διαφορᾷ τὴν μνήμην αὐτῶν διεγείρει· ἵνα ἐκ τοῦ παρηλλαγμένου μνησθῶσι· κἀκείνου καὶ [*](c ἢ Cod.)
Θεοδώρου Ἡρακλείασ. Οὕτως ἦν αὐτῶν τὴν ψυχὴν διαθεὶς τῷ λόγῳ ἑαυτοῦ, ὡς καὶ εἰς λήθην ἑαυτῶν ἐλθεῖν, καὶ μὴ δὲ μίαν φροντίδα τροφῆς ποιήσασθαι, ἣ ἄλλης ἀναγκαίας χρείας· οὐκ ἀποκάμνοντες ἐν ἐρήμῳ συνεῖναι Χριστῷ. ὁ δὲ Χριστὸς, τὸ τῆς φύσεως ἀσθενὲς εἰδὼς, ὅτι δεόμεθα τροφῆς πρὸς τῇ ὑγιείᾳ τῶν σωμάτων, καὶ τούτου πρόνοιαν τίθεται· ἵνα φανῇ μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων κηδόμενος, ὡς αὐτὸς ὣν καὶ ψυχῆς καὶ σώματος δημιουργός· οὐ μὴν θατέρου, κατὰ τοὺς τῶν Μανιχαίων λήρους, οἳ διαφόρους φάσιν, ἄλλον τὸν τῆς ψυχῆς, ἄλλον τὸν τοῦ σώματος.
[*](34)Πόσους ἄρτους ἔχετε ;
Θεοδώρου Μομψουεστίασ. Οὕπω τὴν βούλησιν συνῆκαν, ὅτι τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι· καίτοι ἡ ἐπερώτησις εἰς τοῦτο αὐτὸ διανίστησιν, ὡς ὁ Ἰωάννης διδάσκει, τὸ “ πόθεν ἀγοράσωμεν “ ἄρτους, ἵνα φάγωσιν οὗτοι.” καὶ μετ’ ὀλίγα—Ἐβούλετο γὰρ διαγυμνάζεσθαι τὴν τῶν μαθητῶν ψυχὴν, εἰς τὸ πιστεύειν τῇ θείᾳ αὐτοῦ δυνάμει· ὅτι μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τοὺς ἀκολουθοῦντας ἐπαίδευεν.
Θεοδώρου Μομψουεστίασ. Οὐκ ἀγνοοῦντος ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγοντος.
Κυρίλλου Ἀλεξανδρείασ. Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν ὅτι Θεός ἐστιν· οὐδὲν ἦττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν· οἱονεί πὼς καὶ ἄκων διὰ τὴν καὶ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον· ὅπερ οὐκ ἃν ἐποίησεν ἐν πλείονι, ὅπου τῶν ὠνίων d ἡ ἀφθονία· πλὴν δυνάμεως [*](d ὀνίων Cod.)
Θεοδώρου Ἡρακλείασ. Οὐ μόνον ἅπαξ τοῦτο ποιεῖ, ἀλλὰ καὶ δεύτερον· ὅπως γνῶμεν, ὅτι τῆς θεότητος αὐτοῦ ἐστὶν ἡ ἰσχὺς, ἡ ἀποτρέφουσα ὅτε θέλει πλήθη, καὶ δίχα ἄρτων· τοῦτο δὲ ποιεῖ, πιστοποιῶν τὸν ὄχλον, ὅτι αὐτὸς ἦν, ὁ καὶ πρώην ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας, καὶ οὐ μόνον ἐξ ὀλίγων αὐτοὺς ἔθρεψεν ἄρτων, ἀλλὰ καὶ ἐπερίσσευσαν ἑπτὰ σπυρίδες· ἵνα δειχθῇ ἀσυγκρίτως τὸν Ἠλιοῦ ὑπεραίρων· ὃς καὶ αὐτὸς ἐποίησεν πλεονάζειν τὸ ἔλαιον τὸ μικρὸν καὶ τὸ ἄλευρον τῆς χήρας· ὅμως περαιτέρω τῆς χρείας, ἑπτὰ σπυρίδας ἐπλήρωσεν ἀπὸ τῶν ἑπτὰ ἄρτων· ἵνα ἡ διαφορὰ τῶν σημείων, μὴ πάλιν ἐμβάλῃ εἰς λήθην τοὺς μαθητάς.
[*](1)Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι.
Ποῖον σημεῖον οἱ Φαρισαῖοι καὶ οἱ Σαδδουκαῖοι νῦν ἐπιζητοῦσιν, ἐκ τοῦ οὐρανοῦ ἐπιδειχθῆναι αὐτοῖς; ἣ ἵνα στήσῃ τὸν ἥλιον, ἣ τὴν σελήνην χαλινώσῃ e. ἣ κεραυνοὺς κατενέγκῃ f, ἣ τὸν ἄερα μεταβάλῃ· ἣ ἄλλο τι τοιοῦτον ποιήσῃ. ὅπερ δὲ καὶ αὐτὸς εἶπεν αὐτοῖς· ὅτι “ τὸ πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε· τὰ δὲ σημεῖα “ τῶν καιρῶν, οὐ γινώσκετε,” τοῦτο δηλοῖ, ὅτι ὥσπερ, φησὶν, ἐπὶ τοῦ οὐρανοῦ, ἄλλο μὲν σημεῖον τοῦ χειμῶνος, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν τοῦ χειμῶνος, γαλήνην ζητήσειεν· οὐδὲ ἐν γαλήνῃ χειμῶνα, οὕτως καὶ ἐπ’ ἐμοῦ λογίζεσθαι χρή· ἄλλος γὰρ οὗτος ὁ τῆς ἐμῆς παρουσίας καιρὸς, καὶ ἄλλος ὁ μέλλων· νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ· νῦν, ὡς ἰατρὸς ἦλθον· τότε, ὡς δικαστὴς ἐλεύσομαι· ὑποκριτὰς δὲ αὐτοὺς καλεῖ καὶ νῦν, ὅτι καὶ ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. οὐ γὰρ διὰ τὸ πιστεῦσαι ἐζήτουν τὰ σημεῖα, ἀλλ’ ὥστε ἐπιλαβέσθαι, ἐπεὶ ἔδωκεν ἄν· ὁ γὰρ τῇ γυναικὶ εἰπὼν, οὐκ ἔστι καλὸν δοῦναι, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἃν τούτοις παρέσχεν· καὶ ὁ τὰ μείζονα δοὺς, τουτέστιν ἁμαρτήματα λύσας, καὶ δαίμονας ἀπελάσας, καὶ τὰ ἄλλα πάντα, καὶ ἐν τούτοις μὴ πείσας, πῶς ἃν ἐν [*](d Totus hic locus mutilus et depravatus esse videtur. e χαλινώσει Cod. f κατενέγκει Cod.)
Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ ποῦ.
Θεοδωρήτου. “ Σημεῖον Ἰωνᾶ λέγει, τὸ τῆς θαλάσσης, ἐπειδὴ τριημέρευσεν ἐν τῷ κήτει· ὅθεν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ὑπὸ γῆς διέτριψεν, τὴν μὲν παρασκευὴν, ἀπὸ τοῦ τέλους· τὸ δὲ σάββατον, ὅλον· τὴν δὲ κυριακὴν, ἀπὸ τῆς ἀρχῆς, κατὰ τὴν ὑπόληψιν τῶν ἀνθρώπων. ἐπεὶ δὲ ἡμεῖς τὴν τριταίαν τῶν τελευτησάντων ἡμέραν ἐπιτελοῦμεν, οὐκ ἐπεῖδ’ ἃν ἴσον τῷ μέτρῳ πληρωθῆναι συμβαίη τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀλλ’ ἡμέραν μὲν μόνην καὶ τελείαν λογιζόμενοι ἐκείνην, ἣν ἐν οἱωδήποτε καιρῷ τελεύτηκεν· ἡμέραν δὲ καὶ τὴν ἑτέραν, ἧς ἐν τοῖς προοιμίοις παρὰ τοὺς τάφους τῶν τετελευτηκότων ἄπειμεν· κατὰ τὴν αὐτὴν τοίνυν ἀκολουθίαν, καὶ ὁ Κύριος τρεῖς νύκτας τε καὶ ἡμέρας ποιήσειν ἐπὶ τῆς γῆς· καὶ τούτου δεῖγμα σαφὲς, τὸ καὶ τὰς γυναῖκας κατ’ ἐκεῖνον ἐλθεῖν τὸν καιρὸν, ὥστε δὲ τὰ νενομισμένα τῆς τριταίας ἡμέρας ἐπὶ νεκρῷ πληρῶσαι.