Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν θεραπευθέντων ὄχλων.

[*](30)

Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ.

Διὰ τί ταύτῃ μὲν τῇ γυναικὶ, μετὰ τοσαύτης βραδυτῆτος ἐπήκουσεν, τοῖς δὲ εἰς τὸ ὄρος προσελθοῦσιν αὐτῷ ἀρρώστοις, εὐθέως τὴν ὑγίειαν ἐδωρήσατο ; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι· καὶ γὰρ πιστοτέρα ἐκείνων αὕτη, ἀλλ’ ἵνα τῶν ἀπίστων Ἰουδαίων ἐμφράξῃ τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἀπολογίας ἐκκύψῃ πρόφασιν· ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετεῖται, τοσοῦτον μᾶλλόν ἐστιν ὑπεύθυνος τῇ κολάσει, ἀγνωμονῶν, καὶ μὴ θελήσας τῇ τιμῇ γενέσθαι βελτίων· διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες, τῶν πενομένων μᾶλλον κολάζονται, ὄντες κακοί· ὅτι μηδὲ ἐν εὐθηνίαις γεγόνασιν ἥμεροι· μὴ γάρ μοι λέγε, ὅτι δεδώκασιν ἐλεημοσύνην· εἰ γὰρ μὴ κατ’ ἀξίαν δεδώκασιν, οὐδὲ οὕτω διαφεύξονται τὴν κόλασιν· οὐ γὰρ τὸ μέτρον τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης· εἰ δὲ οἱ ἐκ μέρους παρέχοντες δίκην διδόασι μὴ κατ’ ἀξίαν διδόντες, πολλῷ μᾶλλον οἱ φιλαργυρίαν νοσοῦντες·

125
προσέταξε γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς, “ περισσεῦσαι τὴν “ δικαιοσύνην ἡμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων·” τουτέστιν, ὑπὲρ τὰς δεκάτας παρέχειν.

Σευήρου Ἀντιοκείασ. Ἐκ Τῆσ Πρὸσ Ἀναστασίαν Ὑπάτισσαν b Ἐπιστολῆσ. “Κύνα” μὲν λέγων αὐτὴν, ὡς ἐκ τῶν ἀκαθάρτων οὖσαν ἐθνῶν, ἀκάθαρτον γὰρ ὁ κύων τῷ νόμῳ· “τέκνα” δὲ τοὺς ἐξ Ἰσραὴλ καταγομένους Ἰουδαίους ἀποκαλῶν· πρὸς τοῦτο δὲ αὖθις ἡ ὑπὸ τῆς σοφίας δοκιμαζομένη, σοφῶς ὑπήντησεν· ἥρπασε γὰρ τὴν ὕβριν, καὶ τὴν δοκιμάζουσαν αὐτὴν σοφίαν ἐξ αὐτῆς τῆς ὕβρεως συλλογίζεται, καὶ συγκλείει πρὸς ἔλεον· ναί, φησι, κύων εἰμί· καταδέχομαι τὴν ὕβριν· ἐξ ὧν ὕβρισμαι, τροφὴν ἐποφείλομαι· καὶ γὰρ ὡς κυνὶ τῶν τοῦ ἄρτου ψιχίων μοι μέτεστιν.

Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν δὲ “γενηθήτω,” ἐφθέγξατο· οὐ δι’ εὐχῆς τὸ ὅραμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς ἐξουσίας· ῥηθέντος τοῦ λόγου, τὸ ἔργον οὐ χρονίζει· Θεὸς γὰρ ὁ λέγων, καὶ τὸ ῥῆμα ἐνεργοῦν, καὶ ἡ δύναμις πανταχου.

Θεοδώρου Μοναχοῦ. Εἰ μὲν γὰρ εὐθὺς προσελθούσης τοῦτο ἔφη, χαρίζεσθαι μᾶλλον ἐδόκει· νῦν δὲ τῇ ἀναβολῇ, ἀπὸ τῶν ῥημάτων τῆς γυναικὸς τούτου δειχθέντος, καὶ ὁ ἔπαινος ἀκολούθως ἐπείγετο, σύμφωνος ὦν τοῖς λεχθεῖσι, καὶ ἡ θεραπεία προσεβεβαίου c ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας οὐκ ἀπελιμπάνετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο.