Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς Χαναναίας.
[*](21)Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Διὰ τι ἀπῆλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος; ὅπως, ἐπειδήπερ τῆς τῶν βρωμάτων παρατηρήσεως τοὺς Ἰουδαίους ἀπήλλαξεν, ἀνοίξῃ καὶ τοῖς ἔθνεσι θύραν, λοιπὸν ὁδῷ προβαίνων· καὶ πρὸ τούτου μὲν, τοῖς Ἀποστόλοις ἐπέταξεν· “ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελ- “ θεῖν καὶ κηρύξαι·” αὐτὸς δὲ νῦν ἀπέρχεται, οὐχ ὡς κήρυξ· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος ἔλεγεν, ὅτι ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν· ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκολουθίας τῶν πραγμάτων ἦν, οὕτως τὸ προσερχομένους διώκειν ἀναξιον τῆς αὐτοῦ φιλανθρωπίας ὑπῆρχεν· εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει.
[*](22)Καὶ ἰδοῦ, γυνὴ Χαναναία.
Χρὴ δὲ σκοπεῖν πῶς ἐστιν εὐεργεσίας ἀξία ἁπάσης ἡ γυνή· ὅτι περ ἀναξίαν ἑαυτὴν νομίζουσα, οὐκ ἐτόλμησεν εἰς τὰ Ἱεροσόλυμα ἐλθεῖν· ὅτι γὰρ εἰ μὴ τοῦτο περὶ ἑαυτῆς ὑπελάμβανεν ἐκεῖ παρεγένετο, εὔδηλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν· τινὲς δὲ καὶ ἀλληγοροῦντες φασὶν, ὅτι ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα· “ἐπι- “λάθου γάρ,” φησι, “τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός “ σου.” καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθεν, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς· καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις· Χαναναίαν δὲ αὐτὴν ἐκάλεσεν, ἵνα δείξῃ ἐκ ποίων παρανόμων ἐθνῶν οὖσα, ποίαν εἰλικρινῆ πίστιν ἐκτήσατο· καὶ οὐ λέγει, ἐλέησον τὴν θυγατέρα μου, διὰ τὸ ἐκείνην ἀναίσθητον ἐκ τῆς νόσου εἶναι· ἀλλ’ ἐλέησόν με τὴν μυρία πάσχουσαν δεινὰ, καὶ μετὰ αἰσθήσεως οὐκ ἔλαττον τῆς ἐμῆς θυγατρὸς μαινομένην.
Τίνος ἕνεκεν τοσαῦτα κρατούσης, ἐν πρώτοις μὲν οὐκ ἀπεκρίθη αὐτῇ λόγον· ὅτε δὲ ἀπεκρίθη, δυνάμενον ἐξαπορῆσαι αὐτῇ λόγον εἶπεν τὸ “ οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα “ οἴκου Ἰσραήλ·” καὶ πάλιν, “ ὅτι οὐκ ἔστι καλὸν λαβεῖν τὸν