Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ.

[*](1)

“Τότε,” φησὶν, “προσέρχονται πρὸς αὐτὸν οἱ ἀπὸ Ἱεροσο- “λυμῶν γραμματεῖς καὶ Φαρισαῖοι·” τίνος ἕνεκεν τῆς πόλεως ἐμνημόνευσεν; ἐπειδὴ πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, ἀλλ’ οἱ τὰ Ἱεροσόλυμα, ἤγουν τὴν μητρόπολιν οἰκοῦντες, πονηρότεροι τῶν ἄλλων ἤσαν, ὡς πλείονος ἀπολαύοντες τιμῆς· ὅθεν καὶ μείζονα τῦφον ἐκέκτηντο· τὸν καιρὸν δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, εἰπὼν “τότε,” ἵνα δείξῃ τὴν ἄφατον αὐτῶν πονηρίαν· ὅτι ἰδόντες ἐκ μόνης τῆς ἁφῆς τοῦ κρασπέδου τοὺς ἀρρώστους θεραπευθέντας, οὐδὲ οὕτως τῆς πονηρίας ἐπαύσαντο· ἀλλ’ ἐρωτῶντες εἰς μέσον προφέρουσιν, οὐ παράβασιν νόμου Μωϋσέως, ἀλλὰ τὴν τῶν πρεσβυτέρων παράδοσιν, εἰς οἰκείαν αὐτῶν τε κἀκείνων κατάκρισιν· καὶ γὰρ τοῦ Μωϋσέως μετὰ πολλῆς τῆς ἀπειλῆς προστάξαντος, ὥστε μὴ προσθεῖναι μήτε ἀφελεῖν, αὐτοὶ προσετίθουν· οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν· τὸ βαπτίζειν ποτήριον καὶ χαλκεῖον, τὸ δὲ αὐτοὺς βάπτ’ ἵζεσθαι· τοῦτο δὲ ἐποίουν, φοβερώτεροι εἶναι βουλόμενοι· ὡς δὴ καὶ αὐτοὶ νομοθέται· εἰς τοσοῦτον δὲ προῆλθον παρανομίας, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι, τὰς δὲ θείας παραγράφεσθαι· διὰ τοῦτο δὲ αὐτῷ περὶ τούτου διαλέγονται, εἰς ὀργὴν αὐτὸν κινῆσαι βουλόμενοι· ἴνα εἴπερ ἐξουδενώσει τοὺς πρεσβυτέρους, κατηγορήσωσιν αὐτοῦ· ἤσθιον δὲ ἀνίπτοις χερσὶν οἱ Ἀπόστολοι· οὐκ ἐπιτηδεύοντες τοῦτο, ἀλλ’ ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγκαίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτοντες νόμον ἔχοντες, ἀλλ’ ὡς ἔτυχεν ἑκάτερον ποιοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν. οὐ λέγει δὲ ὁ Χριστὸς, οὔτε ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ θρασυτέρους ἐργάσηται, οὔτε πάλιν κακίζει τὸ ὑπὸ τῶν Ἀποστόλων γινόμενον· ἵνα μὴ τὸν τῶν πρεσβυτέρων ὡς παρανόμων· ἵνα μὴ ὡς λοίδορον καὶ ὑβριστὴν

121
αἰτιάσωνται, ἀλλὰ τὸ δοκεῖν ἐπιτιμᾷ τοῖς ἐρωτῶσιν· καθάπτεται δὲ τῶν ταῦτα νομοθετησάντων πρεσβυτέρων, εἰ καὶ μηδαμοῦ τούτων μέμνηται· “ἀποκριθεὶς,” γάρ φησιν, “εἶπεν αὐτοῖς· διατί καὶ “ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ,” καὶ τὰ ἑξῆς.

[*](5)

Τί ἐστιν, ὃς ἃν εἴπῃ τῷ πατρὶ ἣ τῇ μητρὶ δῶρον, ὃ ἐὰν ἐξ “ἐμοῦ ὠφεληθῇς, καὶ οὐ τιμήσῃ τὸν πατέρα ἑαυτοῦ;” ἐπαίδευσαν τοὺς νέους, εὐσεβείας σχήματι, καταφρονεῖν τῶν γονέων· οἷον, εἴτις εἶπεν τῷ ἰδίῳ υἱῷ· δός μοι τὸ πρόβατον, ὃ ἔχεις, ἣ τὸν μόσχον, ἣ ἄλλο τι τοιοῦτον, ἔλεγε πρὸς πατέρα, δῶρόν ἐστι τῷ Θεῶ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν· καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο κακόν· οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν· τούς τε γεγενηκότας προφάσει τοῦ Θεοῦ ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγενηκότας· ὅθεν καὶ τὸν προφήτην εἰς μέσον ἄγει, ἄνωθεν προαναφωνοῦντα αὐτῶν τὴν κακίαν· ὅτι τῶν τοῦ Θεοῦ καταφρόνουσι, “διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.” διὸ ἐντρέψας αὐτοὺς, λοιπὸν πρὸς τὸν ὄχλον τρέπει τὸν λόγον· νομοθετῶν, ὅτι “οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, “ἁλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος.”

Ὡριγένουσ. Τὰ τοῖς γονεῦσιν ἐποφειλόμενα ἐκ τῶν υἱῶν ἐνομοθέτουν οἱ Ἰουδαῖοι, δῶρα τῷ Θεῷ προσάγειν, καὶ ἀδικεῖν τοὺς γονεῖς· οὐκ ἁπλῶς δὲ τοὺς ὄχλους προκαλεῖται, ἀλλὰ προσεκτικωτέρους ποιῶν· “ συνίετε γάρ,” φησι, τουτέστι, νοήσατε, καὶ μᾶλλον ἐμοῦ ἀκούετε ἣ τούτοις, τοῖς νόμον παρὰ καιρὸν λύσασι διὰ τῶν ἰδίων παραδόσεων.

Διὰ τι τῶν Ἀποστόλων εἰπόντων, ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν, αὐτὸς εἶπεν, “ ἄφετε αὐτούς ” καὶ γὰρ ἀλλαχοῦ φαίνεται εἰπών· “ ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς·” ἐπειδὴ οἶδεν ποτὲ μὲν δεῖ καταφρονεῖν σκανδάλων, ποτὲ δὲ μὴ καταφρονεῖν· τὸ δὲ “ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν,” εἶπεν, τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρόν ἐμπίπτειν δι’ αὐτούς· διὸ καὶ ἐπήγαγεν· “ τυφλὸς δὲ τυφλὸν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυ- “ νον ἐμπίπτουσιν·” χρὴ δὲ γινώσκειν, ὅτι οὐχ οἱ Φαρισαῖοι μόνον ἐσκανδαλίσθησαν, ἀλλὰ καὶ οἱ Ἀπόστολοι ἐθορυβήθησαν· ἐπειδὴ δὲ οὐκ ἐτόλμων τοῦτο ἐξ οἰκείου προσώπου εἰπεῖν, ἐν τῇ περὶ ἑτέ-

122
ρων διηγήσει μανθάνειν ἐβούλοντο· ὅτι γὰρ τοῦτό ἐστιν, ἀκούσωμεν πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος, προσελθὼν φησὶν, “φράσον ἡμῖν τὴν παραβολὴν ταύτην·” τὸν ἐν τῇ ψυχῇ θόρυβον ἐκκαλύπτων· διὸ καὶ ἐπιπλήττει αὐτῷ λέγων, “Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε·” ὅμως ἑρμηνεύει αὐτοῖς τὴν παραβολὴν, λέγων, ὅτι “ τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν “κοιλίαν χωρεῖ,” καὶ τὰ ἑξῆς· κατασκευάζει δὲ τὸ εἰρημένον, ἀπὸ τῆς κοινῆς φύσεως κατὰ Ἰουδαϊκὴν ταπεινότητα· καὶ γὰρ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφιεῖσιν, ὅσον ἂν ἔνδον ἐν τῇ κοιλίᾳ μένῃ· ὅτ’ ἃν δὲ ἐξέλθῃ, οὐκ ἔτι· ἐν ἑσπέρᾳ γὰρ κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν· τὰ δὲ τῆς καρδίας φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ οὐ μόνον τὰ ἔνδον· χρὴ δὲ ἡμᾶς καὶ τοῦτο τηρεῖν, καθάπερ ὁ δεσπότης Χριστός· λέγω δὴ, σκανδάλων καιρόν· ὥστε εἶναι ἡμᾶς συνετούς· καὶ σκοπεῖν, πότε μέν τινες εὐλόγως σκανδαλίζονται, καὶ ταχέως αὐτοὺς διορθοῦν· πότε δὲ ἄνευ λόγου, καὶ εἰς οὐδὲν τοῦτο λογίζεσθαι.

Κυρίλλου Ἀλεξανδρείασ. Ὠριγένουσ. Φυτεῖα ἐστὶν εἰ μὴ ἐκ Θεοῦ, πᾶν τὸ ἔξω Θεοῦ· ὅπερ καὶ ἐκριζωθήσεται· ὁ ταύτῃ ποιούμενος τυφλὸς ἢν.

Θεοδώρου Μομψουεστίασ. Μανιχαῖοι δὲ βουλόμενοι δεικνῦναι τὸν νόμον οὐκ εἶναι τοῦ Πατρὸς τοῦ Χριστοῦ, ταύτῃ κέχρηνται τῇ μαρτυρίᾳ· πλεῖστον ὅσον τῆς ἀληθείας ἀποσφαλέντος· οὐ γὰρ περὶ τῆς κατὰ νόμον λέγει διαγωγῆς, ἀλλὰ τῆς τῶν Φαρισαίων αἱρέσεως, οἳ ταῖς οἰκείαις ἐπινοίαις, πλεῖστα ἐναντία τοὺς πειθομένους αὐτοῖς ἐξεπαίδευον· καθὼς καὶ αὐτὸς ὁ Κύριος ἀνωτέρω φαίνεται σαφῶς ἐλέγχων αὐτούς.

Σευήρου Ἀντιοκείασ Ἀπὸ Λόγου Οθ΄. Φυτείαν ἐκάλεσεν ἠγνοημένην Θεῷ, τὰς παραφυάδας τῶν Φαρισαϊκῶν παραδόσεων· τὰς φιλονείκως καὶ ἀκαίρως ἀπομενούσας τῷ γράμματι, καὶ οὐκ αὐτῶν τὸν νόμον τὸν παρὰ Θεοῦ δοθέντα· μὴ γένοιτο· μὴ γὰρ δὴ τοῦτο τῆς a μυσαρᾶς γλώσσας καὶ θεομάχου οἱ Μανιχαῖοι προστεχνάσθωσαν· ἐπεὶ καὶ διὰ τοῦτο τυφλοὺς ἐκάλεσεν, ὡς τῷ γράμματι τὸν ὀφθαλμὸν προσερείσαντας, καὶ μὴ βουλομένους ἐπὶ τὸ πνεῦμα διαβλέψαι καὶ τὸν ἔνδοθεν νοῦν.

[*](a τὰς Cod.)
123