Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν αἰτούντων σημεῖον.
Θαυμάζων ὁ Εὐαγγελιστὴς τὴν ἀναίσχυντον γνώμην τῶν Φαρισαίων καὶ γραμματέων, φησὶ, “τότε ἀπεκρίθησαν αὐτῷ λέγοντες,” καὶ τὰ ἑξῆς. τέθεικε δὲ τὸ “τότε” ὅτι μετὰ τοσαῦτα σημεῖα, ὡς οὐδενὸς γενομένου, λέγουσι, “θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. τοῦτο δὲ ἔλεγον, ἵνα ἐπιλάβωνται πάλιν. ἐπειδὴ γὰρ ἀπὸ τῶν ῥημάτων αὐτοὺς ἐπεστόμισεν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐπὶ τὰ ἔργα πάλιν ἔρχονται. αὐτὸς δὲ ὅτε μὲν αὐτὸν τραχέως ἠρώτων καὶ ὕβριζον, ἐπιεικῶς αὐτοῖς διελέγετο. ὅτε δὲ ἐκολάκευον, ὑβριστικῶς καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπεκρίνετο· δεικνὺς, ὅτι ἑκατέρου πάθους ἐστὶν ἀνώτερος, καὶ οὔτε τότε εἰς ὀργὴν
Τίνος χάριν ἄνδρες Νινευΐται κατακρίνουσι τοὺς Ἰουδαίους; ἐπειδὴ ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης. καὶ ὁ μὲν ἐκ κήτους ἐξῆλθεν, ὁ δὲ ἐκ θανάτου ἀνέστη. καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, ὁ δὲ βασιλείαν ἦλθεν εὐαγγελιζόμενος· καὶ οἱ μὲν βάρβαροι, οἱ δὲ προφήταις συνανεστράφησαν μυρίοις· καὶ οἱ μὲν χωρὶς σημείου ἐπίστευσαν, οἱ δὲ πολλὰ σημεῖα θεασάμενοι, ἄπιστοι διέμειναν. τὸ δὲ “βασίλισσα νότου κατακρινεῖ αὐτοὺς, τοῦτο τοῦ προτέρου πλέον ἦν. ὁ μὲν γὰρ Ἰωνᾶς πρὸς ἐκείνους ἀπῆλθεν, ἡ δὲ βασίλισσα τοῦ νότου οὐκ ἀνέμεινε τὸν Σολομῶνα πρὸς αὐτὴν ἀπελθεῖν, ἀλλ’ αὐτὴ πρὸς αὐτὸν παρεγένετο· καὶ γυνὴ καὶ βάρβαρος οὖσα, καὶ τοσοῦτον ἀφεστηκυῖα, οὐκ ἀπειλῆς ἐπικειμένης, οὐ θάνατον δεδοικυνῖα, ἀλλ’ ἔρωτι ῥημάτων μόνον σοφῶν· “πλέον δὲ Σολομῶνος “ὧδε.” ἐκεῖ μὲν γὰρ ἡ γυνὴ παρεγένετο, ἐνταῦθα δὲ, ἐγώ, φησιν, ὁ δεσπότης. καὶ ὁ μὲν Σολομὼν ὑπὲρ δένδρων καὶ ξύλων διελέγετο, τὰ μηδὲν μέγα ὠφελῆσαι τὴν παραγενομένην δυνάμενα· ἐγὼ δὲ ὑπὲρ ἀπορρήτων ῥημάτων καὶ μυστηρίων φρικωδέστερον.
Διὰ τοῦ εἰπεῖν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ
Ωριγένουσ. Ἡ παραβολὴ τοῦ ἀκαθάρτου πνεύματος, περὶ τῶν ἐξ ἐπιστροφῆς εἰς ἀπροσεξίαν ἐρχομένων, ἢ ἐξ ἰάσεως εἰς ῥαθυμίαν, δι’ ἧς ἐπὶ τὸ χεῖρον ἕλκονται. οἰκος σεσαρωμένος, εἰς ὃν δαιμόνια εἰσέρχονται, ψυχαὶ εἰσὶ τῶν δοκούντων ἐκβιοῦν, κατὰ πρόθεσιν λόγων, ὡς ἀληθῆ τῶν ἐν ψευδωνύμων‘ γνώσει. ὁ δ’ αὐτός ἐστι κεκοσμημένος, ὡς ὁμοίωμα νάου, οὐκ ὢν ναὸς.
Ἀπολιναρίου. Ἑπτὰ πνεύματα λογιστέον τὰ πολλά. ἐπὶ γὰρ πλήθους πολλάκις τὰ ἑπτὰ παρὰ τῇ θείᾳ γραφῇ. κατ’ ἀρχὴν μὲν ἐν τοῖς Ἰουδαίοις ἐνῴκησε τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε κατ’ Αἴγυπτον εἰδωλολάτρουν· ἐξῆλθε δὲ ὅτε προσεκλήθησαν ὑπὸ Θεοῦ· μετὰ ταῦτα δὲ ὅτε ἐξήμαρτον εἰς τὸν προσκαλεσάμενον, τότε μετέβαινεν ἡ χάρις ἐπὶ τὰ ἔθνη, οἱ δὲ ἐξεδίδοντο. καὶ ἡ μὲν ἐν τοῖς ἔθνεσιν, ὥσπερ ἐν ἀνύδροις τισὶ τόποις κατοίκησις ἐγένετο τῶν πονηρῶν χαλεπή τε καὶ δύσβατος, Θεὸν ὑποδεξαμένων τῶν ἐθνῶν· ἡ δὲ εἰς τὸν Ἰσραὴλ ἐπάνοδος ῥᾷον ἣ πρότερον καὶ μετὰ πολλοῦ πλήθους τῆς ἐφόδου· διὸ κακίονα νῦν διάγουσιν ἣ ἐν Αἰγύπτῳ, παραταττόμενοι μὲν εἰς τὰς κατὰ Χριστὸν βλασφημίας ἀεί· τὴν δὲ πρὸς Ἀβραὰμ διαθήκην οὐκ ἔχοντες κατὰ τὸ [*](r Leg. vid. ψευδωνύμῳ. s κακίων Cod.)
Τίς ἐστιν ἡ μήτηρ μου.
Οὐδαμῶς ἐπαισχυνόμενος τὴν ἑαυτοῦ μητέρα, οὐδὲ ἀρνούμενος τὴν γεγεννηκυῖαν ἔλεγεν, “τίς ἐστιν ἡ μήτηρ μου,” εἰ γὰρ ἐπῃσχύνετο t, οὐδ’ ἃν διῆλθε διὰ τῆς μήτρας ἐκείνης, οὐδ’ ἃν καὶ πρὸς αὐτῷ τῷ σταυρῷ ὣν, τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ, παρεκατετίθετο αὐτήν· ἀλλὰ τοῦτο εἶπε δεῖξαι θέλων, ὅτι ἀρετῆς ἀπούσης, πάντα περιττὰ, καὶ ὅτι ὁ ταύτην ἐργαζόμενος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν αὐτοῦ.
Χρὴ δὲ μὴ τὰ ῥήματα ἐξετάζειν μόνον τὰ τὴν ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὸν ἐπιτιμῶντα τίς ἢν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ’ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ. καὶ τί βουλόμενος ἐπιτιμᾷ; ἀπαλλάξαι τοῦ τυραννικωτάτου τῆς κενοδοξίας πάθους, ὅπερ ὡς γυνὴ πέπονθε. ἐβούλετο γὰρ ἐπιδείξασθαι τῷ λαῷ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδός· ἔδει γὰρ αὐτὴν εἰσελθοῦσαν ἀκούειν μετὰ τοῦ ὄχλου, ἣ μὴ τοῦτο βουλόμενον ἀναμεῖναι, ἕως οὗ τὸν λόγον καταπαύσῃ· τὸ δὲ αὐτὸ καὶ περὶ τῶν ἀδελφῶν αὐτοῦ χρὴ λογίζεσθαι· ὅμως δὲ οὐδὲ εἶπεν, ἄπελθε, εἰπὲ τῇ μητρί μου, ὅτι οὐκ εἶ’ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων, “τίς ἐστιν ἡ μήτηρ μου.” καὶ ἕτερον δέ τι κατασκευάζων τοῦτο εἶπεν· ὥστε μήτε ἐκείνους, μήτε ἄλλους συγγενεία θαρροῦντας, ἀμελεῖν ἀρετῆς.
Ωριγένογσ. Οἱ μὴ γινώσκοντες τὸ κατὰ τὴν παρθένον μυστήριον λέγουσιν “ ἀδελφοὶ σου τῷ Ἰησοῦ, εἰ γὰρ ἐγίνωσκον ἐπίστευον εἰς αὐτόν. ἐκ τοῦ δὲ ποιεῖν τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς, ἀδελφὸς ἣ ἀδελφὴ ἣ μήτηρ τοῦ Ἰησοῦ τίς γίνεται. εἰ δὲ τούτω οὐ φύσει ἐστὶ τὶς ἀδελφὸς, ἣ τι τῶν λοιπῶν ἔτι πᾶσα παρθένος, καὶ ἀδιάφθορος ψυχὴ ἐξ Ἁγίου Πνεύματος συλλαβοῦσα, ἵνα γεννήσει τὸ πατρικὸν θέλημα, μήτηρ ἐστὶ τοῦ Ἰησοῦ.
Ἀπολιναρίου. Ὅτι δὲ μήπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, μανθάνομεν παρὰ Ἰωάννου· παρὰ δὲ τοῦ Μάρκου, καὶ τί πλέον ἀκηκόαμεν· ὡς γὰρ ἐξεστηκότα κατέχειν ἐπεχείρουν. [*](t ἐπαισχύνετο Cod.)
Θεοδωρήτου. Ταῦτα δὲ ἔφη, οὐκ ἀποδοκιμάζων πάντως τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς, ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τοῦτο κἀκείνους στέργων, εἰ ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἔπι τι σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν· ὃ μὲν καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ὡς γὰρ αὐτὸς εἶπε τοῖς μαθηταῖς “ὁ φιλῶν πατέρα ἢ μητέρα” καὶ τὰ ἑξῆς. οὕτω μοι νόει τὸν Ἰησοῦν προκρίναντα τοὺς μαθητὰς, ὑπὲρ μητέρα καὶ ἀδελφούς.
Ωριγένουσ. Προκριτέα ἡ κατὰ Θεὸν συγγένεια τῆς κατὰ σάρκα, αὕτη γὰρ καὶ προηγουμένη καὶ μένουσα.
Περὶ τῶν ποροβολῶν.
[*](3)Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς.
Διατὶ δὲ νῦν μὲν ἐν παραβολαῖς διαλέγεται, ὅτε δὲ ἐπὶ τοῦ ὄρους ἐδίδασκεν, οὐχ οὕτως; ὅτι τότε μὲν ὁ ὄχλος ἄκακος ἦν, νῦν δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. περὶ τίνος λέγει ὅτι ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι; περὶ ἑαυτοῦ· πόθεν δὲ ἐξῆλθε, καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πανταχοῦ πάρεστιν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ τὴν σάρκα περιβολῆς· οὐκ εἶπε δὲ ὅτι αὐτὸς ἔρριψε παρὰ τὴν ὁδὸν, ἀλλ’ ὅτι ἔπεσε, καὶ ὅτι τὸ τέταρτον μέρος ἐσώθη, καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. ταῦτα δὲ ἔλεγεν δηλῶν ὅτι μετὰ ἀφθονίας πᾶσι διελέγετο· καὶ ὅτι καθάπερ ὁ σπείρων τὴν γῆν οὐ διαιρεῖ τὴν ὑποκειμένην [*](u σὺ Cod.)
Χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι, καὶ ἀλλήλων διεστηκυῖαι. καὶ οἱ μὲν παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ῥάθυμοι καὶ βάναυσοι καὶ ὀλίγωροι, οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. οὐδὲ γάρ ἐστιν ἴσον μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. οἱ δὲ ἐν ταῖς ἀκάνθαις πολλῷ τούτων συγγνωστότεροι. ἵνα οὑν μήτι τούτων πάθωμεν, ἐπικαλύψαμεν τῇ προθυμίᾳ τὰ λεγόμενα καὶ τῇ διηνεκεῖ μνήμῃ. εἰ γὰρ καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ’ ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι. εἰ δὲ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα γίνεται. οὐ γὰρ εἶπεν ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν· καὶ ἀποπνίγεται τὰ λεγόμενα οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι αὐτάς· ἔξεστι γὰρ, ἐὰν θέλω, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάβην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι· διὰ τοῦτο οὐκ εἶπεν ὁ αἰὼν, ἀλλ’ “ἡ μέριμνα τοῦ αἰῶνος,” οὐδὲ ὁ πλοῦτος, ἀλλ’ “ἡ ἀπάτη τοῦ πλούτου.” μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην.
Τίνος ἕνεκεν οἱ Ἀπόστολοι λέγουσι τῷ κυρίῳ· ὅτι “διατί “ἐν παραβολαῖς λαλεῖς τοῖς ὄχλοις;” ἐπειδήπερ φιλοστόργως λοιπὸν πρὸς αὐτοὺς διέκειντο· καὶ γὰρ καὶ μετὰ ταῦτα λέγουσιν ὅτι “ἀπόλυσον τοὺς ὄχλους,” καὶ πάλιν ὅτι “οἶδας ὅτι ἐσκαν- “δαλίσθησαν·” ταῦτα δὲ πάντα ἀπὸ πολλῆς ἔλεγον ἀγάπης. τὸ δὲ “ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις “δὲ οὐ δέδοται,” εἶπε, διὰ τὸ πάντων αἰτίους τῶν κακῶν ἑαυτοὺς ποιεῖν, ἐκείνους ἑκουσίως πεισθῆναι μὴ βουλομένους. οἱ γὰρ Ἀπόστολοι αὐθαιρέτως ἐπείσθησαν. οὐδὲ γὰρ ἀνάγκην εἰσάγω, φησιν, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γενομένην· οὐδὲ γὰρ τὸ αὐτεξούσιον ἀναιρῶ. εἰπὼν δὲ “ὅτι ὅστις ἔχει δοθή-
Τί δέ ἐστιν “ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ “ἀκούουσιν;” ὅτι εἶδον δαίμονας ἐξελθόντας καὶ ἔλεγον “ἐν τῷ “Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.” ἤκουσαν τῷ Θεῷ προσάγοντα αὐτοὺς διὰ τῆς διδασκαλίας, καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ. διατί δὲ καὶ τὸν προφήτην εἰσάγει τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον καὶ λέγοντα, “ἀκοῇ ἀκού- “σετε, καὶ οὐ μὴ συνῆτε,” καὶ τὰ ἑξῆς; ἵνα μὴ νομίσῃ τίς κατηγορίαν ψιλὴν εἶναι τὰ εἰρημένα ὑπ’ αὐτοῦ. τὸ δὲ “ μή ποτε “ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτοὺς,” τὴν ἐπιτεταμένην πονηρίαν αὐτῶν σημαίνει, καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν· ὅμως δὲ καὶ διὰ τούτων ἐφέλκεται αὐτοὺς καὶ ἐρεθίζει πρὸς ἐπιστροφὴν, δεικνὺς ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτοὺς, καὶ ὅτι ἔστι δθνατὸν μετανοήσαντας σωθῆναι αὐτοὺς, καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ’ εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει.
[*](16)Εἰπὼν δὲ ὅτι “ὑμῶν μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ “τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν, οὐ ταύτην λέγει τὴν ὄψιν, ἀλλὰ τὴν ἀπὸ διανοίας· καὶ γὰρ καὶ αὐτοὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν τοῖς αὐτοῖς τεθραμμένοι λογίοις, ἀλλ’ οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας· ἐπειδὴ γὰρ ἀγαθὴν εἶχον προαίρεσιν καὶ γνώμην, διὸ καὶ ἐπήγαγεν, “ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν “ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον,” καὶ τὰ ἑξῆς. τὴν παρουσίαν τὴν ἐμήν, φησι, τὰ θαύματα ταῦτα, τὴν φωνὴν, τὴν διδασκαλίαν. ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνῃ ἐθεάσαντο, αὐτοὶ δὲ καὶ τῇ ὄψει. ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν ταύτην, φησὶ, καὶ λέγει τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα, τὰ περὶ χρημάτων καὶ ἀκτημοσύνης, δεικνὺς τὴν ἐκεῖθεν βλάβην, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν· εἰσάγει δὲ καὶ τῆς ἀρετῆς διαφόρους τρόπους· φιλάνθρωπος γὰρ ὢν, οὐ μίαν ὑπέδειξεν ὁδὸν, οὐδὲ εἶπεν, ἐὰν μή τις ἑκατὸν ποιήσῃ ἐξέπεσεν,
Κυρίλλου. Τὸ εἰπεῖν “μήποτε ἐπιστρέψω καὶ ἰάσομαι,” ἐπιτεταμένην ἐμφαίνει δυστροπίαν· πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γὰρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς, οὕτως λαλεῖ. ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾷν· πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν, πάντα ποιεῖ.
Κυρίλλου. Μακαρίζει οὖν αὐτοὺς, ὡς ἀκηκοότας τῆς τοῦ Υἱοῦ φωνῆς, καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι’ οὗ καὶ ἐν ᾧ τὴν τοῦ Πατρὸς καὶ Θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι, καὶ πληρεστάτην ἔσχον τὴν ἐπ’ ἀγαθοῖς θυμηδίαν.
Ωριγένουσ. Τὰ ὑποδεχόμενα μακαρισμῶν καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ, καὶ ἀκούοντος τῶν πνευματικῶν ὤτων, ταῦτα ἃν λέγοιτο. περὶ τούτου φησιν ὁ προφήτης “προσέθηκέ μοι Κύριος ὠτίον τοῦ ἀκούειν,” ἀντὶ τοῦ συνιεῖν τοῖς ἔνδοθεν ὠσὶν τὰς καρδίας κατὰ τὸν ἔσω ἄνθρωπον. ὁ γὰρ ἀπερίτμητος τῇ καρδίᾳ λαὸς, ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. Καὶ μετ’ ὀλίγον—Διὸ καὶ αὐτὴν τὴν ἀκοὴν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσι τὴν καινὴν διαθήκην, ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ Σωτῆρος· “ὑμῶν δὲ μακάρια τὰ ὠτα. ὅτι ἀκούουσι, καὶ οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι.
Τοῦ αὐτοῦ. Οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια, γνῶσιν ἔλαβον ὧν ἐπεθύμουν· ἐπεθύμουν δὲ ἰδεῖν καὶ ἀκοῦσαι ἃ οἱ Ἀπόστολοι ἔβλεπον, Θεὸν ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνῆς ἑνωθέντος σαρκὶ καθ’ ὑπόστασιν.
[*](19)Ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον.
Τοῦ αὐτοῦ. Ματθαῖος ἔγραψε “πονηρὸς,” Μάρκος δὲ
Γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον.
Ωριγένουσ. Θλίψεως ὑπὸ τῶν γονέων ἣ συγγενῶν, ἣ συνεργῶν, ἣ δοκούντων φίλων συμβαινόντων· διωγμοῦ δὲ, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς φέρονταί τινες διὰ τὸν λόγον· γενικῶς δὲ ταῦτα ἀμφότερα “πειρασμῶν ὠνόμασεν ὁ Λουκᾶς.
Τοῦ αὐτοῦ. “Ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει” καὶ ὁ τῶν ἑτεροδόξων λόγος· πλούσιοι γάρ εἰσι ψεῦσται· ὧν κρεῖσσον ἀληθὴς πτωχὸς καὶ εὐσεβής· πτωχὸς μὲν λόγῳ καὶ γνώσει, βίῳ δὲ δίκαιος· ἡ δὲ παρὰ τῷ Ἀποστόλῳ “μέριμνα πασῶν τῶν ἐκκλη- “σιῶν,” οὐκ ἔστι “μέριμνα τοῦ αἰῶνος τούτου,” ἀλλ’ αἱ βιωτικαὶ μέριμναι· ταῦτα δὲ ὑπομένει, ὁ μὴ νεώσας τὴν ἑαυτοῦ γῆν, ἀλλὰ ἀμελῶς τὸν λόγον δεχόμενος.
Τοῦ αὐτοῦ. Ἀληθῶς, γνωστικῶς συνιεὶς, καὶ εἰ δοκεῖ καρποφορῶν· εἰ δέ τις δοκεῖ συνἱέναι μὴ καρποφορῶν, οὐ συνίησιν· καὶ εἰ δοκεῖ καρποφορεῖν, μὴ συνιεὶς ὃ καρποφορεῖ· ὁ μέντοι εἰς ἑξήκοντα καὶ τριάκοντα καὶ ἑκατὸν, ἐδήλωσεν τῆς ἀρετῆς τὸ ποικίλον· ἐπεὶ μὴ πάντες ἴσην ἐπιδείκνυνται τῆς ἀρετῆς τὴν ἀκρίβειαν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον αὐτῆς ἐπιμελόμενοι· ὥστε δεῖξαι ὅτι προσίεται καὶ τούτους κατὰ τὴν οἰκείαν ἀναλογίαν.
[*](24)“Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν, σπείροντι “καλὸν σπέρμα,” καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ εἰπεῖν ὅτι “ἔσπειρε “ζιζάνια, τὰ τῶν αἱρετικῶν συστήματα καλει· επειδη ωσπερ
Ωριγένουσ. Ἐχθρὸν δὲ ἄνθρωπον, τὸν διάβολον καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους βλάβην· ἡμᾶς u γὰρ ἐπήρεια, καθ’ ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας, οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς ἐπηρείας, ἀλλ’ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο· ὅθεν δῆλον, ὅτι ὁ Θεὸς μᾶλλον x ἡμᾶς φιλεῖ, ἣ ἡμεῖς ἑαυτούς· διὰ τί δὲ μὴ πρὸ τούτου ἔσπειρε τὰ ζιζάνια, ἀλλ’ ὅτε ἦν ἅπαντα πεπληρωμένα; ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ. οὕτως πρὸς τὸν Θεὸν ἐχθρωδῶς ἔχων, πάντα ἐποίει. τίνος ἕνεκεν εἰσάγει τοὺς δούλους λέγοντας γεγενημένον, καὶ κατεπείγοντας ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως λαλοῦσι; δεικνύων τὴν μέριμναν αὐτῶν, τὴν ὑπὲρ τοῦ σπόρου, καὶ ἵνα τὸ νόσημα τέως ἐξέλωσιν οὐχ ἑαυτοῖς δὲ ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσιν· ὁ δὲ t Sic: ἐπικρεμᾷ vid. leg. u Vid. leg. ἡμῖν aut εἰς ἡμᾶς. x μᾶλλον suppl.
“Κόκκῳ σινάπεως,” τὴν βασιλείαν τῶν οὐρανῶν ἀπείκασεν· ἐπειδὴ ὥσπερ μικρὸν σπόρον ἔχει τὸ λάχανον τοῦτο, αὐξηθὲν δὲ μεῖζον γίνεται τῶν λαχάνων πάντων, οὕτως καὶ ἐπὶ τοῦ κηρύγματος γέγονεν· καὶ γὰρ πάντων ἦσαν ἀσθενέστεροι οἱ Ἀπόστολοι, καὶ πάντων ἐλάττους· ἀλλ’ ὅμως ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης καὶ ἐξετάθη τὸ κήρυγμα. διατὶ ἀλλαχοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅτ’ ἂν λέγῃ· “ἀναβλέψατε ὅτι αἱ χῶραι λευκαί εἰσι πρὸς “θερισμὸν ἤδη·” καὶ πάλιν· “ ὁ μὲν θερισμὸς πολύς· οἱ δὲ ἐργά- “τᾶι ὀλίγοι” ἐνταῦθα δὲ τὸν θερισμὸν, κατ’ ἄλλο σημαινόμενον εἶπεν; ἐπειδὴ ποτὲ μὲν τὴν ὑπακοὴν τῶν ὑπακουσάντων, θερισμὸν τὸ πρᾶγμα καλεῖ· νῦν δὲ θερισμὸν, τὴν συντέλειαν· καὶ ἀλλαχοῦ δὲ εἰπών ὅτι “ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων ἐνταῦθα δὲ αὐτὸν εἶναι φησι τὸν σπείροντα· τοῦτο δὲ εἶπεν περὶ προφητῶν καὶ Ἀποστόλων· καὶ γὰρ διὰ τούτων αὐτὸς ἦν ὁ σπείρων καὶ τότε· ἔστι δὲ ὅπως καὶ θερισμὸν καὶ σπόρον τὸ
“Ὁμοία, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα “γυνὴ, ἔκρυψε,” καὶ τὰ ἑξῆς· ἔστι δὲ ἡ ὑπόθεσις τῆς παραβολῆς αὕτη· ὥσπερ τὸ πολὺ ἄλευρον μεθίστησιν ἡ ζύμη μικρὰ οὔσα εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω, φησὶν, καὶ ὑμεῖς οἱ μαθηταὶ μου, τὸν πάντα κόσμον μεταστήσετε, ὀλίγοι ὄντες, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· καὶ ὥσπερ ἡ ζύμη τὸ φύραμα ζυμοῖ, ὅτ’ ἃν μίγη τὸ ἄλευρον, τοῦτο γὰρ δηλοῖ τὸ “ἔκρυψεν,” οὕτω καὶ ὑμεῖς, ὅτ’ ἃν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε· καὶ καθάπερ ἐκεῖ καταχώννυται μὲν τῷ ἀλεύρῳ, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν ἑαυτῆς ἕξιν μεταποιεῖ πάντα· τὸν αὐτὸν τρόπον, καὶ ἐπὶ τοῦ κηρύγματος τούτου συμβήσεται· “τρία δὲ σάτα” εἰπὼν, τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τούτων, ἐπὶ πλήθους λαμβάνειν· μηδεὶς δὲ θαυμαζέτω, εἰ περὶ βασιλείας οὐρανῶν διαλεγόμενος, κόκκου σινάπεως καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι· οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα δεηθῆναι ἑρμηνείας πολλῆς.
Διατί δὲ ὁ Εὐαγγελιστὴς τὸν προφήτην εἰσάγει προαναφωνοῦντα περὶ τῶν παραβολῶν καὶ λέγοντα· “ἀνοίξω ἐν παραβολαῖς “τὸ στόμα μου,” καὶ τὰ ἑξῆς; ἵνα δείξῃ μηδὲν καινοτομοῦντα τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν· ἐλάλει δὲ ἐν παραβολαλῖς, εἰς ἐρώτησιν τοὺς ὄχλους προτρεπόμενος· ὅμως ἐπειδὴ οὐδεὶς αὐτὸν ἐξ αὐτῶν ἠρώτησεν, ἀφεὶς αὐτοὺς ἀπῆλθεν· “προσ- “ἦλθον δὲ αὐτῷ,” φησιν, “οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν, “τὴν παραβολὴν τῶν ζιζανίων.” τίνος ἕνεκεν νῦν μετὰ παρρησίας οἱ Ἀπόστολοι προσέρχονται καὶ ἐρωτῶσιν; ἐπειδὴ ἔστιν ὅπου βουλόμενοι μαθεῖν, ἐφοβοῦντο ἐρωτῆσαι· ἐρωτῶσι δὲ νῦν μετὰ παρρησίας, διὰ τὸ ἤδη ἀκοῦσαι αὐτοὺς παρ’ αὐτοῦ, ὅτι “ὑμῖν “δέδοται γνῶναι τὸν μυστήρια.” κατ’ ἰδίαν δὲ ἐρωτῶσιν· οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ δεσπότου τηροῦντες νόμον, εἰπόντος· “τούτοις οὐ δέδοται.” καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες, περὶ τῆς τῶν ζιζανίων πυνθάνονται παραβολῆς; ἐπειδήπερ ἐκείνας ὡς σαφεστέρας παρήκασιν· ταύτην δὲ,
Χρὴ δὲ σκοπεῖν καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον· ὅτε μὲν γὰρ σπείρει, δι’ ἑαυτοῦ σπείρει· ὅτε δὲ κολάζει, δι’ ἑτέρων. περὶ μὲν γὰρ τοῦ σπείροντός φησιν· “ὁ σπείρων τὸ καλὸν σπέρμα, ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τὰ ἑξῆς· περὶ δὲ τῶν κολαζόντων λέγει· “οἱ δὲ θερισταὶ εἰσὶν “οἱ Ἄγγελοι. ὥσπερ οὖν συλλέγονται τὰ ζιζάνια, καὶ πυρὶ κατα- “καίονται, οὕτως ἔσται ἐν τῆ συντελείᾳ τοῦ αἰῶνος· ἀποστελεῖ ὁ “υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς “βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν “ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν “καιομένην· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ἱδόντων· “οἱ δὲ δίκαιοί,” φησιν, “ἐκλάμψουσιν ὡς ὁ ἥλιος·” τοῦτο δὲ εἶπεν, οὐκ ἐπειδὴ οὕτως μόνον ἐκλάμπειν μέλλουσιν, ἀλλ’ ἐπειδὴ τούτου τοῦ ἄστρου φανώτερον οὐ γινώσκομεν ἕτερον, τοῖς γνωρίμοις ἡμῖν κέχρηται παραδείγμασιν. τίνος χάριν ἀλλαχοῦ μέν φησιν, ὅτι οἱ δίκαιοι πρῶτοι ἁρπάζονται· νῦν δὲ λέγει, ὅτι μετὰ τὸ ἐμβληθῆναι τοὺς ἁμαρτωλοὺς εἰς κόλασιν, τότε οἱ δίκαιοι ἐκλάμπουσιν; ἁρπάζονται μὲν τότε οἱ δίκαιοι πρῶτοι, ἐρχομένου τοῦ δεσπότου Χριστοῦ, εἰς ἁπάντησιν αὐτοῦ· παραγενομένου δὲ αὐτοῦ, καὶ παραδοθέντων εἰς κόλασιν τῶν ἁμαρτωλῶν, τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται οἱ δίκαιοι· ἐπειδὴ γὰρ αὐτοὺς ἐν οὐρανῷ δεῖ εἶναι, αὐτὸς δὲ ἐνταῦθα ἥξει κρῖναι πάντας τοὺς ἀνθρώπους, δοὺς τὴν κατὰ τῶν ἁμαρτωλῶν ἀπόφασιν· καθάπερ τίς βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν αὐτοῖς ἄγων. εἶδες διπλὴν τὴν κόλασιν τοῖς ἁμαρτωλοῖς· τῶ τε κατακαίεσθαι, τῶ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης.
Διατὶ ἀναχωρήσαντος τοῦ ὄχλου, ἐν παραβολαῖς καὶ τοῖς μαθηταῖς διαλέγεται; ἐπειδὴ σοφώτεροι ἐκ τῶν εἰρημένων λοιπὸν ἐγένοντο, ὡς καὶ δύνασθαι συνιέναι. διὸ καὶ λέγει αὐτοῖς μετὰ τὰς παραβολάς· “συνήκατε ταῦτα πάντα;” οἱ δὲ πρὸς αὐτόν·
Εἰρηναίου ἐπισκόπου. Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ, καλὸν ἔσπειρε σπέρμα· ἀγρὸς δέ ἐστιν ὁ κόσμος· ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν· ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρὸς, ἀφ’ ὅτε ἐζήλωσεν τὸ πλάσμα τοῦ Θεοῦ, καἲ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησεν· διὸ καὶ ὁ Θεὸς, τὸν μὲν πη αὐτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισεν τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς καὶ κακῶς μὲν παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησεν· καὶ ἀντέστρεψε τὴν ἔχθραν, ἣν ἐχθροποίησεν πρὸς τὸν αὐτόν· ἀπωσάμενος μὲν ἀφ’ ἑαυτοῦ τὴν πρὸς τὸν ἄνθρωπον ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν· καθὼς ἡ γραφὴ φησὶν, εἰρηκέναι τῷ ὄφει τὸν Θεὸν, “καὶ ἔχθραν θήσω “ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, γενόμενος ἐκ γυναικὸς ἄνθρωπος.
x Καὶ τί δηλοῖ ἡ παραβολὴ τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου, ἥτις ἐστιν αὕτη· “ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ “κεκρυμμένῳ ἐν ἀγρῷ,” καὶ τὰ ἑξῆς. καὶ “πάλιν ὁμοία ἐστί, φησιν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι “καλοὺς μαργαρίτας,” καὶ τὰ ἑξῆς· τοῦτο σημαίνει, ὅτι δεῖ τὸ κήρυγμα πάντων προτιμᾷν· ὥσπερ δὲ ἡ παραβολὴ τοῦ κόκκου τοῦ σινάπεως καὶ τῆς ζύμης μικράν τινα ἔχουσι πρὸς ἀλλήλους διαφορὰν, οὕτω δὴ καὶ ἐνταῦθα, ἥτε τοῦ θησαυροῦ, καὶ ἡ τοῦ μαργαρίτου· κἀκείνη μὲν ἡ τῆς ζύμης καὶ ἡ τοῦ σινάπεως, πρὸς τὴν δύναμιν εἴρηται του κηρύγματος, καὶ ὅτι πάντως περίεσται τῆς οἰκουμένης ἁπάσης· αὕτη δὲ τὸ τίμιον καὶ πολυτελές· ἐκτείνεται μὲν γὰρ ὡς τὸ σίνηπι, καὶ περιγίνεται ὡς ζύμη· πολυτελὴς ’δε ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν εὐπορίαν, ὡς θησαυρός· δηλοῖ δὲ καὶ τοῦτο, ὅτι οὐ δεῖ μόνον πάντα τὰ ἄλλα ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι, ἀλλ’ ὅτι καὶ μετὰ [*](x Divisionem hic posui; sed in Cod. omnia quse seq. usq. ad ἀγνοοῦσιν Irenæo videntur tribui una cum prioribus.)
“Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς “τὴν θάλασσαν” καὶ τὰ ἑξῆς· χρὴ γινώσκειν ὅτι διέστηκεν ἡ παραβολὴ αὕτη, τῆς τῶν ζιζανίων· ἐκεῖ μὲν γὰρ δι’ αἵρεσιν ἀπόλλυνται, καὶ οἱ πρὸ ταύτης, οἱ εἰς τὸν σπόρον, διὰ τὸ μὴ προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ διὰ βίου πονηρίαν· οἵτινες πάντων εἰσὶν ἀθλιώτεροι· τῆς μὲν γνώσεως ἐπιτυχόντες καὶ ἁλιευσθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. τίνος δὲ ἕνεκεν, ἀλλαχοῦ μέν φησιν, ὅτι αὐτὸς ἀφορίζει, ὡς ἀφορίζει ὁ ποιμήν· ἐνταῦθα δὲ τοὺς Ἀγγέλους τοῦτο ποιεῖν λέγει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζιζανίων; ἐπειδὴ ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται· ποτὲ δὲ ὑψηλότερον· καὶ οὐδὲ εἶπεν ἁπλῶς, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἵνα μήτις νομίσῃ ἀκίνδυνον εἶναι τὴν ἐκ τοῦ μὴ θέλειν μαθεῖν ἀγνωσίαν, ἀλλὰ προσέθηκεν εἰπών· ὅτι εἰς κάμινον πυρὸς βάλλουσιν· “ἔνθα ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων·” διὰ τούτου δηλῶν ἄρρητον τὴν ὀδύνην οὖσαν. χρὴ δὲ σκοπῆσαι, πόσαι τῆς ἀπωλείας εἰσὶν αἱ ὁδοί· πρώτη, ἡ διὰ τῆς πέτρας· δευτέρα, ἡ διὰ τῶν ἀκανθῶν· τρίτη, ἡ διὰ τῆς ὁδοῦ. τετάρτη, ἡ διὰ τῶν ζιζανίων· πέμπτη, ἡ διὰ τῆς σαγήνης· οὐκ ἄρα ἀπεικότως ἔλεγεν· “ὅτι πλατεῖα ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν· καὶ “πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.”
“Πᾶς γραμματεὺς,” φησὶν, “μαθητευθεὶς εἰς τὴν βασιλείαν “τῶν. οὐρανῶν,” καὶ τὰ ἑξῆς· γραμματέα λέγει, τὸν διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν θείων γραφῶν, ἑαυτῷ θησαυρὸν γνώσεως ἀληθοῦς ἀποθέμενον, τῆς παλαιᾶς καὶ καινῆς γραφῆς· ὥστε εἰ ἄπειροι τῶν θείων εἰσὶ γραφῶν, οὐκ ἃν ὗεν οἰκοδεσπόται· μήτε αὐτοὶ ἔχοντες, μήτε παρ’ ἑτέρων λαμβάνοντες· ἀλλὰ παρορῶντες ἑαυτοὺς, ὑπὸ λιμοῦ ἀγνωσίας φθειρόμενοι· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ, ἐκτός εἰσι τοῦ μακαρισμοῦ τούτου· τὸ δὲ “ἐκβαλοῦσι καινὰ καὶ παλαιὰ,” δηλοῖ, ὅτι καὶ ἐκ τῆς παλαιᾶς καὶ ἐκ τῆς καινῆς γραφῆς διαλέγονται καὶ διδάσκουσιν· ἀκούσωμεν τοίνυν, ὅσοι τῆς τῶν θείων γραφῶν ἀμελοῦμεν ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν· πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιλαβόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες, καθὰ πολιτεύεσθαι χρή· ἀλλ’ οἱ μὲν πλουτοῦντες, συνεχῶς τινάσσουσιν ἑαυτῶν τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· ἡμεῖς δὲ, σητὸς χαλεπώτερον ὁρῶντες τὴν λήθην λυμαινομένην ἡμῶν τὴν ψυχὴν, οὐκ ἐντυγχάνομεν βιβλίοις, δι’ ὧν καλλωπίζεται ἡ ψυχή.
[*](53)“Καὶ ἐγένετο,” φησὶν, “ὅτε ἐλάλησεν ὁ Ἰησοῦς τὰς παρα- “βολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·” τίνος ἕνεκεν εἰπεν τὰς παραβολὰς ταύτας, ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν; διὰ τι δὲ μεταβαίνει ἐκεῖθεν; πανταχοῦ σπεῖραι τὸν λόγον βουλόμενος. “καὶ ἐλθὼν,” φησὶν, “εἰς τὴν πατρίδα αὐτοῦ,” καὶ τὰ ἑξῆς· ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; τὴν Ναζαρέτ· εἰς μὲν γὰρ τὴν Καπερναοὺμ, ἐποίησεν σημεῖα, ὡς προγέγραπται· ἐν ταύτῃ δὲ, καθυφίησι τῶν σημείων διὰ τὴν ἀπιστίαν αὐτῶν· ὥστε μὴ εἰς πλείονα φθόνον αὐτοὺς ἐκκαῦσαι· μὴ δὲ κατακρίναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτίθεσθαι αὐτοῖς y τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν· οἱ δὲ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, ἐξευτελίζουσι αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· λέγοντες, “οὐχ “οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς” καὶ τὰ ἑξῆς· καίτοι γε πολλὰ τούτων παραδείγματα ἔχοντες ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότας παῖδας· καὶ γὰρ ὁ Δαβὶδ, εὐτελοῦς τινὸς ἢν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ Ἀμῶς ὁ προφήτης, [*](y αὐτοὺς Cod.)
Τίνος δὲ χάριν ὀλίγα σημεῖα ἐποίησεν ἐν τῇ πατρίδι αὐτοῦ; ἵνα μὴ λέγωσιν· “ἰατρὲ θεράπευε σεαυτόν·” ἔτι δὲ καὶ ἵνα μὴ ὡς πολέμιον καὶ ἐχθρὸν αὐτὸν λογίζωνται, ὡς ὑπερορῶντα τοὺς οἰκείους· καὶ ἵνα μὴ καὶ τοῦτο μέλλουσι προφασίζεσθαι· ὅτι εἰ γέγονε σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν· διὰ τοῦτο οὖν καὶ ἐποίησεν καὶ ἐπέσχεν. τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἴνα μὴ ἐκείνους κατακρίνῃ μειζόνως.
Περὶ Ἰωάννου κοὶ Ἡρώδου.
[*](1)“Ἐν ἐκείνῳ,” φησὶ, “τῷ καιρῷ, ἤκουσεν Ἡρώδης ὁ τετράρχης “τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “οὗτος ἐστὶν “Ἰωάννης ὁ βαπτιστὴς, καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς εἰπεν “ ἐκείνῳ “τῷ καιρῷ,” ἀλλ’ ἵνα μάθωμεν τὸν τῦφον τοῦ τυράννου, ὅτι οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ἔμαθεν τὰ κατ’ αὐτὸν, ἀλλὰ μετὰ χρόνον πολύν· τοιοῦτον γὰρ οἱ ἐν δυναστείαις, καὶ πολλὴν τὴν ὑπερηφανίαν ἔχοντες, βραδέως ταῦτα μανθάνουσ’ ἱν, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον· τετράρχην δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ὁ βασιλεὺς Ἡρώδης, ὁ τούτου πατὴρ, ὁ τὰ νήπια ἀνελὼν, τετελευτηκὼς ἦν· χρὴ δὲ σκοπεῖν ἡλίκη ἡ ἀρετή· ὅτι τετελευτηκότα [*](z ατακρίνει Cod.)
Ἕνεκεν δὲ τίνος οὐ προηγουμένως τὴν ἱστορίαν περὶ τοῦ Ἰωαννοῦ διηγεῖται ὁ Εὐαγγελιστὴς, ἀλλ’ ἐπὶ ποῦ παρόντος ; ἐπειδὴ ἡ πᾶσα πραγματεία αὐτοῖς ἦν, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν, καὶ οὐδὲν ἐποιοῦν τοσούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν· οὐκ οὖν οὐδ’ ἂν ἐμνημόνευσεν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστόν· εἶτα διηγούμενος φησίν· “ὁ γὰρ Ἡρώδης “ κρατήσας τὸν Ἰωάννην,” καὶ τὰ ἑξῆς· οὐ διαλέγεται πρὸς τὴν Ηρωδιάδα, ἀλλὰ πρὸς τὸν Ἡρώδη; ἐπειδὴ κυριώτερος ἦν. χρὴ δὲ σκοπεῖν, πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον ἣ κατηγορίαν εἰσάγων· “γενεσίων γάρ,” φησιν, “ἀγομένων τοῦ Ἡρώδου,” καὶ τὰ ἑξῆς. διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε· καὶ οὕτως ἤρεσεν, ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν· ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγεν, τότε τὰ παράνομα ἐκεῖνα ἐτόλμησεν· ὅτε λῦσαι τὸν δεδεμένον ἐχρῆν, τότε σφαγὴν τοῖς δεσμοῖς προτίθησιν· ἀκούσατε, ὅσοι ἐν τοῖς γάμοις τοιαύτην ἀσχημοσύνην καταδέχεσθε, ἁλλομένας καὶ πηδώσας εἰσάγοντες, καὶ τὴν κοινὴν καταισχύνοντες φύσιν. διὰ τι δὲ λυπεῖται Ἡρώδης, αἰτησαμένης τῆς Ἡρωδιάδος τὴν κεφαλὴν Ἰωάννου; ἐπειδὴ τοιοῦτον ἡ ἀρετή· καὶ γὰρ παρὰ τοῖς κακοῖς, θαύματος καὶ ἐπαίνων ἀξία· ἐπὶ πίνακι καὶ τὴν κεφαλὴν αἰτεῖ, ἐπειδήπερ ἰδεῖν ἐπεθύμει τὴν γλῶσσαν· οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ὀνειδίσαι καὶ ἐπιβῆναι κειμένῳ. ἠνέσχετο δὲ τούτων γινομένων ὁ Θεὸς, καὶ οὔτε κεραυνὸν ἄνωθεν κατέφλεξεν, οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· πολλὴν καταλιμπάνων παραμυθίαν τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχειν μέλλουσιν.
Ιστέον, ὅτι, ὥς φησιν ὁ Ἰώσηπος, ἕτερος ἦν ὁ βασιλεὺς Ηρώδης καὶ ἕτερος ὁ τετράρχης, υἱὸς ὢν ἐκείνου.
Θεοδώρου Ἡρακλείασ. Οἰηθεὶς ἐκ νεκρῶν ἀνεστηκέναι τὸν βαπτιστὴν, ἤρξατο αὑτὸν δειλιᾷν, ὡς δυνατώτερον γεγονότα· καὶ
“Ἀκούσας δέ,” φησιν, " ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ, εἰς ἔρημον τόπον κατ’ ἰδίαν διὰ τί δὲ, καὶ ὅτε παρε- δόθη ὁ Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ιουδαι-οι, ὅτι πλείους μαθητὰς ποιεῖ, ἀναχωρεῖ ; ἐπειδὴ τέως ἐβούλετο τὰ πλείω ἀνθρωπινώτερον διοικεῖν· οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπο- γυμνῶσαι τὴν θεότητα σαφῶς· διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. μετὰ γὰρ τὴν ἀνά- στάσιν, ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον· ὅθεν τοῖς τέως διαπιστήσασιν Ἰουδαίοις οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγ- συγγνωμονικὸς.
Εἰδέναι δὲ χρὴ, πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν ᾠκειώθησαν τῷ Χριστῷ· αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενη- μένον. καὶ γὰρ οἱ πάντες ἐπ’ αὐτὸν καταφεύγουσι λοιπόν· οὕτως οὐ μικρὸν κέρδος μετὰ τοῦ θανάτου τοῦ διδασκάλου αὐτῶν, καὶ τὰ ἤδη παρ’ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντες, κατ- όρθωσαν· διὰ τοῦτο δὲ πρὶν ἀπαγγεῖλαι αὐτοὺς τὰ περὶ τοῦ θανάτου τοῦ διδασκάλου τῷ Χριστῷ, αὐτὸς οὐκ ἀνεχώρησεν· καί- τοιγε εἰδὼς καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον· δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν· οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστεύεσθαι ἐβούλετο· διὰ τὸ γινώ- σκειν αὐτὸν τοῦ διαβόλου τὴν κακουργίαν· καὶ ὅτι πάντα ἔργα. σεται οὗτος ὁ πονηρὸς, ὥστε τῆς οἰκονομίας ἀνελεῖν τὸ μυστήριον.
Περὶ τῶν ε ἄρτων καὶ ρ ἰχθύων.
[*](14)Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον.
Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· ἀναχωρεῖ δὲ, οὐκ εἰς πόλιν, ἀλλ’ εἰς ἔρημον καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. οἱ δὲ ὄχλοι, οὐδὲ οὕτως ἀφίστανται, ἀλλ’ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ θάνατος αὐτοὺς ἐφόβησεν τοῦ Ἰωάννου· τοσοῦτόν ἐστι πόθος καὶ ἀγάπη· οὕτως πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. διὰ τοῦτο δὲ τὴν ἀμοιβὴν εὐθέως ἐλάμβανον· ἐθεράπευσεν γὰρ τοὺς ἀρρώ-
Διατί οὐκ εἶπεν δίδωμι αὐτοῖς φαγεῖν, ἀλλ’ “ὑμεῖς δότε “αὐτοῖς;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ ἔτι, διὸ καὶ λέγουσιν· “οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους, καὶ δύο ἰχθύας·” καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη· ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε λοιπὸν τὰ παρ’ ἑαυτοῦ εἰσάγει καὶ φησίν· “φέρετέ μοι “αὐτοὺς ὧδε·” εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ’ ὁ τρέφων τὴν οἰκουμένην πάρειμι· “καὶ ἡ ὥρα παρῆλθεν·” ἀλλ’ ὁ μὴ ὑποκείμενος αὐταῖς ὑμῖν διαλέγεται. εἰ δὲ ὁ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρέργως τοῦτο εἶπεν, ἀλλὰ τὸν τῦφον τῆς πολιτείας παιδεύων ἡμᾶς καταπατεῖν. χάριν δὲ τίνος ἕνεκεν ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν ; ἵνα· δείξῃ, ὅτι ἀπὸ τοῦ πνεύματος ἐστίν· ὁμοῦ δὲ καὶ ἡμᾶς παιδεύων, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἃν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. οὐ ποιεῖ δὲ ἐκ μὴ ὄντων, ἀλλ’ ἐκ τῶν ὑποκειμένων· ἐμφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ· ἅμα δὲ καὶ δεικνὺς, ὅτι καὶ τὰ ὁρώμενα αὐτοῦ ἔργα καὶ κτίσματα εἰσί· καὶ ὅτι αὐτός ἐστιν ὁ εἰπών· “ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ἑρπετῶν ζωσῶν.”
Ποιεῖ δὲ καὶ καθολικὴν εὐεργεσίαν, πλῆθος τοσοῦτον θρέψας, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται διὰ τῶν ἰάσεων ἀγαθῶν, καὶ γὰρ διὰ τοῦτο συνῆλθον, ἀλλ’ ἵνα καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσιν· ἐν ἐρήμῳ δὲ αὐτοὺς ἄγει· ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα· καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τί εἰς τὴν τράπεζαν τοῦ πλήθους· διὰ τοῦτο δὲ καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον· ἔτι δὲ καὶ τὴν τῶν μαθητῶν αὐτοῦ μανθάνομεν φιλοσοφίαν· ὅτι δώδεκα ὄντες, πέντε ἄρτους εἶχον μόνους, καὶ δύο ἰχθύας· οὕτως ἐν τοῖς ἀναγκαίοις, πάρεργα αὐτοῖς ἦν τὰ σῶμά τικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνων, καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν· ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχομεν, καὶ αὐτὰ παρέχειν δεῖ τοῖς δεομενοις.
Εδίδου δὲ διὰ τῶν μαθητῶν αὐτοῦ, τιμῶν αὐτοὺς ἐν τούτῳ· οὐ τιμῶν δὲ μόνον, ἀλλ’ ἵνα μὴ παρελθόντος ἐπιλάθωνται τούτου, τῶν χειρῶν αὐτοῖς μαρτυρούντων· ἐκέλευσεν δὲ ἐπὶ στιβάδος τοὺς ὄχλους ἀναπεσεῖν, φιλοσοφεῖν αὐτοὺς παιδεύων· οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι, καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσιν τὰ αὐτὰ προσθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν· καὶ ταπεινοφροσύνην καὶ ἐγκράτειαν καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὰ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευεν· περισσεῦσαι δὲ ἐποίησεν, οὐχὶ ἄρτους, ἀλλὰ καὶ κλάσματα· ἵνα δείξῃ ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα τὰ κλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον· καὶ ἵνα μήτις φαντασίαν εἶναι νομίσῃ τὸ γεγονὸς, δώδεκα κοφίνους εἰς μέσον παρήγαγεν· ἵνα καὶ Ἰούδας βαστάσῃ. ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ’ οὐκ ἃν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν· οὕτω γὰρ οὖν αὐτὸν οἱ ὄχλοι ἐξεπλάγησαν ἐντεῦθεν, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι· καίτοι γε ἐπὶ τῶν ἄλλων θαυμάτων, οὐδαμοῦ τοῦτο ποιήσαντες. γυναικῶν καὶ παιδίων ἐμνημόνευσεν πρὸς μέγιστον αὐτῶν ἐγκώμιον· ὅτι καὶ ἡ ἀσθενεστέρα φύσις, εἰς οὐδὲν τὸν κόπον τῆς ὁδοῦ διὰ τὸν πρὸς αὐτὸν πόθον ἐλογίσατο.
Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.
[*](22)Διὰ τί ποιήσας τὸ σημεῖον, ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προσάγειν αὐτὸν εἰς τὸ πέραν ; πείθων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, μὴ δὲ ἐπισύρεσθαι τὸ πλῆθος· καὶ γὰρ ὁτ’ ἃν μεγάλα ἐργάζηται, χωρίζεται μετὰ τῶν μαθητῶν ἀπὸ τοῦ πλήθους· τὸ “ ἠνάγκασεν” δὲ ετͅπεν, τὴν πολλὴν προσεδρίαν δεικνὺς τῶν μαθητῶν, καὶ ὅτι δυσαποσπάστως εἶχον αὐτοῦ· ἔπεμπε δὲ τοὺς μαθητὰς, προφάσει μὲν τῶν ὄχλων· αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς, μηδὲ ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μηδὲ φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκατέρα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον· καὶ γάρ ἐστιν ot ἃν καλὴ ὑπάρχει ἡ μόνωσις· ὅτ’ ἃν ἐντυγχάνειν δέῃ Θεῷ· καὶ γὰρ ἀταραξίας ἐστὶ μητὴρ, καὶ γαλήνη καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς.
τίνος ἕνεκεν, ἐν μὲν τῷ πρώτῳ κλύδωνι, συμπαρῆν τοῖς μαθηταῖς, ἄρτι δὲ οὐ ; ἵνα τότε μὲν, ἐξ ἑτοίμου παράσχῃ τὴν παραμυθίαν αὐτοῖς· νυνὶ δὲ, ἵνα ἐπὶ μείζονα αὐτοὺς ἀγάγῃ ὑπομονήν· καὶ ἠρέμα κατὰ μικρὸν ὑψηλοτέρους αὐτοὺς κατεσκεύαζε· διὰ τοῦτο καὶ ἐν μέσῃ τῇ θαλάσσῃ, συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαι ποθὲν ἐλπίδα σωτηρίας· ἀφίησι δὲ αὐτοὺς κλυδωνίζεσθαι ὅλην τὴν νύκτα, διεγείρων αὐτῶν τὴν κὰμ δίαν, καὶ εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐμβάλλων τὴν αὐτοῦ· ἅμα δὲ καὶ παιδεύων ἡμᾶς, μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων κακῶν· ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· τετάρτῃ γὰρ φυλακῇ τῆς νυκτὸς ἐπέστη αὐτοῖς, καὶ ὅτε προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβοζ· ἰδόντες “ γὰρ αὐτόν,” φησι, “ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐτα- “ ράχθησαν· ’ ὥστε καὶ κράξαι· μετὰ γὰρ τοῦ χειμῶνος οὐχ ἧττον, διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν ἐποίησεν εὐθέως· γυμνάζων αὐτοὺς, ὅπερ ἔφην, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων παιδεύων εἶναι καρτερικούζ́ καὶ ὅσῳ δὲ τὰ τῆς ἀγωνίας ἐπετείνετο, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν·
Ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι.
Κυρίλλου Ἀλεξανδρείασ. Εὔχεται δὲ, οὐχ ὡς δεόμενος, ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. Καὶ μετ’ ὀλίγον — Ἕως ἑσπέρας ἴνα δείξῃ, ὅτι οὐ δεῖ ἀψικόρως z ἔχειν περὶ τούτου, ἀλλ’ ὑπομονὴν καὶ προθυμίαν· διδάσκει δὲ καὶ τοῦτο· ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν, καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν, ἐπὶ τὴν προσευχὴν χωρεῖν.
Ωριγένουσ. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὸν ἔρημον, καὶ εἰς τὸ ὅρος ἄνεισιν τοῦ προσεύξασθαι, ἡμᾶς διδάσκων τὰς μεταστάσεις τῆς προσευχῆς.
Θεοδώρου Μομψουεστίασ. τετάρτην λέγει φυλακὴν τῆς νυκτὸς, τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός.
Σευήρου Ἐξ Ἐπιστολῆσ Τῆσ Πρὸσ Καισάριον a Ὁ οὖν Εὐαγγελιστὴς τὸν καιρὸν ἐσπούδασεν δηλῶσαι τῆς νυκτὸς, καθ’ ὅν ἐπεφάνη τοῖς μαθηταῖς πλέουσι καὶ χειμαζομένοις, ἐπὶ τῆς θαλάσσης περιπατῶν ὁ Ἰησοῦς.
Τοῦ Αὐτοῦ. Τὸ “ἐγώ εἰμι,” τῆς ἀληθείας ἐστὶ παραστατικὸν, καὶ πᾶσαν φαντασίαν ἀποσκευάζεται.
Κυρίλλου. Εἰπὼν “θαρσεῖτε,” τὴν πίστιν ἀπαιτεῖ· δι’ ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σώζεται· ἐπαγαγὼν δὲ, “ ἐγώ εἰμι,” λύει πάντα φόβον· ἐγὼ γάρ, φησιν, εἰμιί.
[*](38)Διὰ τί οὐκ εἶπεν ὁ Πέτρος, κέλευσόν μοι βαδίσαι ἐπὶ τὰ ὕδατα, ἀλλ’ “ ἐλθεῖν πρὸς σέ·” ἐπειδὴ τὸ μὲν ἐπιδείξεως ἦν· τοῦτο δὲ ἀγάπης νόμος· οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν δεσπότην Χριστόν· διὸ καὶ ἐπεθύμει ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι· ἐπέτρεψε δὲ αὐτῷ πρὸς αὐτὸν ἀπελθεῖν· ἐπειδὴ ᾔδει, ὅτι εἰ εἶπεν αὐτῷ, οὐ δύνασαι· πάλιν θερμὸς ὢν ὁ Πέτρος, ἀντεῖπεν ἄν· διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονίσῃ· [*](z Dubiӕ scripturӕ est hӕc vox. a πρκαισάρ Cod.)
Ιδοὺ πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγεν· ὅθεν οὐδὲ ὡς πρότερον προσήεσαν αὐτῷ, εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ πρόσταγμα διὰ ῥημάτων, ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως, τὴν θεραπείαν ᾔτουν· παρακαλοῦντες, “ ἵνα μόνον ἅψων- “ τᾶι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· διὸ “ καὶ ὅσοι ἥψαντο, “ ἐσώθησαν·” δείξαι θέλων ὁ Εὐαγγελιστὴς, ὅτι διὰ χρόνου ἐπέβη τῇ γῇ Γεννησαρὲτ, φησὶν, “ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ “ τόπου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωραν ἐκείνην· καὶ προσ- “ ἤνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·” ἀλλ’ ὅμως ὁ χρόνος οὐκ ἐξέλυσεν τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν.
Ὠπιγένουσ. Οἱ κακῶς ἔχοντες, μηδέπω αὐτοῦ ἁπτέσθωσαν μηδὲ ὅλου τοῦ ἱματίου αὐτοῦ· ἀρκεῖ γὰρ αὐτοῖς ἅψασθαι τοῦ κρασπέδου, πρὸς τὸ διασωθῆναι· ἡμεῖς δὲ ἐὰν θέλομεν, ὅλον αὐτὸν ἔχομεν κα γὰρ τὸ σῶμα αὐτοῦ πρόκειται νυν ἥμιν· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι· προσερχέσθω τοίνυν μετὰ πίστεως ἕκαστος ἀσθένειαν ἔχων· εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι, τοσαύτην εἵλκυσαν