Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.

[*](22)

Διὰ τί ποιήσας τὸ σημεῖον, ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προσάγειν αὐτὸν εἰς τὸ πέραν ; πείθων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, μὴ δὲ ἐπισύρεσθαι τὸ πλῆθος· καὶ γὰρ ὁτ’ ἃν μεγάλα ἐργάζηται, χωρίζεται μετὰ τῶν μαθητῶν ἀπὸ τοῦ πλήθους· τὸ “ ἠνάγκασεν” δὲ ετͅπεν, τὴν πολλὴν προσεδρίαν δεικνὺς τῶν μαθητῶν, καὶ ὅτι δυσαποσπάστως εἶχον αὐτοῦ· ἔπεμπε δὲ τοὺς μαθητὰς, προφάσει μὲν τῶν ὄχλων· αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς, μηδὲ ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μηδὲ φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκατέρα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον· καὶ γάρ ἐστιν ot ἃν καλὴ ὑπάρχει ἡ μόνωσις· ὅτ’ ἃν ἐντυγχάνειν δέῃ Θεῷ· καὶ γὰρ ἀταραξίας ἐστὶ μητὴρ, καὶ γαλήνη καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς.

τίνος ἕνεκεν, ἐν μὲν τῷ πρώτῳ κλύδωνι, συμπαρῆν τοῖς μαθηταῖς, ἄρτι δὲ οὐ ; ἵνα τότε μὲν, ἐξ ἑτοίμου παράσχῃ τὴν παραμυθίαν αὐτοῖς· νυνὶ δὲ, ἵνα ἐπὶ μείζονα αὐτοὺς ἀγάγῃ ὑπομονήν· καὶ ἠρέμα κατὰ μικρὸν ὑψηλοτέρους αὐτοὺς κατεσκεύαζε· διὰ τοῦτο καὶ ἐν μέσῃ τῇ θαλάσσῃ, συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαι ποθὲν ἐλπίδα σωτηρίας· ἀφίησι δὲ αὐτοὺς κλυδωνίζεσθαι ὅλην τὴν νύκτα, διεγείρων αὐτῶν τὴν κὰμ δίαν, καὶ εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐμβάλλων τὴν αὐτοῦ· ἅμα δὲ καὶ παιδεύων ἡμᾶς, μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων κακῶν· ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· τετάρτῃ γὰρ φυλακῇ τῆς νυκτὸς ἐπέστη αὐτοῖς, καὶ ὅτε προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβοζ· ἰδόντες “ γὰρ αὐτόν,” φησι, “ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐτα- “ ράχθησαν· ’ ὥστε καὶ κράξαι· μετὰ γὰρ τοῦ χειμῶνος οὐχ ἧττον, διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν ἐποίησεν εὐθέως· γυμνάζων αὐτοὺς, ὅπερ ἔφην, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων παιδεύων εἶναι καρτερικούζ́ καὶ ὅσῳ δὲ τὰ τῆς ἀγωνίας ἐπετείνετο, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν·

118
εἰπόντος δὲ αὐτοῦ “θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε,” τῷ ῥήματι τούτῳ εὐθέως τὸν φόβον αὐτῶν ἔλυσεν, καὶ θαρρῆσαι παρεσκεύασεν.

Ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι.

Κυρίλλου Ἀλεξανδρείασ. Εὔχεται δὲ, οὐχ ὡς δεόμενος, ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. Καὶ μετ’ ὀλίγον — Ἕως ἑσπέρας ἴνα δείξῃ, ὅτι οὐ δεῖ ἀψικόρως z ἔχειν περὶ τούτου, ἀλλ’ ὑπομονὴν καὶ προθυμίαν· διδάσκει δὲ καὶ τοῦτο· ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν, καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν, ἐπὶ τὴν προσευχὴν χωρεῖν.

Ωριγένουσ. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὸν ἔρημον, καὶ εἰς τὸ ὅρος ἄνεισιν τοῦ προσεύξασθαι, ἡμᾶς διδάσκων τὰς μεταστάσεις τῆς προσευχῆς.

Θεοδώρου Μομψουεστίασ. τετάρτην λέγει φυλακὴν τῆς νυκτὸς, τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός.

Σευήρου Ἐξ Ἐπιστολῆσ Τῆσ Πρὸσ Καισάριον a Ὁ οὖν Εὐαγγελιστὴς τὸν καιρὸν ἐσπούδασεν δηλῶσαι τῆς νυκτὸς, καθ’ ὅν ἐπεφάνη τοῖς μαθηταῖς πλέουσι καὶ χειμαζομένοις, ἐπὶ τῆς θαλάσσης περιπατῶν ὁ Ἰησοῦς.

Τοῦ Αὐτοῦ. Τὸ “ἐγώ εἰμι,” τῆς ἀληθείας ἐστὶ παραστατικὸν, καὶ πᾶσαν φαντασίαν ἀποσκευάζεται.

Κυρίλλου. Εἰπὼν “θαρσεῖτε,” τὴν πίστιν ἀπαιτεῖ· δι’ ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σώζεται· ἐπαγαγὼν δὲ, “ ἐγώ εἰμι,” λύει πάντα φόβον· ἐγὼ γάρ, φησιν, εἰμιί.

[*](38)

Διὰ τί οὐκ εἶπεν ὁ Πέτρος, κέλευσόν μοι βαδίσαι ἐπὶ τὰ ὕδατα, ἀλλ’ “ ἐλθεῖν πρὸς σέ·” ἐπειδὴ τὸ μὲν ἐπιδείξεως ἦν· τοῦτο δὲ ἀγάπης νόμος· οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν δεσπότην Χριστόν· διὸ καὶ ἐπεθύμει ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι· ἐπέτρεψε δὲ αὐτῷ πρὸς αὐτὸν ἀπελθεῖν· ἐπειδὴ ᾔδει, ὅτι εἰ εἶπεν αὐτῷ, οὐ δύνασαι· πάλιν θερμὸς ὢν ὁ Πέτρος, ἀντεῖπεν ἄν· διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονίσῃ· [*](z Dubiӕ scripturӕ est hӕc vox. a πρκαισάρ Cod.)

119
ὁ γὰρ τοῦ μείζονος περιγενόμενος, τουτέστιν ἀκμάζοντος ἔτι τοῦ φόβου, ἐπιβῆναι τῶν ὑδάτων θαρρήσας, ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κακῶς, τῆς τοῦ ἀνέμου ῥύμης, οὐ τῆς θαλάσσης· καὶ ταῦτα ἐγγὺς ὣν τοῦ Χριστοῦ· οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι τοῦ Χριστοῦ, μὴ πιστεύοντας ἐγγύς; οὐκ ἐπέταξε δὲ τοῖς ἀνέμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ· ὅτι τῆς ἐκείνου πίστεως ἔδει εἰς τοῦτο· ὅτ’ ἃν δὲ τὰ παρ’ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται· δεικνὺς τοίνυν ὅτι οὐχὶ ἡ τοῦ ἀνέμου ἐκβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάσατο, καὶ φησίν· “ εἰς τί ἐδίστασας ὀλιγόπιστε ;” ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησεν, καὶ πρὸς τὸν ἄνεμον ἀντέστη ἃν ῥαδίως· διάτοι τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον εἴα πνεῖν· δηλῶν ὅτι ἐκεῖνος οὐδὲν παραβλάπτει, ὅτ’ ἃν ἡ πίστις ᾖ πεπηγυῖα· καὶ πρὸ τούτου μὲν ἔλεγον· “ ποταπός ἐστιν ὁ ἄνθρω- “ πος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν “ αὐτῷ νυνὶ δὲ οὐχ οὕτως· ἀλλ’ ἀληθῶς Θεοῦ Υἱὸς εἰ.

Ιδοὺ πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγεν· ὅθεν οὐδὲ ὡς πρότερον προσήεσαν αὐτῷ, εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ πρόσταγμα διὰ ῥημάτων, ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως, τὴν θεραπείαν ᾔτουν· παρακαλοῦντες, “ ἵνα μόνον ἅψων- “ τᾶι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· διὸ “ καὶ ὅσοι ἥψαντο, “ ἐσώθησαν·” δείξαι θέλων ὁ Εὐαγγελιστὴς, ὅτι διὰ χρόνου ἐπέβη τῇ γῇ Γεννησαρὲτ, φησὶν, “ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ “ τόπου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωραν ἐκείνην· καὶ προσ- “ ἤνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·” ἀλλ’ ὅμως ὁ χρόνος οὐκ ἐξέλυσεν τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν.

Ὠπιγένουσ. Οἱ κακῶς ἔχοντες, μηδέπω αὐτοῦ ἁπτέσθωσαν μηδὲ ὅλου τοῦ ἱματίου αὐτοῦ· ἀρκεῖ γὰρ αὐτοῖς ἅψασθαι τοῦ κρασπέδου, πρὸς τὸ διασωθῆναι· ἡμεῖς δὲ ἐὰν θέλομεν, ὅλον αὐτὸν ἔχομεν κα γὰρ τὸ σῶμα αὐτοῦ πρόκειται νυν ἥμιν· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι· προσερχέσθω τοίνυν μετὰ πίστεως ἕκαστος ἀσθένειαν ἔχων· εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι, τοσαύτην εἵλκυσαν

120
δύναμιν, πολλῷ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες· τὸ δὲ προσελθεῖν μετὰ πίστεως, οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς διανοίας ἅψασθαι· τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ.