Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ε ἄρτων καὶ ρ ἰχθύων.
[*](14)Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον.
Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· ἀναχωρεῖ δὲ, οὐκ εἰς πόλιν, ἀλλ’ εἰς ἔρημον καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. οἱ δὲ ὄχλοι, οὐδὲ οὕτως ἀφίστανται, ἀλλ’ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ θάνατος αὐτοὺς ἐφόβησεν τοῦ Ἰωάννου· τοσοῦτόν ἐστι πόθος καὶ ἀγάπη· οὕτως πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. διὰ τοῦτο δὲ τὴν ἀμοιβὴν εὐθέως ἐλάμβανον· ἐθεράπευσεν γὰρ τοὺς ἀρρώ-
Διατί οὐκ εἶπεν δίδωμι αὐτοῖς φαγεῖν, ἀλλ’ “ὑμεῖς δότε “αὐτοῖς;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ ἔτι, διὸ καὶ λέγουσιν· “οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους, καὶ δύο ἰχθύας·” καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη· ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε λοιπὸν τὰ παρ’ ἑαυτοῦ εἰσάγει καὶ φησίν· “φέρετέ μοι “αὐτοὺς ὧδε·” εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ’ ὁ τρέφων τὴν οἰκουμένην πάρειμι· “καὶ ἡ ὥρα παρῆλθεν·” ἀλλ’ ὁ μὴ ὑποκείμενος αὐταῖς ὑμῖν διαλέγεται. εἰ δὲ ὁ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρέργως τοῦτο εἶπεν, ἀλλὰ τὸν τῦφον τῆς πολιτείας παιδεύων ἡμᾶς καταπατεῖν. χάριν δὲ τίνος ἕνεκεν ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν ; ἵνα· δείξῃ, ὅτι ἀπὸ τοῦ πνεύματος ἐστίν· ὁμοῦ δὲ καὶ ἡμᾶς παιδεύων, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἃν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. οὐ ποιεῖ δὲ ἐκ μὴ ὄντων, ἀλλ’ ἐκ τῶν ὑποκειμένων· ἐμφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ· ἅμα δὲ καὶ δεικνὺς, ὅτι καὶ τὰ ὁρώμενα αὐτοῦ ἔργα καὶ κτίσματα εἰσί· καὶ ὅτι αὐτός ἐστιν ὁ εἰπών· “ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ἑρπετῶν ζωσῶν.”
Ποιεῖ δὲ καὶ καθολικὴν εὐεργεσίαν, πλῆθος τοσοῦτον θρέψας, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται διὰ τῶν ἰάσεων ἀγαθῶν, καὶ γὰρ διὰ τοῦτο συνῆλθον, ἀλλ’ ἵνα καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσιν· ἐν ἐρήμῳ δὲ αὐτοὺς ἄγει· ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα· καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τί εἰς τὴν τράπεζαν τοῦ πλήθους· διὰ τοῦτο δὲ καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον· ἔτι δὲ καὶ τὴν τῶν μαθητῶν αὐτοῦ μανθάνομεν φιλοσοφίαν· ὅτι δώδεκα ὄντες, πέντε ἄρτους εἶχον μόνους, καὶ δύο ἰχθύας· οὕτως ἐν τοῖς ἀναγκαίοις, πάρεργα αὐτοῖς ἦν τὰ σῶμά τικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνων, καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν· ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχομεν, καὶ αὐτὰ παρέχειν δεῖ τοῖς δεομενοις.
Εδίδου δὲ διὰ τῶν μαθητῶν αὐτοῦ, τιμῶν αὐτοὺς ἐν τούτῳ· οὐ τιμῶν δὲ μόνον, ἀλλ’ ἵνα μὴ παρελθόντος ἐπιλάθωνται τούτου, τῶν χειρῶν αὐτοῖς μαρτυρούντων· ἐκέλευσεν δὲ ἐπὶ στιβάδος τοὺς ὄχλους ἀναπεσεῖν, φιλοσοφεῖν αὐτοὺς παιδεύων· οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι, καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσιν τὰ αὐτὰ προσθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν· καὶ ταπεινοφροσύνην καὶ ἐγκράτειαν καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὰ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευεν· περισσεῦσαι δὲ ἐποίησεν, οὐχὶ ἄρτους, ἀλλὰ καὶ κλάσματα· ἵνα δείξῃ ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα τὰ κλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον· καὶ ἵνα μήτις φαντασίαν εἶναι νομίσῃ τὸ γεγονὸς, δώδεκα κοφίνους εἰς μέσον παρήγαγεν· ἵνα καὶ Ἰούδας βαστάσῃ. ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ’ οὐκ ἃν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν· οὕτω γὰρ οὖν αὐτὸν οἱ ὄχλοι ἐξεπλάγησαν ἐντεῦθεν, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι· καίτοι γε ἐπὶ τῶν ἄλλων θαυμάτων, οὐδαμοῦ τοῦτο ποιήσαντες. γυναικῶν καὶ παιδίων ἐμνημόνευσεν πρὸς μέγιστον αὐτῶν ἐγκώμιον· ὅτι καὶ ἡ ἀσθενεστέρα φύσις, εἰς οὐδὲν τὸν κόπον τῆς ὁδοῦ διὰ τὸν πρὸς αὐτὸν πόθον ἐλογίσατο.