Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ Ἰωάννου κοὶ Ἡρώδου.

[*](1)

“Ἐν ἐκείνῳ,” φησὶ, “τῷ καιρῷ, ἤκουσεν Ἡρώδης ὁ τετράρχης “τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “οὗτος ἐστὶν “Ἰωάννης ὁ βαπτιστὴς, καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς εἰπεν “ ἐκείνῳ “τῷ καιρῷ,” ἀλλ’ ἵνα μάθωμεν τὸν τῦφον τοῦ τυράννου, ὅτι οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ἔμαθεν τὰ κατ’ αὐτὸν, ἀλλὰ μετὰ χρόνον πολύν· τοιοῦτον γὰρ οἱ ἐν δυναστείαις, καὶ πολλὴν τὴν ὑπερηφανίαν ἔχοντες, βραδέως ταῦτα μανθάνουσ’ ἱν, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον· τετράρχην δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ὁ βασιλεὺς Ἡρώδης, ὁ τούτου πατὴρ, ὁ τὰ νήπια ἀνελὼν, τετελευτηκὼς ἦν· χρὴ δὲ σκοπεῖν ἡλίκη ἡ ἀρετή· ὅτι τετελευτηκότα [*](z ατακρίνει Cod.)

113
τὸν Ἰωάννην δέδοικε· καὶ ὑπὸ τοῦ φόβου συνεχόμενος, περὶ ἀναστάσεως φιλοσοφεῖ. διὰ τοῦτο γὰρ ἔλεγεν· “οὗτός ἐστιν Ιωάννης, ὃν ἐγὼ ἀπέκτεινα, καὶ τὰ ἑξῆς καὶ οὐδὲ πρὸς πλῆθος διαλέγεται ἐκ τοῦ φόβου, ἀλλὰ πρὸς τοὺς ἑαυτοῦ οἰκέτας.

Ἕνεκεν δὲ τίνος οὐ προηγουμένως τὴν ἱστορίαν περὶ τοῦ Ἰωαννοῦ διηγεῖται ὁ Εὐαγγελιστὴς, ἀλλ’ ἐπὶ ποῦ παρόντος ; ἐπειδὴ ἡ πᾶσα πραγματεία αὐτοῖς ἦν, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν, καὶ οὐδὲν ἐποιοῦν τοσούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν· οὐκ οὖν οὐδ’ ἂν ἐμνημόνευσεν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστόν· εἶτα διηγούμενος φησίν· “ὁ γὰρ Ἡρώδης “ κρατήσας τὸν Ἰωάννην,” καὶ τὰ ἑξῆς· οὐ διαλέγεται πρὸς τὴν Ηρωδιάδα, ἀλλὰ πρὸς τὸν Ἡρώδη; ἐπειδὴ κυριώτερος ἦν. χρὴ δὲ σκοπεῖν, πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον ἣ κατηγορίαν εἰσάγων· “γενεσίων γάρ,” φησιν, “ἀγομένων τοῦ Ἡρώδου,” καὶ τὰ ἑξῆς. διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε· καὶ οὕτως ἤρεσεν, ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν· ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγεν, τότε τὰ παράνομα ἐκεῖνα ἐτόλμησεν· ὅτε λῦσαι τὸν δεδεμένον ἐχρῆν, τότε σφαγὴν τοῖς δεσμοῖς προτίθησιν· ἀκούσατε, ὅσοι ἐν τοῖς γάμοις τοιαύτην ἀσχημοσύνην καταδέχεσθε, ἁλλομένας καὶ πηδώσας εἰσάγοντες, καὶ τὴν κοινὴν καταισχύνοντες φύσιν. διὰ τι δὲ λυπεῖται Ἡρώδης, αἰτησαμένης τῆς Ἡρωδιάδος τὴν κεφαλὴν Ἰωάννου; ἐπειδὴ τοιοῦτον ἡ ἀρετή· καὶ γὰρ παρὰ τοῖς κακοῖς, θαύματος καὶ ἐπαίνων ἀξία· ἐπὶ πίνακι καὶ τὴν κεφαλὴν αἰτεῖ, ἐπειδήπερ ἰδεῖν ἐπεθύμει τὴν γλῶσσαν· οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ὀνειδίσαι καὶ ἐπιβῆναι κειμένῳ. ἠνέσχετο δὲ τούτων γινομένων ὁ Θεὸς, καὶ οὔτε κεραυνὸν ἄνωθεν κατέφλεξεν, οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· πολλὴν καταλιμπάνων παραμυθίαν τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχειν μέλλουσιν.

Ιστέον, ὅτι, ὥς φησιν ὁ Ἰώσηπος, ἕτερος ἦν ὁ βασιλεὺς Ηρώδης καὶ ἕτερος ὁ τετράρχης, υἱὸς ὢν ἐκείνου.

Θεοδώρου Ἡρακλείασ. Οἰηθεὶς ἐκ νεκρῶν ἀνεστηκέναι τὸν βαπτιστὴν, ἤρξατο αὑτὸν δειλιᾷν, ὡς δυνατώτερον γεγονότα· καὶ

114
ἐδεδίει μὴ πλείονι κατ’ αὐτοῦ χρήσοιτο τῇ ἐλεγκτικῇ παρρησίᾳ· ὅπερ ἦν αὐτῷ δεινὸν, ἀποστερηθῆναι τῆς αἰσχρουργίας.

“Ἀκούσας δέ,” φησιν, " ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ, εἰς ἔρημον τόπον κατ’ ἰδίαν διὰ τί δὲ, καὶ ὅτε παρε- δόθη ὁ Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ιουδαι-οι, ὅτι πλείους μαθητὰς ποιεῖ, ἀναχωρεῖ ; ἐπειδὴ τέως ἐβούλετο τὰ πλείω ἀνθρωπινώτερον διοικεῖν· οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπο- γυμνῶσαι τὴν θεότητα σαφῶς· διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. μετὰ γὰρ τὴν ἀνά- στάσιν, ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον· ὅθεν τοῖς τέως διαπιστήσασιν Ἰουδαίοις οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγ- συγγνωμονικὸς.

Εἰδέναι δὲ χρὴ, πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν ᾠκειώθησαν τῷ Χριστῷ· αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενη- μένον. καὶ γὰρ οἱ πάντες ἐπ’ αὐτὸν καταφεύγουσι λοιπόν· οὕτως οὐ μικρὸν κέρδος μετὰ τοῦ θανάτου τοῦ διδασκάλου αὐτῶν, καὶ τὰ ἤδη παρ’ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντες, κατ- όρθωσαν· διὰ τοῦτο δὲ πρὶν ἀπαγγεῖλαι αὐτοὺς τὰ περὶ τοῦ θανάτου τοῦ διδασκάλου τῷ Χριστῷ, αὐτὸς οὐκ ἀνεχώρησεν· καί- τοιγε εἰδὼς καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον· δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν· οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστεύεσθαι ἐβούλετο· διὰ τὸ γινώ- σκειν αὐτὸν τοῦ διαβόλου τὴν κακουργίαν· καὶ ὅτι πάντα ἔργα. σεται οὗτος ὁ πονηρὸς, ὥστε τῆς οἰκονομίας ἀνελεῖν τὸ μυστήριον.