Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ποροβολῶν.

[*](3)

Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς.

Διατὶ δὲ νῦν μὲν ἐν παραβολαῖς διαλέγεται, ὅτε δὲ ἐπὶ τοῦ ὄρους ἐδίδασκεν, οὐχ οὕτως; ὅτι τότε μὲν ὁ ὄχλος ἄκακος ἦν, νῦν δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. περὶ τίνος λέγει ὅτι ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι; περὶ ἑαυτοῦ· πόθεν δὲ ἐξῆλθε, καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πανταχοῦ πάρεστιν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ τὴν σάρκα περιβολῆς· οὐκ εἶπε δὲ ὅτι αὐτὸς ἔρριψε παρὰ τὴν ὁδὸν, ἀλλ’ ὅτι ἔπεσε, καὶ ὅτι τὸ τέταρτον μέρος ἐσώθη, καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. ταῦτα δὲ ἔλεγεν δηλῶν ὅτι μετὰ ἀφθονίας πᾶσι διελέγετο· καὶ ὅτι καθάπερ ὁ σπείρων τὴν γῆν οὐ διαιρεῖ τὴν ὑποκειμένην [*](u σὺ Cod.)

101
ἄρουραν, ἀλλὰ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα, οὕτω καὶ αὐτὸς, οὐ πλούσιον οὐ πένητα διαιρεῖ, οὐ σοφὸν οὐκ ἄσοφον, οὐ ῥάθυμον οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον οὐ δειλὸν, ἀλλὰ πᾶσι διαλέγεται, τὰ παρ’ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα. πόθεν οὑν ἀπώλετο τὸ πλεῖον τοῦ σπόρου; οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν, τουτέστι παρὰ τὴν ἀκούουσαν ψυχήν.

Χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι, καὶ ἀλλήλων διεστηκυῖαι. καὶ οἱ μὲν παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ῥάθυμοι καὶ βάναυσοι καὶ ὀλίγωροι, οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. οὐδὲ γάρ ἐστιν ἴσον μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. οἱ δὲ ἐν ταῖς ἀκάνθαις πολλῷ τούτων συγγνωστότεροι. ἵνα οὑν μήτι τούτων πάθωμεν, ἐπικαλύψαμεν τῇ προθυμίᾳ τὰ λεγόμενα καὶ τῇ διηνεκεῖ μνήμῃ. εἰ γὰρ καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ’ ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι. εἰ δὲ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα γίνεται. οὐ γὰρ εἶπεν ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν· καὶ ἀποπνίγεται τὰ λεγόμενα οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι αὐτάς· ἔξεστι γὰρ, ἐὰν θέλω, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάβην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι· διὰ τοῦτο οὐκ εἶπεν ὁ αἰὼν, ἀλλ’ “ἡ μέριμνα τοῦ αἰῶνος,” οὐδὲ ὁ πλοῦτος, ἀλλ’ “ἡ ἀπάτη τοῦ πλούτου.” μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην.

Τίνος ἕνεκεν οἱ Ἀπόστολοι λέγουσι τῷ κυρίῳ· ὅτι “διατί “ἐν παραβολαῖς λαλεῖς τοῖς ὄχλοις;” ἐπειδήπερ φιλοστόργως λοιπὸν πρὸς αὐτοὺς διέκειντο· καὶ γὰρ καὶ μετὰ ταῦτα λέγουσιν ὅτι “ἀπόλυσον τοὺς ὄχλους,” καὶ πάλιν ὅτι “οἶδας ὅτι ἐσκαν- “δαλίσθησαν·” ταῦτα δὲ πάντα ἀπὸ πολλῆς ἔλεγον ἀγάπης. τὸ δὲ “ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις “δὲ οὐ δέδοται,” εἶπε, διὰ τὸ πάντων αἰτίους τῶν κακῶν ἑαυτοὺς ποιεῖν, ἐκείνους ἑκουσίως πεισθῆναι μὴ βουλομένους. οἱ γὰρ Ἀπόστολοι αὐθαιρέτως ἐπείσθησαν. οὐδὲ γὰρ ἀνάγκην εἰσάγω, φησιν, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γενομένην· οὐδὲ γὰρ τὸ αὐτεξούσιον ἀναιρῶ. εἰπὼν δὲ “ὅτι ὅστις ἔχει δοθή-

102
“σεται αὐτῷ καὶ περισσευθήσεται, ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει “ἀρθήσεται ἀπ’ αὐτοῦ,” ἐδήλωσε διὰ τούτου, ὅταν τις προθυμίαν ἔχῃ καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ παρὰ τοῦ Θεοῦ ἅπαντα· ὅταν δὲ τούτων κενὸς ᾖ, καὶ παρ’ ἑαυτοῦ μὴ εἰσφέρῃ, οὐδὲ τὰ παρὰ τοῦ Θεοῦ αἱροῦντος, ἀλλὰ καὶ ζητοῦντος καὶ ἀμελοῦντος, ἐκ πάντων ἀποπίπτει. καλῶς δὲ εἶπε “καὶ ὃ δοκεῖ ἔχειν,” οὐδὲ γὰρ αὐτὸ τοῦτο ἔχει.

[*](13)

Τί δέ ἐστιν “ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ “ἀκούουσιν;” ὅτι εἶδον δαίμονας ἐξελθόντας καὶ ἔλεγον “ἐν τῷ “Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.” ἤκουσαν τῷ Θεῷ προσάγοντα αὐτοὺς διὰ τῆς διδασκαλίας, καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ. διατί δὲ καὶ τὸν προφήτην εἰσάγει τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον καὶ λέγοντα, “ἀκοῇ ἀκού- “σετε, καὶ οὐ μὴ συνῆτε,” καὶ τὰ ἑξῆς; ἵνα μὴ νομίσῃ τίς κατηγορίαν ψιλὴν εἶναι τὰ εἰρημένα ὑπ’ αὐτοῦ. τὸ δὲ “ μή ποτε “ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτοὺς,” τὴν ἐπιτεταμένην πονηρίαν αὐτῶν σημαίνει, καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν· ὅμως δὲ καὶ διὰ τούτων ἐφέλκεται αὐτοὺς καὶ ἐρεθίζει πρὸς ἐπιστροφὴν, δεικνὺς ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτοὺς, καὶ ὅτι ἔστι δθνατὸν μετανοήσαντας σωθῆναι αὐτοὺς, καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ’ εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει.

[*](16)

Εἰπὼν δὲ ὅτι “ὑμῶν μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ “τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν, οὐ ταύτην λέγει τὴν ὄψιν, ἀλλὰ τὴν ἀπὸ διανοίας· καὶ γὰρ καὶ αὐτοὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν τοῖς αὐτοῖς τεθραμμένοι λογίοις, ἀλλ’ οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας· ἐπειδὴ γὰρ ἀγαθὴν εἶχον προαίρεσιν καὶ γνώμην, διὸ καὶ ἐπήγαγεν, “ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν “ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον,” καὶ τὰ ἑξῆς. τὴν παρουσίαν τὴν ἐμήν, φησι, τὰ θαύματα ταῦτα, τὴν φωνὴν, τὴν διδασκαλίαν. ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνῃ ἐθεάσαντο, αὐτοὶ δὲ καὶ τῇ ὄψει. ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν ταύτην, φησὶ, καὶ λέγει τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα, τὰ περὶ χρημάτων καὶ ἀκτημοσύνης, δεικνὺς τὴν ἐκεῖθεν βλάβην, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν· εἰσάγει δὲ καὶ τῆς ἀρετῆς διαφόρους τρόπους· φιλάνθρωπος γὰρ ὢν, οὐ μίαν ὑπέδειξεν ὁδὸν, οὐδὲ εἶπεν, ἐὰν μή τις ἑκατὸν ποιήσῃ ἐξέπεσεν,

103
ἀλλὰ καὶ ὁ τὰ ἑξήκοντα ποιῶν σώζεται· καὶ οὐδὲ οὗτος μόνος, ἀλλὰ καὶ ὁ τὰ τριάκοντα· τοῦτο δὲ ἐποίησεν, εὔκολον κατασκευάζων τὴν σωτηρίαν. ἔστι δὲ τὰ ἑκατὸν, παρθενία καὶ ἀκτημοσύνη μετὰ τῶν λοιπῶν ἀρετῶν· τὰ ἑξήκοντα, γάμος σεμνὸς καὶ σώφρων, μεριζόμενος μετὰ Χριστοῦ τὰ ὑπάρχοντα· τὰ τριάκοντα, ὁμοίως γάμος σεμνὸς καὶ σώφρων, τὴν τρίτην διδοὺς μοίραν, προδήλως, καὶ τῶν λοιπῶν φυλαττομένων πασῶν δεσποτικῶν ἐντολῶν. καὶ αὕτη μὲν ἡ παραβολὴ ἐν τούτοις, ἡ δὲ ἐφεξῆς περὶ τῶν αἱρετικῶν συστημάτων διαλέγεται.

Κυρίλλου. Τὸ εἰπεῖν “μήποτε ἐπιστρέψω καὶ ἰάσομαι,” ἐπιτεταμένην ἐμφαίνει δυστροπίαν· πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γὰρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς, οὕτως λαλεῖ. ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾷν· πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν, πάντα ποιεῖ.

Κυρίλλου. Μακαρίζει οὖν αὐτοὺς, ὡς ἀκηκοότας τῆς τοῦ Υἱοῦ φωνῆς, καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι’ οὗ καὶ ἐν ᾧ τὴν τοῦ Πατρὸς καὶ Θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι, καὶ πληρεστάτην ἔσχον τὴν ἐπ’ ἀγαθοῖς θυμηδίαν.

Ωριγένουσ. Τὰ ὑποδεχόμενα μακαρισμῶν καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ, καὶ ἀκούοντος τῶν πνευματικῶν ὤτων, ταῦτα ἃν λέγοιτο. περὶ τούτου φησιν ὁ προφήτης “προσέθηκέ μοι Κύριος ὠτίον τοῦ ἀκούειν,” ἀντὶ τοῦ συνιεῖν τοῖς ἔνδοθεν ὠσὶν τὰς καρδίας κατὰ τὸν ἔσω ἄνθρωπον. ὁ γὰρ ἀπερίτμητος τῇ καρδίᾳ λαὸς, ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. Καὶ μετ’ ὀλίγον—Διὸ καὶ αὐτὴν τὴν ἀκοὴν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσι τὴν καινὴν διαθήκην, ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ Σωτῆρος· “ὑμῶν δὲ μακάρια τὰ ὠτα. ὅτι ἀκούουσι, καὶ οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι.

Τοῦ αὐτοῦ. Οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια, γνῶσιν ἔλαβον ὧν ἐπεθύμουν· ἐπεθύμουν δὲ ἰδεῖν καὶ ἀκοῦσαι ἃ οἱ Ἀπόστολοι ἔβλεπον, Θεὸν ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνῆς ἑνωθέντος σαρκὶ καθ’ ὑπόστασιν.

[*](19)

Ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον.

Τοῦ αὐτοῦ. Ματθαῖος ἔγραψε “πονηρὸς,” Μάρκος δὲ

104
“τανᾶς,” Λουκᾶς “διάβολος·” οὐ ταὐτόν ἐστι παρὰ τῇ ὁδῷ, καὶ ἐν τῇ ὁδῷ δεόμεθα δὲ τῆς διαφορᾶς, διὰ τὸ ἐγώ εἰμι ἡ ὁδός πλὴν οἱ τρεῖς ἔγραψαν “παρὰ τὴν ὁδόν·” χαριέστατα δὲ, Ματθαῖος καὶ Μάρκος. “ἐπὶ τὰ πετρώδη·” οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον· ἐπὶ μὲν σύμπαντος τοῦ “παρὰ τὴν ὁδὸν εἴρηται τὸ “μὴ συνιέντος. ἐπὶ δὲ τῆς καλῆς γῆς, “οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς μήποτ’ οὑν ἐπὶ τὰ πετρώδη καὶ οἱ εἰς τὴν ἄκανθαν μεταξύ εἰσιν ἀσυνετούντων καὶ συνιέντων· προτρεπτικὸν δὲ, εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ τοῦ μὴ συνίεντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ, καὶ μὴ γυμνὸν εὑρισκόμενον, ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων.

[*](21)

Γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον.

Ωριγένουσ. Θλίψεως ὑπὸ τῶν γονέων ἣ συγγενῶν, ἣ συνεργῶν, ἣ δοκούντων φίλων συμβαινόντων· διωγμοῦ δὲ, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς φέρονταί τινες διὰ τὸν λόγον· γενικῶς δὲ ταῦτα ἀμφότερα “πειρασμῶν ὠνόμασεν ὁ Λουκᾶς.

Τοῦ αὐτοῦ. “Ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει” καὶ ὁ τῶν ἑτεροδόξων λόγος· πλούσιοι γάρ εἰσι ψεῦσται· ὧν κρεῖσσον ἀληθὴς πτωχὸς καὶ εὐσεβής· πτωχὸς μὲν λόγῳ καὶ γνώσει, βίῳ δὲ δίκαιος· ἡ δὲ παρὰ τῷ Ἀποστόλῳ “μέριμνα πασῶν τῶν ἐκκλη- “σιῶν,” οὐκ ἔστι “μέριμνα τοῦ αἰῶνος τούτου,” ἀλλ’ αἱ βιωτικαὶ μέριμναι· ταῦτα δὲ ὑπομένει, ὁ μὴ νεώσας τὴν ἑαυτοῦ γῆν, ἀλλὰ ἀμελῶς τὸν λόγον δεχόμενος.

Τοῦ αὐτοῦ. Ἀληθῶς, γνωστικῶς συνιεὶς, καὶ εἰ δοκεῖ καρποφορῶν· εἰ δέ τις δοκεῖ συνἱέναι μὴ καρποφορῶν, οὐ συνίησιν· καὶ εἰ δοκεῖ καρποφορεῖν, μὴ συνιεὶς ὃ καρποφορεῖ· ὁ μέντοι εἰς ἑξήκοντα καὶ τριάκοντα καὶ ἑκατὸν, ἐδήλωσεν τῆς ἀρετῆς τὸ ποικίλον· ἐπεὶ μὴ πάντες ἴσην ἐπιδείκνυνται τῆς ἀρετῆς τὴν ἀκρίβειαν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον αὐτῆς ἐπιμελόμενοι· ὥστε δεῖξαι ὅτι προσίεται καὶ τούτους κατὰ τὴν οἰκείαν ἀναλογίαν.

[*](24)

“Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν, σπείροντι “καλὸν σπέρμα,” καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ εἰπεῖν ὅτι “ἔσπειρε “ζιζάνια, τὰ τῶν αἱρετικῶν συστήματα καλει· επειδη ωσπερ

105
τὸ ζιζάνιον ἔοικεν τῷ σίτῳ, οὕτως καὶ ἡ πλάνη· πολλὰ τῆ ἀληθείᾳ ἐπιχρωννύει τὰ ὁμοιώματα· εἰπὼν δὲ ὅτι “ἐν τῶ καθεύδειν “τοὺς ἀνθρώπους,” οὐ μικρὸν τοῖς ἱερεῦσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον· οὐ τοῖς ἱερεῦσι δὲ μόνοις, ἀλλὰ καὶ τῷ λαῷ· δείκνυσι δὲ καὶ τὴν πλάνην, μετὰ τὴν ἀλήθειαν οὖσαν· ὥσπερ γὰρ μετὰ τὸ σπαρῆναι τὸν σῖτον, ἐσπάρη τὰ ζιζάνια, οὕτως μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται· καὶ μετὰ τοὺς Ἀποστόλους, οἱ ψευδαπόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ Ἀντίχριστος· ἃν γὰρ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἣ τίσιν ἐπιβουλεύσει, οὔτε ἐπιχειρεῖ, οὔτε οἰδεν. καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν εἰς τὴν ὁδὸν σπαρέντων; πολύ. ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ, πλείονος ἐδεήθη τῆς μηχανῆ; ταῦτα δὲ εἰπεν ὁ Χριστὸς, παιδεύων ἡμᾶς διὰ παντὸς ἐγρηγορέναι καὶ νήφειν· κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι καὶ ἑτέρα βλάβη· ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτως καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται. ὥστε διηνεκοῦς φυλακῆς δεῖ· διὸ καὶ ἔλεγεν· “ὁ δὲ “ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·” “ὅτε δὲ ἐβλάστησέν,” φησιν, “ὁ χόρτος, τότε ἐφάνη καὶ τὰ ζιζάνια·” παρὰ μὲν γὰρ τὴν ἀρχὴν, συσκευάζουσιν ἑαυτοῖς οἱ αἱρετικοί, ἐπειδὰν δὲ πολλὴν λάβωσι παρρησίαν, καὶ λόγου τίς αὐτοῖς μεταδῷ, τότε τὸν ὂν ἐκχέουσιν.

Ωριγένουσ. Ἐχθρὸν δὲ ἄνθρωπον, τὸν διάβολον καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους βλάβην· ἡμᾶς u γὰρ ἐπήρεια, καθ’ ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας, οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς ἐπηρείας, ἀλλ’ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο· ὅθεν δῆλον, ὅτι ὁ Θεὸς μᾶλλον x ἡμᾶς φιλεῖ, ἣ ἡμεῖς ἑαυτούς· διὰ τί δὲ μὴ πρὸ τούτου ἔσπειρε τὰ ζιζάνια, ἀλλ’ ὅτε ἦν ἅπαντα πεπληρωμένα; ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ. οὕτως πρὸς τὸν Θεὸν ἐχθρωδῶς ἔχων, πάντα ἐποίει. τίνος ἕνεκεν εἰσάγει τοὺς δούλους λέγοντας γεγενημένον, καὶ κατεπείγοντας ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως λαλοῦσι; δεικνύων τὴν μέριμναν αὐτῶν, τὴν ὑπὲρ τοῦ σπόρου, καὶ ἵνα τὸ νόσημα τέως ἐξέλωσιν οὐχ ἑαυτοῖς δὲ ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσιν· ὁ δὲ t Sic: ἐπικρεμᾷ vid. leg. u Vid. leg. ἡμῖν aut εἰς ἡμᾶς. x μᾶλλον suppl.

106
δεσπότης κωλύει· οὐδὲ γὰρ δεῖ φονεύειν αἱρετικόν· τοῦτο γὰρ δηλοῖ, τὸ “θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά·” καὶ γὰρ φονευομένων τῶν αἱρετικῶν, πόλεμον ἄσπονδον εἰς τὴν οἰκουμένην εἰσάγετε· τι δέ ἐστι “μήποτε ἐκλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε “ἅμα σὺν αὐτοῖς τὸν σῖτον;” ἣ τοῦτό φησιν· ὅτι εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι· ἣ ὅτι καὶ ἀπ’ αὐτῶν τῶν ζιζανίων εἰκὸς πολλοὺς μεταβάλλεσθαι, καὶ γίνεσθαι σῖτον· ἃν τοίνυν προλαβόντες ἐκριζώσητε αὐτοὺς, λυμαίνεσθε τῷ μέλλοντι γίνεσθαι σίτῳ· οὐ τοίνυν ἐπιστομίζειν καὶ ἐκκόπτειν τὴν παρρησίαν τῶν αἱρετικῶν κωλύει, ἀλλὰ τὸ κατασφάττον αὐτούς. τίνος χάριν “ἐρῶ,” φησι, “τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ “ζιζάνια” ἵνα μὴ φοβηθῶσιν οὗτοι· ἤγουν οἱ θερισταὶ, ὡς συναπαγομένου αὐτοῖς τοῦ σίτου. χρὴ δὲ σκοπεῖν, καὶ τοῦ δεσπότου τὴν ἡμερότητα· ὅτι ἀναμένει τῶν ζιζανίων τὴν ἐπιστοφήν· ἴσως γίνεται σῖτος· ἃν δὲ μέχρι τέλους μένωσι ζιζάνια, “τότε” φησὶν, “ἐρῶ τοῖς θερισταῖς, συλλέξατε καὶ δήσατε εἰς δέσμας, πρὸς τὸ “κατακαῦσαι αὐτά·” ὅπερ δηλοῖ, τὴν αἰώνιον αὐτῶν καταδίκην· θεριστὰς δὲ, τοὺς Ἀγγέλους λέγει.

[*](31)

“Κόκκῳ σινάπεως,” τὴν βασιλείαν τῶν οὐρανῶν ἀπείκασεν· ἐπειδὴ ὥσπερ μικρὸν σπόρον ἔχει τὸ λάχανον τοῦτο, αὐξηθὲν δὲ μεῖζον γίνεται τῶν λαχάνων πάντων, οὕτως καὶ ἐπὶ τοῦ κηρύγματος γέγονεν· καὶ γὰρ πάντων ἦσαν ἀσθενέστεροι οἱ Ἀπόστολοι, καὶ πάντων ἐλάττους· ἀλλ’ ὅμως ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης καὶ ἐξετάθη τὸ κήρυγμα. διατὶ ἀλλαχοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅτ’ ἂν λέγῃ· “ἀναβλέψατε ὅτι αἱ χῶραι λευκαί εἰσι πρὸς “θερισμὸν ἤδη·” καὶ πάλιν· “ ὁ μὲν θερισμὸς πολύς· οἱ δὲ ἐργά- “τᾶι ὀλίγοι” ἐνταῦθα δὲ τὸν θερισμὸν, κατ’ ἄλλο σημαινόμενον εἶπεν; ἐπειδὴ ποτὲ μὲν τὴν ὑπακοὴν τῶν ὑπακουσάντων, θερισμὸν τὸ πρᾶγμα καλεῖ· νῦν δὲ θερισμὸν, τὴν συντέλειαν· καὶ ἀλλαχοῦ δὲ εἰπών ὅτι “ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων ἐνταῦθα δὲ αὐτὸν εἶναι φησι τὸν σπείροντα· τοῦτο δὲ εἶπεν περὶ προφητῶν καὶ Ἀποστόλων· καὶ γὰρ διὰ τούτων αὐτὸς ἦν ὁ σπείρων καὶ τότε· ἔστι δὲ ὅπως καὶ θερισμὸν καὶ σπόρον τὸ

107
αὐτὸ καλεῖ· πρὸς ἄλλο καὶ ἄλλο αὐτὸ ὀνομάζων· τοῦτο δὲ τότε λέγει, ὅτ’ ἃν τὸν καρπὸν ἐπιζητεῖ τῆς ἀκροάσεως.

[*](33)

“Ὁμοία, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα “γυνὴ, ἔκρυψε,” καὶ τὰ ἑξῆς· ἔστι δὲ ἡ ὑπόθεσις τῆς παραβολῆς αὕτη· ὥσπερ τὸ πολὺ ἄλευρον μεθίστησιν ἡ ζύμη μικρὰ οὔσα εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω, φησὶν, καὶ ὑμεῖς οἱ μαθηταὶ μου, τὸν πάντα κόσμον μεταστήσετε, ὀλίγοι ὄντες, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· καὶ ὥσπερ ἡ ζύμη τὸ φύραμα ζυμοῖ, ὅτ’ ἃν μίγη τὸ ἄλευρον, τοῦτο γὰρ δηλοῖ τὸ “ἔκρυψεν,” οὕτω καὶ ὑμεῖς, ὅτ’ ἃν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε· καὶ καθάπερ ἐκεῖ καταχώννυται μὲν τῷ ἀλεύρῳ, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν ἑαυτῆς ἕξιν μεταποιεῖ πάντα· τὸν αὐτὸν τρόπον, καὶ ἐπὶ τοῦ κηρύγματος τούτου συμβήσεται· “τρία δὲ σάτα” εἰπὼν, τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τούτων, ἐπὶ πλήθους λαμβάνειν· μηδεὶς δὲ θαυμαζέτω, εἰ περὶ βασιλείας οὐρανῶν διαλεγόμενος, κόκκου σινάπεως καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι· οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα δεηθῆναι ἑρμηνείας πολλῆς.

Διατί δὲ ὁ Εὐαγγελιστὴς τὸν προφήτην εἰσάγει προαναφωνοῦντα περὶ τῶν παραβολῶν καὶ λέγοντα· “ἀνοίξω ἐν παραβολαῖς “τὸ στόμα μου,” καὶ τὰ ἑξῆς; ἵνα δείξῃ μηδὲν καινοτομοῦντα τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν· ἐλάλει δὲ ἐν παραβολαλῖς, εἰς ἐρώτησιν τοὺς ὄχλους προτρεπόμενος· ὅμως ἐπειδὴ οὐδεὶς αὐτὸν ἐξ αὐτῶν ἠρώτησεν, ἀφεὶς αὐτοὺς ἀπῆλθεν· “προσ- “ἦλθον δὲ αὐτῷ,” φησιν, “οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν, “τὴν παραβολὴν τῶν ζιζανίων.” τίνος ἕνεκεν νῦν μετὰ παρρησίας οἱ Ἀπόστολοι προσέρχονται καὶ ἐρωτῶσιν; ἐπειδὴ ἔστιν ὅπου βουλόμενοι μαθεῖν, ἐφοβοῦντο ἐρωτῆσαι· ἐρωτῶσι δὲ νῦν μετὰ παρρησίας, διὰ τὸ ἤδη ἀκοῦσαι αὐτοὺς παρ’ αὐτοῦ, ὅτι “ὑμῖν “δέδοται γνῶναι τὸν μυστήρια.” κατ’ ἰδίαν δὲ ἐρωτῶσιν· οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ δεσπότου τηροῦντες νόμον, εἰπόντος· “τούτοις οὐ δέδοται.” καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες, περὶ τῆς τῶν ζιζανίων πυνθάνονται παραβολῆς; ἐπειδήπερ ἐκείνας ὡς σαφεστέρας παρήκασιν· ταύτην δὲ,

108
ὡς ἔχουσαν συγγένειαν πρὸς τὴν προειρημένην περ του σπόρου, καὶ πλέον τι ἐνδεικνυμένην ἐκείνης, καὶ πολλὴν ἐμφαίνουσαν τὴν ἀπειλὴν, προτίθενται εἰς ἐρώτησιν. διὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ δὲ ἀναπληροῖ τὰ εἰρημένα· δεικνὺς ἑαυτὸν ὄντα τὸν κριτὴν καὶ κύριον του παντὸς.

Χρὴ δὲ σκοπεῖν καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον· ὅτε μὲν γὰρ σπείρει, δι’ ἑαυτοῦ σπείρει· ὅτε δὲ κολάζει, δι’ ἑτέρων. περὶ μὲν γὰρ τοῦ σπείροντός φησιν· “ὁ σπείρων τὸ καλὸν σπέρμα, ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τὰ ἑξῆς· περὶ δὲ τῶν κολαζόντων λέγει· “οἱ δὲ θερισταὶ εἰσὶν “οἱ Ἄγγελοι. ὥσπερ οὖν συλλέγονται τὰ ζιζάνια, καὶ πυρὶ κατα- “καίονται, οὕτως ἔσται ἐν τῆ συντελείᾳ τοῦ αἰῶνος· ἀποστελεῖ ὁ “υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς “βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν “ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν “καιομένην· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ἱδόντων· “οἱ δὲ δίκαιοί,” φησιν, “ἐκλάμψουσιν ὡς ὁ ἥλιος·” τοῦτο δὲ εἶπεν, οὐκ ἐπειδὴ οὕτως μόνον ἐκλάμπειν μέλλουσιν, ἀλλ’ ἐπειδὴ τούτου τοῦ ἄστρου φανώτερον οὐ γινώσκομεν ἕτερον, τοῖς γνωρίμοις ἡμῖν κέχρηται παραδείγμασιν. τίνος χάριν ἀλλαχοῦ μέν φησιν, ὅτι οἱ δίκαιοι πρῶτοι ἁρπάζονται· νῦν δὲ λέγει, ὅτι μετὰ τὸ ἐμβληθῆναι τοὺς ἁμαρτωλοὺς εἰς κόλασιν, τότε οἱ δίκαιοι ἐκλάμπουσιν; ἁρπάζονται μὲν τότε οἱ δίκαιοι πρῶτοι, ἐρχομένου τοῦ δεσπότου Χριστοῦ, εἰς ἁπάντησιν αὐτοῦ· παραγενομένου δὲ αὐτοῦ, καὶ παραδοθέντων εἰς κόλασιν τῶν ἁμαρτωλῶν, τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται οἱ δίκαιοι· ἐπειδὴ γὰρ αὐτοὺς ἐν οὐρανῷ δεῖ εἶναι, αὐτὸς δὲ ἐνταῦθα ἥξει κρῖναι πάντας τοὺς ἀνθρώπους, δοὺς τὴν κατὰ τῶν ἁμαρτωλῶν ἀπόφασιν· καθάπερ τίς βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν αὐτοῖς ἄγων. εἶδες διπλὴν τὴν κόλασιν τοῖς ἁμαρτωλοῖς· τῶ τε κατακαίεσθαι, τῶ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης.

Διατὶ ἀναχωρήσαντος τοῦ ὄχλου, ἐν παραβολαῖς καὶ τοῖς μαθηταῖς διαλέγεται; ἐπειδὴ σοφώτεροι ἐκ τῶν εἰρημένων λοιπὸν ἐγένοντο, ὡς καὶ δύνασθαι συνιέναι. διὸ καὶ λέγει αὐτοῖς μετὰ τὰς παραβολάς· “συνήκατε ταῦτα πάντα;” οἱ δὲ πρὸς αὐτόν·

109
“ναὶ κύριε·” οὕτως μετὰ τῶν ἄλλων ἀγαθῶν, καὶ τοῦτο κατόρθωσαν αἱ πρῶται παραβολαὶ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι.

Εἰρηναίου ἐπισκόπου. Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ, καλὸν ἔσπειρε σπέρμα· ἀγρὸς δέ ἐστιν ὁ κόσμος· ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν· ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρὸς, ἀφ’ ὅτε ἐζήλωσεν τὸ πλάσμα τοῦ Θεοῦ, καἲ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησεν· διὸ καὶ ὁ Θεὸς, τὸν μὲν πη αὐτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισεν τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς καὶ κακῶς μὲν παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησεν· καὶ ἀντέστρεψε τὴν ἔχθραν, ἣν ἐχθροποίησεν πρὸς τὸν αὐτόν· ἀπωσάμενος μὲν ἀφ’ ἑαυτοῦ τὴν πρὸς τὸν ἄνθρωπον ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν· καθὼς ἡ γραφὴ φησὶν, εἰρηκέναι τῷ ὄφει τὸν Θεὸν, “καὶ ἔχθραν θήσω “ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, γενόμενος ἐκ γυναικὸς ἄνθρωπος.

x Καὶ τί δηλοῖ ἡ παραβολὴ τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου, ἥτις ἐστιν αὕτη· “ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ “κεκρυμμένῳ ἐν ἀγρῷ,” καὶ τὰ ἑξῆς. καὶ “πάλιν ὁμοία ἐστί, φησιν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι “καλοὺς μαργαρίτας,” καὶ τὰ ἑξῆς· τοῦτο σημαίνει, ὅτι δεῖ τὸ κήρυγμα πάντων προτιμᾷν· ὥσπερ δὲ ἡ παραβολὴ τοῦ κόκκου τοῦ σινάπεως καὶ τῆς ζύμης μικράν τινα ἔχουσι πρὸς ἀλλήλους διαφορὰν, οὕτω δὴ καὶ ἐνταῦθα, ἥτε τοῦ θησαυροῦ, καὶ ἡ τοῦ μαργαρίτου· κἀκείνη μὲν ἡ τῆς ζύμης καὶ ἡ τοῦ σινάπεως, πρὸς τὴν δύναμιν εἴρηται του κηρύγματος, καὶ ὅτι πάντως περίεσται τῆς οἰκουμένης ἁπάσης· αὕτη δὲ τὸ τίμιον καὶ πολυτελές· ἐκτείνεται μὲν γὰρ ὡς τὸ σίνηπι, καὶ περιγίνεται ὡς ζύμη· πολυτελὴς ’δε ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν εὐπορίαν, ὡς θησαυρός· δηλοῖ δὲ καὶ τοῦτο, ὅτι οὐ δεῖ μόνον πάντα τὰ ἄλλα ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι, ἀλλ’ ὅτι καὶ μετὰ [*](x Divisionem hic posui; sed in Cod. omnia quse seq. usq. ad ἀγνοοῦσιν Irenæo videntur tribui una cum prioribus.)

110
χαρᾶς τοῦτο δεῖ ποιεῖν, καὶ ἀποκτωμένους τὰ ὄντα, ὡς γινώσκοντας ὅτι ἐμπορία τὸ πρᾶγμα ἐστὶν, καὶ οὐ ζημία· τοῦτο γὰρ ᾐνίξατο εἰπών· “καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ “πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.” κέκρυπται τοίνυν ἐν τῷ κόσμῳ τὸ κήρυγμα· ἐν τῷ κηρύγματι τὰ ἀγαθά· ἐὰν μὴ πωλήσῃς, οὐκ ἀγοράζεις· ἐὰν μὴ ψυχὴν τοιαύτην ἔχῃς μεμεριμνημένην καὶ ζητοῦσαν, οὐχ εὑρίσκεις· καὶ οὐ δεῖ μόνον τῶν βιωτικῶν ἀπέχεσθαι, ἀλλὰ καὶ ἐγρηγορότα εἶναι· ἐπεὶ δὲ μία ἐστὶν ἡ ἀλήθεια καὶ οὐ πολυσχεδὴς, διὰ τοῦτο εἶπεν, “εὑρὼν ἕνα “πολύτιμον·” καὶ καθάπερ ὁ τὸν μαργαρίτην ἔχων, αὐτὸς μὲν οἶδεν ὅτι πλουτεῖ· τοῖς δὲ πολλοῖς οὐκ ἔστι γνώριμος πολλάκις τῇ χειρὶ κατέχων· οὐ γάρ ἐστιν ὄγκος σώματος· οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος· οἱ μὲν αὐτὸ κατέχοντες, ἴσασιν ὅτι πλουτοῦσιν οἱ δὲ ἄπιστοι τὸν θησαυρὸν οὐκ εἰδότες τοῦτον, καὶ τὸν πλοῦτον ἤμων ἀγνοοῦσιν.

[*](47)

“Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς “τὴν θάλασσαν” καὶ τὰ ἑξῆς· χρὴ γινώσκειν ὅτι διέστηκεν ἡ παραβολὴ αὕτη, τῆς τῶν ζιζανίων· ἐκεῖ μὲν γὰρ δι’ αἵρεσιν ἀπόλλυνται, καὶ οἱ πρὸ ταύτης, οἱ εἰς τὸν σπόρον, διὰ τὸ μὴ προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ διὰ βίου πονηρίαν· οἵτινες πάντων εἰσὶν ἀθλιώτεροι· τῆς μὲν γνώσεως ἐπιτυχόντες καὶ ἁλιευσθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. τίνος δὲ ἕνεκεν, ἀλλαχοῦ μέν φησιν, ὅτι αὐτὸς ἀφορίζει, ὡς ἀφορίζει ὁ ποιμήν· ἐνταῦθα δὲ τοὺς Ἀγγέλους τοῦτο ποιεῖν λέγει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζιζανίων; ἐπειδὴ ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται· ποτὲ δὲ ὑψηλότερον· καὶ οὐδὲ εἶπεν ἁπλῶς, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἵνα μήτις νομίσῃ ἀκίνδυνον εἶναι τὴν ἐκ τοῦ μὴ θέλειν μαθεῖν ἀγνωσίαν, ἀλλὰ προσέθηκεν εἰπών· ὅτι εἰς κάμινον πυρὸς βάλλουσιν· “ἔνθα ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων·” διὰ τούτου δηλῶν ἄρρητον τὴν ὀδύνην οὖσαν. χρὴ δὲ σκοπῆσαι, πόσαι τῆς ἀπωλείας εἰσὶν αἱ ὁδοί· πρώτη, ἡ διὰ τῆς πέτρας· δευτέρα, ἡ διὰ τῶν ἀκανθῶν· τρίτη, ἡ διὰ τῆς ὁδοῦ. τετάρτη, ἡ διὰ τῶν ζιζανίων· πέμπτη, ἡ διὰ τῆς σαγήνης· οὐκ ἄρα ἀπεικότως ἔλεγεν· “ὅτι πλατεῖα ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν· καὶ “πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.”

111
[*](52)

“Πᾶς γραμματεὺς,” φησὶν, “μαθητευθεὶς εἰς τὴν βασιλείαν “τῶν. οὐρανῶν,” καὶ τὰ ἑξῆς· γραμματέα λέγει, τὸν διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν θείων γραφῶν, ἑαυτῷ θησαυρὸν γνώσεως ἀληθοῦς ἀποθέμενον, τῆς παλαιᾶς καὶ καινῆς γραφῆς· ὥστε εἰ ἄπειροι τῶν θείων εἰσὶ γραφῶν, οὐκ ἃν ὗεν οἰκοδεσπόται· μήτε αὐτοὶ ἔχοντες, μήτε παρ’ ἑτέρων λαμβάνοντες· ἀλλὰ παρορῶντες ἑαυτοὺς, ὑπὸ λιμοῦ ἀγνωσίας φθειρόμενοι· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ, ἐκτός εἰσι τοῦ μακαρισμοῦ τούτου· τὸ δὲ “ἐκβαλοῦσι καινὰ καὶ παλαιὰ,” δηλοῖ, ὅτι καὶ ἐκ τῆς παλαιᾶς καὶ ἐκ τῆς καινῆς γραφῆς διαλέγονται καὶ διδάσκουσιν· ἀκούσωμεν τοίνυν, ὅσοι τῆς τῶν θείων γραφῶν ἀμελοῦμεν ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν· πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιλαβόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες, καθὰ πολιτεύεσθαι χρή· ἀλλ’ οἱ μὲν πλουτοῦντες, συνεχῶς τινάσσουσιν ἑαυτῶν τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· ἡμεῖς δὲ, σητὸς χαλεπώτερον ὁρῶντες τὴν λήθην λυμαινομένην ἡμῶν τὴν ψυχὴν, οὐκ ἐντυγχάνομεν βιβλίοις, δι’ ὧν καλλωπίζεται ἡ ψυχή.

[*](53)

“Καὶ ἐγένετο,” φησὶν, “ὅτε ἐλάλησεν ὁ Ἰησοῦς τὰς παρα- “βολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·” τίνος ἕνεκεν εἰπεν τὰς παραβολὰς ταύτας, ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν; διὰ τι δὲ μεταβαίνει ἐκεῖθεν; πανταχοῦ σπεῖραι τὸν λόγον βουλόμενος. “καὶ ἐλθὼν,” φησὶν, “εἰς τὴν πατρίδα αὐτοῦ,” καὶ τὰ ἑξῆς· ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; τὴν Ναζαρέτ· εἰς μὲν γὰρ τὴν Καπερναοὺμ, ἐποίησεν σημεῖα, ὡς προγέγραπται· ἐν ταύτῃ δὲ, καθυφίησι τῶν σημείων διὰ τὴν ἀπιστίαν αὐτῶν· ὥστε μὴ εἰς πλείονα φθόνον αὐτοὺς ἐκκαῦσαι· μὴ δὲ κατακρίναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτίθεσθαι αὐτοῖς y τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν· οἱ δὲ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, ἐξευτελίζουσι αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· λέγοντες, “οὐχ “οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς” καὶ τὰ ἑξῆς· καίτοι γε πολλὰ τούτων παραδείγματα ἔχοντες ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότας παῖδας· καὶ γὰρ ὁ Δαβὶδ, εὐτελοῦς τινὸς ἢν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ Ἀμῶς ὁ προφήτης, [*](y αὐτοὺς Cod.)

112
αἰπόλου παῖς, καὶ αὐτὸς αἰπόλος· καὶ Μωϋσῆς ὁ νομοθέτης σφόδρα ἀποδέοντα αὐτοῦ πατέρα ἔσχεν· δέον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι οὐ τοιούτων γονέων ὣν, τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ ὅτι οὐκ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· ἀπὸ τούτων μᾶλλον καταφρονοῦσι. συνεχῶς δὲ ἐν ταῖς συναγωγαῖς ἐπιχωριάζει· καὶ γὰρ ἐνταῦθα ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν· ἵνα μὴ διὰ παντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος κατηγωρήσωσιν αὐτοῦ, ὡς ἀποσχίζοντος, καὶ τῇ πολιτείᾳ μαχομένου. καὶ ἐξεπλήττοντο μὲν ἐπὶ τῆς σοφίας αὐτοῦ, διὰ δὲ φθόνον πιστεύειν οὐκ ἤθελον. διὸ καὶ ὁ Χριστὸς, μετὰ ἐπιεικείας εἶπεν αὐτοῖς· “οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ·” διὰ τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν.

Τίνος δὲ χάριν ὀλίγα σημεῖα ἐποίησεν ἐν τῇ πατρίδι αὐτοῦ; ἵνα μὴ λέγωσιν· “ἰατρὲ θεράπευε σεαυτόν·” ἔτι δὲ καὶ ἵνα μὴ ὡς πολέμιον καὶ ἐχθρὸν αὐτὸν λογίζωνται, ὡς ὑπερορῶντα τοὺς οἰκείους· καὶ ἵνα μὴ καὶ τοῦτο μέλλουσι προφασίζεσθαι· ὅτι εἰ γέγονε σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν· διὰ τοῦτο οὖν καὶ ἐποίησεν καὶ ἐπέσχεν. τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἴνα μὴ ἐκείνους κατακρίνῃ μειζόνως.