In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τὸν τοῦ Σωτῆρος σταυρὸν τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τε καὶ ἀφθαρσίας ἐγηγερμένον, καύχημα μὲν εἶναι τῆς Ἐκκλησίας, ἄριστά γε φρονεῖν ᾑρημένοι διαβεβαιωσόμεθα· ὁμολογεῖ δὲ καὶ αὐτὸς ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς “ Ἐμοὶ [*](Gal. vi. 14.) “δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, “ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. πλὴν c ἔφη πάλιν αὐτὸς, ὡς γέγονεν ὁ σταυρὸς “ Ἰουδαίοις μὲν [*](1. Cor. i. 23.) “σκάνδαλον, ἔθνεσι δὲ μωρία.’’ πλατὺ γὰρ γελῶσιν οἱ [*](1. γὰρ φησὶν assumpta ex Β. 2. τὰ et οἷον (4) assumpta ex Β. 6. ἤμελλεν Edd. 8. ἀμείνους om. D. et γεγόναμεν post ἁγιασμοῦ tr. D. 9. κοὶ ἁγιασμοῦ D. Edd. ἁγίου Β. II. που om. Β. 17. ἀσθενείας ἡμῶν αἴρει D. ἁμαρτίας ἡμῶν αἴρει Β. ἀσθεν, ἡμῶν φέρει Edd. 27. ἔθνεσι D.b. Edd. ἕλλησι Β. γελῶσιν B.D.b. γελάσουσιν Edd.)

238
τάλανες, τὴν τοῦ μυστηρίου δύναμιν εἰσάπαν ἠγνοηκότες· ἀλλ’ οὐκ ἔξω δίκης ἔσονται· πόθεν ; οὔτε μὴν ἀντικαταμειδιάσουσι τοῦ Χριστοῦ, ἤγουν τῶν ἐκκλησιῶν· ἔσονται δὲ κατὰ καιροὺς πυρὸς ἀνημέρου τροφὴ, καὶ φλογὸς ἔργον τῆς ἀκατευνάστου καὶ μακρᾶς. ἀφίκοντο γὰρ εἰς τοῦτο μανίας καὶ σκαιότητος νοῦ τῶν παρ’ Ἕλλησι τινες, ὡς ἀσελγῆ [*](d) καταθῆξαι γλῶσσαν τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ βίβλοις ἐγγεγραμμένην ἀφεῖναι τὴν κατάρρησιν· [*](1 Τim. v. 24) ἵνα μὴ μόνον αὐτῶν αἱ ἁμαρτίαι προάγωσιν εἰς κρίσιν, ἀλλὰ γὰρ ἕποιντο καὶ τεθνεῶσιν αὐτοῖς, διά τοι τὸ οἷον ἔμψυχον ἐγκαταλελοιπέναι τὴν ἁμαρτίαν. ταλανίζει δὴ οὖν, καὶ σφόδρα εἰκότως, τοὺς λαβόντας ὀνειδισμὸν κατὰ τῆς ἁγίας Ἐκκλησίας, οἷς δὴ καὶ μάλα εἰκότως ἁρμόσειεν ἂν τό Οὐαί.

[*](e)

Ἰδού ἐγὼ ποιώ ἐν θὼ ἔνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγε Κύριος, κὼ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, κὼ θήσομαι αὐτοὺς εἰς καύχημα κω ὀνομαστοὺς ἐν πάσῃ τῇ φῇ. καὶ καταισχυνθήσονται ἑ τώ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, κοὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέχωμαι ὑμᾶς.

Τέτραπται πάλιν ὁ λόγος εἰς τὸ τῆς Σιῶν πρόσωπον, ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, [*](624 Α. a) περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ενεκα σου ποιήσω. επειδη γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων Δημιουργὸς, καὶ ἕνεκα [*](2. ἔσονται· πόθεν B.D. ἔσονταί ποτε Edd. 9. αὐτῶν Β. αὐτοὺς Edd. προσάγωσιν iid. 11. καταλελοιπέναι Β. 12. λαβόντας Β. Edd. λαμβάνοντες 1). ἁγίας om. b. 14. ἕνεκα Alex. XII. 26, 49, 106, 153 cf. infra.] σοῦ] ἐμοῦ Β. (22. al.) cf. infra. λέγει Κύριος om. B. 91, 153, 198 233.) 18. εἰσδέχωμαι Β. (Alex.) cf. infra. εἰσδέξομαι Pont. (Vat. ℵ) εἰσδέξωμαι Aub. 20. τέτραπται] Γέγραπται Edd. 24. μέθην] Sic retinui ex Edd. cf. supra 623 c. πλάνην Β. Pro hoc verbo non contuli D.)

239
ἡμῶν ἐν ἡμῖν πεποίηκε θαύματα. σέσωσται μὲν γὰρ ἡ ἐκ. πεπιεσμένη, τουτέστιν, ἢ τεθλιμμένη ποτὲ τῶν πεπλανη- μένων πληθὺς, καὶ εἰς τοῦτο λοιπὸν ἐνηνεγμένη ταλαιπωρίας ὑπὸ τοῦ καταπιέσαντος σατανᾶ, ὡς πᾶσαν ἰκμάδα ζωτικὴν [*](b) ἀποβαλεῖν· νεκρὸς γὰρ νοῦς ὁ πλανῶ μένος· εἰσ δεχθήσεται δὲ καὶ ἡ ἀπωσμένη ὡς μένη τῶν Ἰουδαίων Συναγωγή. πεπαρῴνηκε μὲν γὰρ εἰς Χριστόν· ταύτῃτοι καὶ δικαίως ἀπόπεμπτος ἦν, καὶ παρώλισθε τῆς ἐλπίδος, καὶ τῆς εἰς Χριστὸν οἰκειότητος ἀπενοσφίζετο· πλὴν ἠλέηται καὶ αὐτή· κληθήσεται γὰρ πρὸς μετάγνωσιν καὶ εἰς τὴν διὰ πίστεως κάθαρσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. ἔσονται δὴ οὖν εἰς καύχημα καὶ ὀνομαστοὶ καὶ αἰσχύνης ὡς ἀπωτάτω. αὐτοὶ δὲ δὴ τίνες, ἢ ὅτι πάντως οἱ δύο λαοὶ οὐκ ἔτι διῃρημένοι, καὶ ἀσύμβατον [*](c) ἔχοντες ἀλλήλοις τὴν γνώμην, καὶ μεμερισμένοι πρὸς δόξας τὰς ἐπὶ Θεῷ, καθὰ καὶ πάλαι· ἀλλ’ ἑνότητι τῇ διὰ Πνεύματος εὖ μάλα κατεσφιγμένοι πρὸς ὁμοψυχίαν τε ἅμα καὶ ὁμοπιστίαν. γέγραπται γὰρ ὅτι “ τοῦ δὲ πλήθους τῶν [*](Acta SS. Add. iv. 32.) “ πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.’’ ἔκτισε δὲ καὶ ὁ Χριστὸς “ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, [*](Eph. ii. 15, 16.) “ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ “ πνεύματι,’’ καθὰ γέγραπται. εἰ δὴ οὖν γένοιντο ζηλωτοὶ, [*](d) τότε δὴ πάντως καταισχυνθήσεσθαί φησι τοὺς ἐχθροὺς, τὸ τῆς δοθείσης εὐκλείας μέγεθος κατατεθηπότας , καὶ τὸ τῆς εὐημερίας ἀκράδαντον, καὶ τῆς ἐλπίδος τὸ βεβηκός. ἴδοι δ’ ἄν τις καὶ ἐξ αὐτῶν ἤδη τῶν πραγμάτων ἀληθῆ τὴν ὑπόσχεσιν. δεδόξασται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ λαμπρῶν αὐχημάτων ἐπίμεστος οὖσα θαυμάζεται παρὰ πάντων. πλὴν ὁρίζει καὶ τὸν καιρὸν, καθ’ ὃν τὰ τοιάδε συμβήσεται· ἐν τῷ καιρῷ γάρ φησιν ὅταν εἰςδεχωμαι ὑμᾶς. οὐ γὰρ πρὸ τῆς πίστεως τὰ μετὰ τὴν πίστιν, μετ’ αὐτὴν δὲ μᾶλλον νοοῖντ’ [*](e) [*](5. νεκρὸς B.D. μικρὸς Edd. εἰσδεχθήσεται D.b. εἰσδέχεται Β. Edd. 7. τοι assumptum ex Β. 1 1, τοῦ αἰῶνος B.b. τῶν αἰώνων Edd. 12. τίνες ἢ ὅτι πάντη Β. τινες ἢ πάντες Edd. 21. πνεύματι habent B.D. e ver. 18. cf. supra 52 e. infra 734 a. 24. ἴδοι B.D. ἴδη Edd. 25. ἀληθῆ D. Edd. ἀληθῶς Β.)
240
ἃν εἰκότως. κεκλήμεθα δὴ οὖν ἐν καιροῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. τότε γὰρ δὴ τότε τῆς ἐπὰν γελίας τὸ πέρας ἐκβέβηκεν εἰς τὸ ἀτρεκές. Διότι δώσω ὑμᾶς ὀνομαστοὺς κω εἰς καὺχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς φῆς, τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶ ἐνώπιον ὑμῶv, λέγει Κύριος.

[*](625 Α. a)

Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς θεοπρεποῦς φιλοτιμίας τὸν σκοπὸν, καὶ ἐν οἷς ἔσονται πάντως οἱ πεπιστευκότες, διὰ τούτων ἡμῖν ὑποφαίνει σαφῶς. διαβοήτους γὰρ ἔσεσθαι φησὶ, καὶ αὐχημάτων εἴσω λαμπρῶν, καὶ παντὸς ἔθνους ἐν ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ’ οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντός ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέβηκεν [*](b) εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, μένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλλαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ’ οὐρανόν. κεκλήμεθα γὰρ δι’ αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειότητα πεπλουτήκαμεν δι’ αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι’ οὗ καὶ [*](c) μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

[*](4. δώσω] θήσω F. 9. ἡμῖν assumptum ex Β. 1 1, καὶ καθ’ D. Edd. καὶ καθ' οὓς Β. 15. τότε alt. om. D. 17. καὶ om. D. ἀπήλλαττε καὶ μετετίθει D. Edd. ἀπήλλαξε καὶ μετέθετο Β. ἀπήλλαττεν b. scholion finiens. 19. ἐξείλετο D. Edd. ἐρρύσατο Β. 22. πεπλουτήκαμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Sic desinit D. δι’ αὐτοῦ δίη φημι Edd. 23. ἡ assumptum ex Β. δόξα] + κρότος τιμὴ καὶ προσκύνησις Edd. τῳ om. Β.)