In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ’ ἑτέροις τισὶ [*](a) γεγονότα καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ’ οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων b ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δήωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησίμως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ’ οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγγαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας [*](Codices B.D. [D. finire non potui.] 1–3. Sic Β. τοῦ ἁγίου Κυρίλλου εἰς τὸν προφήτην Ἀγγαῖον D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ἀγγαῖον Aub. 5. καταθρήσαιμεν B.D. ἀθρήσ. Edd. 6. παρὰ τῶν] παρ’ D. γεγενῆσθαι] πεποιῆσθαι D. 7. Haec ὁ θεσπ. καὶ μὴν assumpta ex B.D. Σοφονίαν Edd. 9. οὐδέπω B.D. οὔπω Edd. 11. πολέμων iid. Statim φαλ. ὄνομ’. hoc ordine B.D. 12. ἀναστάσεις D. Edd. ἀναστατώσεις Β. 16. τὸ assumptum ex D. )

242
καιρῶν, καὶ εἰς τὴν ἁγίαν πόλιν ἀνακομισθέντος τοῦ Ἰσραὴλ [*](627 Α. a) ἐκ τῆς Περσῶν τε καὶ Μηδῶν, ποιεῖται τοὺς λόγους, ἐπ’ αἰτίαις τοιαύταις. ἀνῆκε μὲν γὰρ αὐτοὺς τῆς αἰχμαλωσίας ὁ Κῦρος, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς οἴκαδέ τε ἰέναι προστέταχε, καὶ τὸν θεῖον αὖθις ἀναδείμασθαι νεὼν, τὸν ἔν γε τοῖς Ἱεροσολύμοις, καὶ προσέτι τούτῳ καὶ αὐτὴν, εἰ ἕλοιντο, διατειχίζειν τὴν πόλιν. οὗ δὴ γεγονότος, καὶ ἐν πρώταις ὄντος καταβολαῖς τοῦ ναοῦ, διαπεφθονηκότες τῶν [*](3. Esdr. ii. 15 sqq.) ἐν Σαμαρείᾳ τινὲς, Βήλεμός τε καὶ οἱ ἀμφ’ αὐτὸν, καταγεγράφασι τῶν ἐξ Ἱσραὴλ, τὴν εἰς τοὺς κρατοῦντας τῶν [*](b) Βαβυλωνίων εὔνοιαν ὑποπλαττόμενοι, φιλοπόλεμόν τε καὶ δυσάντητον γενέσθαι λέγοντες τὴν Ἰερουσαλὴμ, καὶ αὐτοῖς [*](1 Esdr. iv. 17. sqq. 3. Eslr. ii. 21. sqq.) δὲ τοῖς Περσῶν βασιλεῦσιν ἀφόρητον. εἶτα πείθουσι προστάξαι κατηρεμεῖν Ἰουδαίους, καὶ μήτε ’τον νέων ἐγείρειν ἔτι, μήτε μὴν τῆς εἰς τὴν πόλιν ἔχεσθαι φιλεργίας. ὀλίγου δὲ μεταξὺ διελάσαντος χρόνου, διαδέχεται τὴν βασιλείαν ὁ Δαρεῖος, καὶ ἦν μὲν ἔτος αὐτῷ τῆς βασιλείας δεύτερον. [*](Ib. iv. 43 sqq. ) ἐπειδὴ δὲ τῶν ἐν Βαβυλῶνί τινες Ἰουδαίων προσπίπτοντες ἐλιπάρουν ἀνεῖναι λοιπὸν τὸν θεῖον ἔγειραι νεὼν, προσέταν Ib. vi. τεν ὁ Δαρεῖος, γέγραφε δὲ τοῖς ἀνὰ πᾶσαν τὴν Φοινίκην [*](c) διέπουσι τὰς ἀρχὰς, μήτε ἐξείργειν Ἰουδαίους, εἰ ἀνορθοῦν ἕλοιντο τὸν ναόν· ἀλλὰ γὰρ καὶ χρημάτων ἐπιδαψιλεύεσθαι χορηγίαν, καὶ τὰς ἐν τῷ Λιβάνῳ κέδρους κατακομίζεσθαι παρ’ αὐτῶν ἀπαρεμποδίστως ἐᾶν, ὡς ἂν οὐδενὸς ἐνδέοντος τῶν εἰς τὴν χρείαν αὐτοῖς, ἀποπεραίνοιτο λοιπὸν εὐκόλως τὰ [*](4. σκεύεσι του om. D. 6. προσέτι τούτῳ] διεφθονηκότες Β. προσέτι τούτοις D. 7. τειχίζειν Edd. 8. διεφθονηκότες b. invito D. cf. infra 628 b. 9. Βήλεμός B.b. Βήλομβός (sic) D. Βήλαιμός Edd. καταγεγράφασι D. καταγράφουσι Edd. 10. τοὺς κρατοῦντας B.D.b. κρατοῦντα Edd. 11. ἄνοιαν Edd. ante Migne, initis B.D.b. τε om. D. 12. γενέσθαι D.b. γεγενῆσθαι Edd. 13. δὲ B.D.b. δὴ Edd. τοῖς] + τῶν Β. 14. νεὼν D.b. Edd. ναὸν Β. 1 6. διελθόντος pro μεταξὺ διελάσαντος b. ὁ om. b. 17. τῆς βασιλείας accesserunt ex b. desunt in D. 19. νεὼν B.b. ναὸν D. Edd. 20. γράφει b. καὶ γέγραφε δὲ D. 22. ναόν B.D.b. νεὼν Edd. γὰρ accessit ex D.b. 23. ἀποκομίζεσθαι Edd. invitis B.u.b, 24. ἀπαρεμποδίστως B.D. ἀπαραποδίστως b. ἀνεμποδίστως Edd. 25. τὴν om. D. ἀποπεραίνοιτο B.D.b. ἀποπεραίνοιντο Edd.)
243
εἰς τιμήν τε καὶ δόξαν τοῦ πάντων κρατοῦντος Θεοῦ. εἰρημένης δὲ τῆς ἱστορίας λεπτῶς καὶ σαφῶς ἐν τῆ πρώτη τοῦ Εσδρα συγγραφῆ, περιττὸν οἶμαί που τὸ ἰσχνολογεῖν ἐν τούτοις εἰς τὸ παρόν. οὐκοῦν ἐπειδήπερ ἐξὸν ἤδη πονεῖν [*](d) τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν θεῖον ἐργάσασθαι νεὼν, ἀποπληροῦν τε θυσίας καὶ λιτὰς, καὶ τοῖς κατὰ νόμον ἕθεσι πολιτεύεσθαι, κατημέλουν οἱ ἐξ Ἰσραὴλ, εὖ τιθέντες ἕκαστοι τὰ οἰκεῖα, καὶ ἐπί γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον ὁλοτρόπως ἐκνενευκότες, καὶ ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ τὰ εἰς δόξαν Θεοῦ, κατῃκίζοντο πάλιν, Θεοῦ πλήττοντος, πολέμῳ μὲν οὐχὶ, λιμοῖς δὲ μᾶλλον καὶ ἀκαρπίαις καὶ κτηνῶν καταφθοραῖς. ἀμείνους γὰρ ἤθελεν ἀποτελεῖν, οὐ ταῖς ἰσορρόποις [*](e) τῶν πταισμάτων ποιναῖς ὑποφέρων· ἀλλ’ ὁμοῦ μὲν ὡς κεκμηκότας ἐλεῶν, ὁμοῦ δὲ πάλιν ὡς ἐξ ἀγάπης ἐπανορθῶν. αὕτη τῆς Ἀγγαίου προφητείας ὡς ἐν ὀλίγοις ἡ πρόφασις. μέμικται δὲ ὁ λόγος, καὶ τοῖς πεπραγμένοις τε καὶ εἰρημένοις ἱστορικῶς ἡ μυστική τε καὶ ἐσωτάτη καὶ πρέπουσα τοῖς πνευματικοῖς ἐγκέχωσται θεωρία.

[*](a 628 Α.)

Έν τῷ δευτέρῳ ἕτει ἐμ Δαρείου τοῦ βασιλέως ἐι τῷ τῷ [*](Κεφ. ά.) ἕκτῳ μιᾷ του μΗνὸς ἐγνετο Αόγος Κυρίου ἐν Χειρὶ Ἀγγαίου του προφήτου λέΓωι.

Φθάσας ἔφην, ὡς ἦν εὐάφορμος τοῖς ἐξ Ἰσραὴλ ἡ ἐπί γε τῷ ναῷ ῥᾳθυμία, παρῃρημένης αὐτῶν τῆς ἐξουσίας, καὶ [*](b) διεφθονηκότων εἰς τοῦτο τῶν ἐν Σαμαρείᾳ, πλείστην τε ὅσην τῆς Ἱερουσαλὴμ πεποιημένων μένων τὴν κατάρρησιν παρά γε τοῖς [*](1. Haec τοῦ πόντων κρατοῦντος accesserunt ex B.D.b. 3, που om. Β. habet D. 4. ἐξῆν pro ἐξὸν Edd. 5. ἐργάζεσθαι D.b. 7. κατημέλουν οἱ ἐξ Ἰσραὴλ D.b. Edd. αὐτοὶ μάλιστα κατημέλουν Β. Statim προτιθέντες D. ἕκαστοι B.D.b. ἕκαστος Edd. Statim τὰ οἰκεῖα B.D.b. τὴν οἰκείαν ϊ Edd. 11. λιμοῖς Β. D.b. λοιμοῖς Β.] λοιμοῖς Edd. μᾶλλον om. D. 12. ἤθελον iid. ante Migne repugnantibus B.b. ἤθεσιν (sic) D, 14. δὲ] + δὴ b. 16. γε pro τε D. 19. τοῦ om. F. Edd. (87. al.) 20. κυρίου om. B. habet D. 24. διεφθοπικότων D. διεφθονηκότων habet B. τῶν assumptum ex B.D. )

244
τὰ Περσῶν ἰθύνουσι κράτη. Δαρείου γεμὴν ἔτος ἤδη τρίβοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπούδασμάτων, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον [*](c) μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ’ ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον κομιδῇ κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἁγγαιου. τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπισημαίνεται δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ’ οὓς ὁ Δαρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥαθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὐρεσιλογίας.

[*](d)

Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰοὐδα καὶ πρὸς ἸΗσοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οἶτος λέγουσιν ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.