In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ Θάρσει Σιὼ, μὴ παρείσθωσαν αἱ χεῖρές θοῦ. Κύριος ὁ Θεός σου ἑ σοὶ δυνατὸς σώσει σε, ἐπάξει ἐμ σὲ εὐφροσύνην κω καινιεῖ σε ἔ τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοί ἑ τέρψει ὡς έν ἡμέρᾳ ἑορτῆς· καὶ συνάξω τοὺς συντετριμμένους σου.

[*](b)

Ἐναργὴς μὲν ἡ προαναφώνησις τοῦ χρῆναι θαῤῥεῖν· καὶ ἀψευδὴς ὁ ἐπαγγειλάμενος· ἀκηκόαμεν δὲ τουτὶ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, καὶ τὺ ἀρχαῖον ὥσπερ ἀνανεοῦντος χρησμῴδημα, μᾶλλον δὲ τιθέντος ἐν ὄψει τὸ προετηγγελμένον. [*](S. Joan. xvi. 33. Supra ver. 15. Heb. xii. 12.) ἔφη γὰρ, ὅτι “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ “θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ ὅτε γὰρ γέγονεν “ ἐν “ μέσῳ” ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ’ ἔργα [*](c) τε καὶ πόνους τοὺς ἐπ’ ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί [*](Sap. iii. 15) τε καὶ ἔστιν ὁ “ καρπὸς εὐκλεής·’’ τότε καὶ τεθαρσήκαμεν, ὅτι παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ’ ἡμᾶς ἐπήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης ; ὅτε τοίνυν ἐπήγαγεν [*](d) ἐφ’ ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνισεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας [*](7 Cor. v. 15. S. Joan. xv. 13.) τῆς μετὰ σαρκὸς, ὅτε καὶ “ εἷς ὑπὲρ πάντων’’ ἀποθανὼν ἄλφ’ S. Joan. θεύων ἔφασκε “ Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις 2 “ τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι’ ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ’ ἀρχῆς.

[*](2. σου alt. assumptum ex Β. om. F. Edd. (68, 91, 97, 153, 310.) 4. σοὶ B.F. (Alex.) σὲ Edd. (Vat.) 7. ἀψευδής] + μὲν Edd. 10. ἔχετε iid. 14. ἔργοις pro κατορθώμασι iid. 17. ὐπ’ pro εἰς iid. ἐπ’ correxit Migne. 31. πνευματικῆς pro πᾶν iid. 25. τῆς ἀγάπης pro ἀγάπην iid.)
237

“Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ καινὴ κτίσις.’’ ηὐδόκησε γὰρ [*](2 Cor. v. 17. Eph. i. 10.) ὁ Θεὸς καὶ Πατὴρ, ἐν αὐτῷ “ ἀνακεφαλαιώσασθαι τὰ πάντα, [*](e) κατὰ τὸ γεγραμμένον. τὸ δὲ ἀνακεφαλαιούμενον, ἀναλαμβάνεταί πὼς καὶ οἷον ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς. ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη χριστὸς ἐφ’ ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ’ ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς [*](a 623 Α.) συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος “ Χριστὸς [*](1 Tim. i. 15.) ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ” καὶ αὐτὸς δέ που φησίν “ Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς [*](S.Matth. ix. 13: S. Marc.ii. 17.) “ μετάνοιαν.’’ οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας σύντριψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τ ἃς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ’ εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠρρωστηκότας, καὶ “ Αὐτὸς τ ἃς ἀσθε- [*](b S. Matth. viii. 17.) νείας ἤμων αἴρει, κάτα τὸ γεγραμμένον.

Οὐαὶ, τὶς ἔλαβεν ὀνειδισμὸν ἐπ’ αὐτήν;