In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πάλαι μὲν γὰρ τὰς τῶν Ἰουδαίων ἀγέλας διεποίμαινον ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις . οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, [*](c) μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμμασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρόβατα, [*](S.Joan. x. 12.) κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδηκότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἃν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἃν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν. ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Ὤ οἱ ποιμένες, [*](Hier. xxiii. 1.) “ οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς “ αὐτῶν,’’ ἕτερος δὲ αὖ “Τάδε λέγει κύριος κύριος ἃ οἱ [*](Ezek xxxiv 2-5.) “ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς ; οὐχὶ “ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, “ καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- “ ἰσχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ “ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- [*](1. τὰ εἰκαιόμυθα Edd. 2. ἀτρεκίας iid. 3. τελειοτάτη iid. 10. τετάχαται iid. 11. τῆς assumptum ex Β. 12. μὲν ἦσαν asBumpta ex Β. 16. ἁλοῖεν ἂν, καὶ θηρσὶν ἀνέντες αὐτὰ, inverso ordine Edd. 17. δὲ assumptum ex Β. 21. αὐτῶν om. Β. habet D. cf. supra 316 d. Κύριος alterum accessit ex B. 24. Haec καὶ τὰ ἔρια —οὐ βόσκετε accesserunt ex Β. 27. ἐπετρέψατε (sic) Edd. )

234
“τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- “ἐσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ “ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ “τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ” καὶ πρὸς αὐτοὺς δέ που φησὶ [*](Zach.xi. 4, 5. e)τοὺς ποιμένας “ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἅ “ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος, καὶ πεπλου- “ τήκαμεν.’’

Οὐκοῦν ἀπώλλυον οἱ ποιμένες τῶν λογικῶν θρεμμάτων τὰς ἀγέλας, θηρῶν οὐ δεδεημένοι, μᾶλλον δὲ αὐτοὶ τὰ θηρῶν [*](S. Joan. x. 11.) μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, [*](621 Α. a) νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, [*](Cant. vi. 1, 2.) κάτα τὸ γεγραμμένον· εκοιτασθημεν δὲ καὶ ἐν σηκοῖς· ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς [*](Cf. S. Matth. vi. 20. S. Joan. x. 10.) ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, Matth. οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, “ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.” δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν [*](b) ὅλων Σωτῆρα, φημὶ Κριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς [*](Ezek. xxxiv. 22, 23.) Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ “ τάδε “ λέγει κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ “ἄνα μέσον κριοῦ πρὸς κριὸν, καὶ αναστησω ἐπ’ αὐτοὺς “ ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν “ ποιμήν.”

χῶρε σφόδρα Θύγατερ Σιὼν, κήρυσσε Θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἕε ὅλης τῆς καρδίας σου, ΘύΓατερ [*](9. οὐκοῦν accessit ex Β. 10. θηρῶν οὐ δεδεημένοι Β. θήρας οὐ δεδιττόμενοι [δεδιπόμενοι Pont.] Edd. 12. τιθεὶς τὴν ψυχὴν pro τὴν ψ. αὐτοῦ θεὶς iid. 13. νεμόμεθα iid. κήποις] κόποις iid. κρήναις iid. 16. Haec οὐκ ἐπιθρ. λύκου accesserunt ex Β. 27. σφόδρα accessit ex Β. (36. al.) cf. infra.)

235
Ἱερουσαλήμ. περιεῖλε Κύριος τὰ ἀδικήματὰ σου, λελύτρωταί σε ἐκ χειρὸς ὠρῶ σου· βασιλεύσει Κύριος ἑ μέσῳ θοῦ, οὐκ [*](c) ὄψει κακὰ οὐκ ἔτι.

Ὅσον μὲν ἧκεν εἰπεῖν εἴς γε τὸν τῆς ἱστορίας λόγον, ὑπισχνεῖται σαφῶς τὴν εἰρήνην αὐτοῖς μετά γε τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ὅτε καὶ ἀμνηστουμένων αὐτοῖς τῶν ἀρχαίων αἰτιαμάτων, συνεῖναί τε καὶ προασπίζειν αὐτῶν ἐπαγγέλλεται Θεός· ὅσον δὲ ἧκεν εἰς τὸν ἐσωτάτω νοῦν, χαίρειν τε σφόδρα, καὶ κατευφραίνεσθαι λίαν, καὶ μὴν καὶ ἐξ ὅλης κατατέρπεσθαι τῆς προστέταχεν προστέταχεν ἀναγκαίως, ὡς ἐξῃρημένων αὐτῆς τῶν πλημμελημάτων, διὰ Χριστοῦ δηλονότι. δεδικαίωται [*](d) γὰρ ἡ νοητὴ καὶ ἁγία Σιῶν, τουτέστιν ἡ Ἐκκλησία, ἤγουν τῶν πεπιστευκότων ἡ ἁγία πληθὺς, ἐν Χριστῷ δὴ καὶ μόνῳ, καὶ σεσώσμεθα δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τὰ τῶν ἀοράτων ἐχθρῶν ἀποφεύγοντες βλάβη, καὶ μέσον ἔχοντες καὶ αὐτὸν ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Θεὸν, τουτέστι, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· δι’ ὃν οὐκ εἴδομεν ἔτι κακὰ, τουτέστιν, ἀπηλλάγμεθα παντὸς τοῦ κακοῦν ἰσχύοντος.[*](e) αὐτὸς γάρ ἐστι τὸ τῆς εὐδοκίας ὅπλον, ἡ εἰρήνη, τὸ τεῖχος, τῆς ἀφθαρσίας ὁ χορηγὸς, τῶν στεφάνων ὁ πρύτανις, ὁ τὸν τῶν νοητῶν Ἀσσυρίων ἐξείργων πόλεμον, καὶ τὰς ἐκ τῶν δαιμόνων ἐπ’ ικουφίζων ἐπιβουλάς· ὁ διδοὺς ἡμῖν “ πατεῖν [*](S. Luc. x. 19.) “ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ ἐχθροῦ,’’ δι’ ὃν ἐπέβημεν ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ [*](Ps. xc. 13.) καταπατοῦμεν λέοντα καὶ δράκοντα· δι’ ὃν ἐν ἐλπίσι γεγό- ναμεν ἀγαθαῖς ἀφθαρσίας καὶ ζωῆς, υἱοθεσίας τε καὶ δόξης· [*](a 622 A.) δι’ ὃν οὐκ ὀψόμεθα κακὰ οὐκ ἔτι.

[*](1. λελύτρωκέ F. Edd. (153.) 2. σου prius om. F. Edd. (153.) βασιλεύσει Κύριος Β. (22. al.) βασιλεύσεις Ἱερουσαλὴμ ὁ Κύριος F. Edd. βασιλεύσει Ἱ. ὁ Κ. 153.] 4. ἧκεν accessit ex Β. 8. ἥκει Edd. ἐσώτατον iid. 9. καὶ ult. assumptum ex Β. 14. τε om. Β. 15. καὶ alt. accessit ex b. 17. τουτέστι assumptum ex B. 18. τοῦ assumptum ex b. Statim κακοῦ Edd. inviti B.b. 21. τὸν] + ἐκ Edd. 22. δαιμονίων iid. 24. ὃν] ὧν (sic) iid. ante Migne. ἐπὶ B. (Alex.) ἐπ’ iid. (Vat.) τε assuraptum ex B. 27. οὐκ alt. assumptum ex B. )
236