In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἔσονται οἱ λέβητες οἱ ἑ τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὁ προσώπου τοῦ θυσιαστηρίου.

Ἐν τῇ ἁγίᾳ λέβητες ἦσαν σκηνῇ, καὶ ἐν τῷ μετὰ ταῦτα κατεσκευασμένῳ ναῷ, ἐν οἷς τὰ τῶν θυσιῶν ἥψετο κρέα, δαπανώντων αὐτὰ τῶν ἱερέων ἐν τόπῳ ἁγίῳ, καὶ τοῦτο τοῦ [*](c) νόμου τελεῖσθαι προστεταχότος, ὡς ἃν μὴ ἔξω που τῶν [*](Lev. 16, 26; Num. xviii. 9, 10.) ἱέρων ἐκκομίζοιντο χώρων τὰ ἡγιασμένα. ἐπειδὴ ’δε τῶν Num. ἀρχαίων ἐκείνων ἐθῶν ἀποπεπαυμένων, εἰς ἕτερον ἥμιν λατρείας τρόπον μετακεχώρηκε τὰ μυστήρια, καὶ μηλοσφαγίαις μὲν οὐκέτι καὶ λιβανωτοῖς, θυσίαις δὲ μᾶλλον ταῖς ἀναι- μάκτοις τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν οἱ διὰ πίστεως δεδιδάγμεθα, καὶ αὐτὸν νοητῶς ἱερουργοῦμεν ἐν ἐκκλησίαις τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀντὶ τῶν λεβήτων ἑτέροις [*](d) κεχρήμεθα σκεύεσιν ἱεροῖς, ἃς δὴ καὶ φιάλας ἐνθάδε φησὶν ὁ Προφήτης. σκεύη δὲ ταυτὶ τοῖς πίνουσι χρειωδέστατα. καὶ συνήσει πάντως ὁ σοφὸς ἀκροατὴς τοῦ σημαινομένου τὴν δύναμιν, κἂν εἰ ἀμυδρότερόν πὼς ἢ χρῆν ὁ παρ’ ἡμῶν πε- ποίηται λόγος, διά τοι τὸ δεῖν περιεσταλμένως ποιεῖσθαι τὴν τῶν κεκρυμμένων ἀφήγησιν. οὐκοῦν τότε μὲν ἦσαν οἱ λέβητες, νυνὶ δὲ φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.

[*](e)

Καὶ ἔσται πᾶς λέβης ἐν Ἱερουσαλὴμ καὶ έν τῷ Ἱούδα ἅγιον [*](1. ἂν assumptum ex C.D. ὑποφήνειεν D. ὑπεμφήνειεν habet C., sed ὑπ’ manu recenti post rasuram. Statim ἂν habent C.D. 4. οἴκω] + τοῦ F. Edd. 6. ἐν τῆ ἁγίᾳ λέβητες ἦσαν hoc ordine C. λέβητες ἦσαν ἐν τῇ ἁγίᾳ Edd. 7. ἤψατο ( =?ἥψατο) ἥψατο) C. 14. οἱ B.C. ὃ Edd. 15. ἱερουργοῦμεν C. ἱερουργοῦντες 17. ἃς C.D. ἃ Edd. 18, ταυτὶ C.D. ταῦτα Edd. πίνουσι D. Edd. In C., ι prius est in rasura, σί’ in fine eflfarcitum, manu recentiori utrumque. 20. ἢ χρῆν D. ἢ χρὴ Edd. Neutrum habet C. 24. ἅγιον C.D. (Alex. XII.) In C. fit erasio, quasi ἅγιων prius scriptum. ἅγιοι Pont. (228.) ἅγιος Aub. (Vat. ℵ).)

542
τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἕε αὐτῶι καὶ ἑψήσουσιν ἑαυτοῖς.

Λέβητας ἀποκαλεῖ, τοῖς ἀρχαίοις ὀνόμασι χρησάμενος ἔτι, τὰ σκεύη τὰ μυστικὰ, α καὶ ἐστιν ἅγια, σεπτὰ τε καὶ τίμια, καὶ αὐτοῖς τοῖς ἐν τῆ Ἱερουσαλήμ, ἤγουν τῆ Ἐκκλησίᾳ, δῆλον δὲ ὅτι τοῖς θείοις ἱερουργοῖς, καὶ παρ’ αὐτῷ δὲ τῷ Ιούδᾳ, τουτέστι πάλιν τοῖς τὴν ἐν πνεύματι λαχοῦσι περιτομήν. [*](814 A.) εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ πεπιστευκότες. παρ’ οὐδενὸς γὰρ ὅλως εἰς κοινὴν λαμβάνεται χρείαν τοῦ ἁγίου θυσιαστηρίου τὰ σκεύη, ἁλλ’ ἔστιν, ὡς ἔφην, ἅγια καὶ εἰς δόξαν Θεοῦ τετηρημένα, καὶ μόναις ταῖς χρείαις ὑπηρετεῖν εἰωθότα τῆς ἁγίας τραπέζης, δι’ αὐτῶν τε καὶ ἐν αὐτοῖς αἱ τῶν πρόσ’. ἀγόντων τελοῦνται θυσίαι, οὐχ ἑκάστου φέροντος ἴδιον σκεῦος· ἁπάντων δὲ μόνοις τοῖς ἱεροῖς κεχρημένων. πᾶς γὰρ λέβης ἅγιος ἔσται φησὶ τῷ Κυρ́ῳ. οὐκοῦν διαλέγεται μὲν ὁ Προφήτης ὡς ἐπὶ θυσιῶν ἔτι τῶν κατὰ τὸν νόμον, λέβητάς [*](b) τε καὶ ἕψησιν καὶ τοὺς θυσιάζοντας ὀνομάζει, νοήσομεν δὲ πρεπόντως ἡμεῖς τοῖς διὰ Χριστοῦ καιροῖς καὶ τῇ παρ’ ἡμῶν ἐν Πνεύματι τελουμένῃ λατρείᾳ. οἰκονομικῶς δέ φαμεν ἀσυμφανῆ γενέσθαι, καὶ οὐ πᾶσιν ἁπλῶς ἐκκείμενον τῶν [*](S. Matth. vii. 6.) ἁγίων προφητῶν τὸν λόγον, ἵνα μὴ βάλληται πρὸς αὐτῶν τὰ ἅγια τοῖς κυσὶ, μήτε μὴν τοῖς βεβήλοις καὶ βδελυρωτάτοις ὁ μόνοις πρέπων ἁγίοις ἐκκαλύπτοιτο λόγος.

Καὶ οὐκ ἔσται Χαναναῖος οὐκ ἔτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Σαθρόν τε καὶ εὐδιάκλαστον τῶν ἀρχαιοτέρων τὸν νοῦν [*](2. ἑαυτοῖς B.C. ἐν αὐτοῖς Edd. (A.V. &c. ) 5. τοῖς manu recenti suprascriptum C. 16. τὸν assumptum ex C. 17. ἕψουσιν Edd. Statim assumpta καὶ ex C. τοὺς θυσιάζοντας ex C.D. νοήσωμεν C invito D. 18. καὶ τῇ — τελουμένῃ τετιμημένῃ Β.] λατρείᾳ assumpta ex B.C.D. 20. ἐγκείμενον D 21. βάλληται B.C.D. βάληται Edd. ante Migne. 22. τὰ ἅγια assumpta ex C. desunt in D. 23. ὁ μόνος D. Edd. μονιοῖς C et statim suprascripsit ὁ manus recens. ἐκκαλύπτοιτο Β.C.D. ἐκκαλύπτηται Edd. 24. τῷ assumptum ex B.C. οἴκῳ] + τοῦ F.)

543
κατίδοι τις ἃν καὶ ἀταλαιπώρως κομιδῇ. λελύτρωνται μὲν γὰρ [*](c) ἐξ Αἰγύπτου διὰ Μωυσέως οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ἀφορήτου δουλείας ἀπεσείοντο τὸν ζυγὸν, πλείστων τε ὅσων ἐπ’ αὐτοῖς καὶ ἀξιαγάστων τετελεσμένων σημείων, ἐξῄεσαν μόλις, διεβιβάσθησαν βιβάσθησαν δὲ καὶ διὰ θαλάσσης αὐτῆς, κατεδηδόκασί τε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ ὕδωρ ἐκ πέτρας ἀδοκήτως ἐκκομισθὲν ἐν τῇ ἐρήμῳ πεπόκασι. τί οὖν οἱ τάλανες ; μεμοσχοποιήκασιν ἀπόντος Μωυσέως, καὶ ὡς ὁ προφήτης φησὶν, ἀνέλαβον “ τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον [*](Acta SS. App. vii. 43; ex Amos v. 26. Heb. iii. 17.) “ του θεου αυτων Ρεφαν, τοὺς τύπους οὑς πεποιήκασι [*](b) προσκυνεῖν αὐτοῖς. ἀλλ’ ἐκεῖνοι μὲν διολώλασι πέπτωκε ν. γὰρ τὰ κῶλα αὐτῶν ἐν τῆ ἐρήμῳ, καθὰ γέγραπται. ἐπειδὴ δὲ διεβιβάσθησαν τὸν Ἰορδάνην οἱ μετ’ αὐτοὺς, στρατηγοῦντος Ἰησοῦ, πάλιν τοῦ χρόνου προβαίνοντος, γεγονότες ὑπὸ κριτὰς, λελατρεύκασι τοῖς εἰδώλοις· ἀλλὰ καὶ ἐν καιροῖς τῶν ἁγίων προφητῶν τεθύκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς πεποίηκεν αὐτοῖς ὁ ἐπάρατος Ἱεροβοὰμ, καὶ πρὸς ταύταις ἔτι τεμένη τε καὶ βωμοὺς ἀνιστάντες, οὐδὲν ἧττον προσκεκυνήκασι τῆ Βάαλ, τῷ Χαμὼς, τῆ Ἀστάρτῃ, τῷ Βεελφεγώρ. [*](e) καὶ τὸ ἔτι τούτων ἐπέκεινα τῶν κακῶν· οὐ γὰρ δὴ τὴν ἀγελαίαν καὶ συρφετώδη πληθὺν μόνην ἐν τούτοις γεγενῆσθαί φαμεν· ἀλλὰ γὰρ καὶ ἐξ αὐτῶν τῶν ἱερέων ἐκκεκλικότας πολλοὺς εὑρήσομεν. τοιγάρτοι καὶ ἔφασκε διὰ τοῦ προφήτου Θεός “ Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι κύριος ; καὶ [*](Hier. ii. 8.) οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποι- “ μένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ [*](a 815 A.) “ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.” τεθέαται δὲ καὶ ὁ προφήτης Ἱεζεκιὴλ “ ὡς εἴκοσι καὶ πέντε ἄνδρας ἐκ τῶν [*](Ezek. vii. 6) viii. [*](1. κατείδοι C. ἀταλαιπώρως C. ταλαίπωρον Edd, γὰρ assumptum ex B.C. 3. ἐπ’ αὐτοῖς καὶ ἀξιαγάστων hoc ordine C ἐπ’ αὐτοῖς post ἀξιαγάστων tr. Edd. 4. ἐξίεσαν C. 6, τὸν alt. om. C. 7. πεπόκασι Β. Pont. πεπώκασι C. Aub. 10. ῥεφὰν habet C. τόπους (sic) B. 13. διεβιβάσθησαν [διεβηβ. Cod.] C. διέβησαν Edd. μετ’ αὐτοὺς] μετ’ αὐτοῦ (σ a manii recentiori addito) C. μετ’ αὐτὸν D. 15. τοῖς ora. C. 17. ταύταις C. τούτοις Edd. 19. τῇ prius C.D. τῷ Edd. 20. ἔτι assumptum ex C. 31. γεγενῆσθαι C. γενέσθαι iid. 24. πρὸ φήτου] + ὁ iid. invito C. 25. τοῦ νόμου μου B.C. (Alex. XII.) νόμου Edd.)
544
“ πρεσβυτέρων Ἰσραὴλ, τὰ ὀπίσθια μόνα ἔχοντας πρὸς τὸν “ ναὸν κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, προσ- “ κυνοῦντάς τε καὶ κατὰ ἀνατολὰς τῷ ἡλίῳ. καὶ πλεῖστα μὲν ἐν τούτοις ἐπισωρεύειν ἕτερα χαλεπὸν οὐδέν· ἀρκέσειν δὲ οἶμαι καὶ ταῦτα πρὸς ἔλεγχον τῆς ἐνούσης αὐτοῖς ἀφιλομαθίας. οὐκοῦν σεσάλευτο μὲν τῶν ἀρχαιοτέρων ὁ νοῦς, καὶ [*](b) ἦν εὐπαράφορος κομιδῇ. τοιγάρτοι καὶ περὶ αὐτῶν ἔφη Θεός [*](Hier. xiv. 10.) “ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ “ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς. παρεκομίζοντο γὰρ εὐκόλως εἰς ἐκτόπους εἰδωλολατρείας καὶ, γεγονότες ἐξ αἵματος Ἰσραὴλ, τοὺς ἀλλογενεῖς Χαναναίους ζηλοῦν ἐσπούδαζον.

Ἐπειδὴ δὲ καθ’ ἡμᾶς γέγονεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ δικαιώσας τῆ πίστει, τῷ Ἁγίῳ Πνεύματι κατεσφράγισε τοὺς τῇ παρ’ αὐτοῦ προσιόντας χάριτι, γέγονεν ἡμῖν ἑδραῖος ὁ νοῦς, ἀσφαλής τε καὶ ἀκατάσειστος, καὶ πεπηγὼς [*](c) εἰς εὐσέβειαν. ἀναπείσει γὰρ οὐδεὶς τοὺς ἡγιασμένους, ἕτερον εἰδέναι θεὸν παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, ὃν ἐγνώκαμεν Θεὸν ἐν Χριστῷ. παρέδειξε γὰρ ἡμῖν ἐν ἑαυτῷ [*](S. Joan. xiv. 9.) τὸν Πατέρα λέγων “ Ὁ ἑορακὼς ἐμὲ, ἑόρακε τὸν Πατέρα.’ οὔκουν ἐν τη ημερα εκεινη φησὶ, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, οὐκ ἔσται Xctvcivcuof, τουτέστιν ἀλλογενὴς καὶ εἰδωλολάτρης ἐν τῷ οἴκῳ Κύρου παντοκράτορος. ἐρηρείσμεθα γὰρ, ὡς ἔφην, ἐν πίστει, καὶ τοῖς εἰς ἀσφάλειαν αὐχήμασι κατεστέμμεθα διὰ Χροστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ ’ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](1. μόνα C. μόνον Edd. 3. καὶ prius assiimptuni ex C. 4. χαλεπὸν] + δὲ C. sed semi-crasum. δὲ non habet D. ἀρκέσει C. invito D. 5. ἀφιλομαθίας D. Edcl. ἀφιλοθεΐας C. 7. εὐπαράξορος C. παράφ. D. Edd. 9. εὐδόκησεν C. (Frid.-Autr.) ηὐδόκ. Edd. (Alex.) 10. ἐκτόπους B.C. ἀτόπους Edd. 17. εἰδέναι C τιμῆσαι iid. 18. Θεὸν om. C. habet D. ο manu end. 19. ἑορακὼς [ἑωρακὼς Cod.] —ἑόρακε C. ἑωρακὼς — ἑώρακε iid. 22. ἐριρείσμεθα C.)