In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τοὺς ταῖς ἐκκλησίαις πεπολεμηκότας, καὶ κατὰ τῆς ἁγίας Ἱερουσαλὴμ ὑψηλήν τε καὶ ἀλαζόνα τὴν ὀφρὺν ἀνατείναντας, [*](e) ταῖς αὐτοῖς πρεπούσαις δίκαις ἐνολισθήσειν εἰπὼν, τὴν τῶν μετ’ ἐκείνους περιλελειμμένων προαγορεύει προσκύνησιν, δῆλον δὲ ὅτι τὴν ἐν Χριστῷ διὰ πίστεως. αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία κατὰ τὴν τοῦ πατριάρχου Gen. φωνήν. τέθειται δὲ καὶ “ εἰς φῶς ἐθνῶν, καὶ εἰς διαθήκην Es. ‘‘ γένους, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ “ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν [*](a 810 A.) “ σκότει.” ὅτι τοίνυν τὴν τῆς εἰδωλολατρείας ἀφέντες ἀχλὺν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὰ δεσμὰ διαρρήξαντες οἱ [*](4. ἡμέρων] ἱέρων C. 7. κατεδικάζοντο C. κατεδικάζετο Edd. 8. ἅν Edd. (Alex. 49, 106.) ἐὰν C. 9. ἐπελθόντων F. (42.) 10. Θεῷ om. C. invito F. [ante παντοκράτ. tr. (23, 36, 311. Co.)] 11. σκηνοπηγείας C. 12. ἐὰν C. (A.V. &c. ) τῶν om. F. Edd. 13. Θεῷ om. C. invito F. [ante παντοκράτ. tr. (36, 311. Co.)] 17. αὐταῖς (sic) C. 18. περιλελειμμένων C. προαγόρευσιν pro προαγορεύει προσκύνησιν C. 21. εἰς alt. om. C. 22. ἐξαγαγεῖν C. ἐξάγειν Edd. Neutrum habet B. 35. διαβόλου] + καὶ Edd. repugnantibiis B.C.)

536
ἐξ ἐθνῶν, πρὸς τὸ τῆς ἀληθείας ἥξουσι φῶς, καὶ τὸν τοῦ Σωτῆρος ὑποδραμοῦνται ζυγὸν, σαφηνιεῖ, λέγων ὡς οἱ κατάλοιποι τῶν κεκολασμένων, ἤτοι τῶν ταῖς ἐκκλησίαις μεμα- χημένων· ἀριθμοῦ δὲ οὗτοι κρείττονες· ἀναβήσονται κατ’ ενιαυτὸν τοῦ προσκυνησαι τῷ κυρίῳ παντοκράτορι Θεῷ κα) τοῦ [*](b) ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ὁ μὲν γὰρ διὰ Μωυσέως [*](Lev. xxiii. 34.) προσέταττε νόμος ἐπιτελεῖσθαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας τῇ πεντεκαιδεκάτῃ του ἑβδόμου μηνὸς, συναγηγερμένης εἰς [*](Ib. 36.) ἀποθήκας τῆς ἐξ ἀγρῶν εὐκαρπίας. ἐξόδιον ταύτῃτοι τὴν ἑορτὴν ὀνομάζει, ὡς ἤδη τῶν ἔργων τῶν ἐν ἀγροῖς ἐκκεχωρηκότων [*](Ib. 40.) ἐς πέρας. ἐκέλευε δὲ λαμβάνειν “ κάλλυντρα φοινίκων “ καὶ καρπὸν ὡραίου ξύλου, καὶ κλάδους ξύλου δασεῖς “ καὶ ἰτέας καὶ ἄγνου κλάδους,” πίνειν τε ὕδωρ ἐκ χειμάρρου, [*](c) καὶ ἐπ’ αὐτῷ κατευφραίνεσθαι. καὶ πρόφασιν μὲν ὁ νόμος ἐποιεῖτο τῆς ἑορτῆς, τὸ ἐν σκηναῖς κατοικῆσαι τὸν Ἰσρὴλ, [*](Ib. 43.) τῆς Αἰγυπτίων πλεονεξίας ἐξηρημένον.

Ἧν δὲ ἄρα τὸ χρῆμα μυστηρίου τύπος τοῦ κατὰ ριστόν. ἐξῃρήμεθα μὲν γὰρ καὶ ἡμεῖς αὐτοὶ τῆς τοῦ διαβόλου πλεονεξίας, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλευθερίαν διὰ Χριστοῦ, καὶ ὑπ’ αὐτῷ γεγόναμεν τῷ τῶν ὅλων βασιλεῖ καὶ Θεῷ, τῆς τῶν πάλαι κρατούντων σκαιότητος ἀλογήσαντες. ἑορτάζομεν δὲ τὴν ἀληθῆ τῆς σκηνοπηγίας ἑορτὴν, τουτέστι τὴν [*](d) ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτε τὰ πάντων ἐν αὐτῷ μονονουχὶ πέπηκται σώματα, καίτοι λελυμένα τῇ [*](S. Joan. xi. 25.) φθορᾷ καὶ θανάτῳ κεκρατημένα. αὐτὸς γάρ ἐστιν ἢ ἀνάστασις, αὐτὸς ἡ ζωὴ, πρωτόλειον ὥσπερ ἐκ νεκρῶν καὶ [*](1 Cor. xv. 20.) “ἀπαρχὴ τῶν κεκοιμημένων·” ὁ νοηταῖς ἡμᾶς εὐκαρπίαις καταπιμπλὰς, καὶ οἷον τοὺς ἐξ ἀγρῶν συλλεγέντας πόνους [*](5. τῷ et Θεῷ om. C. 7. προσέταττε B.C. προσετάττετο Edd. 9. ἐξόδιον] + δὲ iid. invito C. 1 1, ἐς] εἰς C. καλλυντρα C. Aub. cf. de Ad. 619 c. κάλλυνθρα Β. κάλλυνθρα Pont. (A.V. &c. ) 12. ὡραίου B.C. [ ὁραίου C] cf. in S. Joan. 468 b. ὡραῖον Edd. 14. ἐπ’ αὐτῷ C. ἐπ’ αὐτοῖς Edd. 18. μὲν assuraptum ex C. 19. δὲ C. τε iid. 20. Θεῷ C. ζωῇ iid. 27. νοηταῖς ἡμᾶς εὐκαρπίαις καταπιμπλὰς C. νοητῆς ἡμᾶς εὐκαρπίας κατεμπιπλῶν iid. 28. συλλέγοντας C.)

537
ἐνσωρεύειν ἀποθήκαις ταῖς ἄνω παρασκευάζων. αὐτὸς ἡμῖν ἀποδώσει τὴν ἐν παραδείσῳ δίαιταν καὶ τρυφὴν, δῆλον δὲ ὅτι πνευματικὴν, νενικηκόσι τὴν ἁμαρτίαν, εὐωδιάζουσι νοητῶς, [*](e) ὡραῖον καὶ ἀξιέραστον τὸν τῆς εὐαγγελικῆς πολιτείας ἔχουσι καρπὸν, ἁγνῶς καὶ ὁσίως πεπολιτευμένοις. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τὸ κάλλυντρά τε φοινίκων καὶ ὡραίου ξύλου καρπὸν ὁμοῦ τοῖς ἄλλοις κλάδοις συνδήσαντας ἔχειν. αὐτός ἐστιν ὁ χειμάρρους τῆς τρυφῆς ὃν πεπότικεν [*](Ps. xxxv. 9.) ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ· αὐτὸς ἡ πηγὴ τῆς ζωῆς, καὶ ὁ τῆς εἰρήνης ποταμὸς, ὁ ἐκκεκλικὼς εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους. [*](Es. lxvi. 12. Ad. xvii. 619d.) εἴρηται δὲ περὶ τούτων ἡμῖν ἰσχνῶς ἐν ἑτέροις. cf.de οὐκοῦν οἱ ἀναβαίνοντες προσκυνησαι τῷ Κυρίῳ παντοκρατορι, καὶ τελέσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, οἱ διὰ πίστεως εἰσιν [*](a 811 Α.) ἐν Χριστῷ δεδικαιωμένοι. ἀπειλεῖ δὲ τοῖς μὴ ἀναβαίνουσιν ὄλεθρον, ποινάς τε τὰς ἴσας, ἃς ἂν ὑποσταῖεν οἱ διῶκταί τε καὶ ὑβρισταί. ἐν ἴση γὰρ μοίρᾳ κείσονται τοῖς ἐχθροῖς, οἱ μὴ ἀγαπᾶν ᾑρημένοι. καὶ τοῦτο οἶμαί ἐστιν, ὃ καὶ αὐτὸς ἔφη Χριστός “ Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ [*](S. Luc. xi. 23.) “ συνάγων μετ’ ἐμοῦ σκορπίζει.”

Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἕλθῃ ἐκεῖ, καὶ ἐΜ τούτοις ἕσται ἡ πτῶσις ἥν πατάξει Κύριος πάντα τὰ ἕθνη ὅσα ἅν [*](b) μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἕσται ἡ ἁμαρτία Αἰγύπτου κω ἡ ἁμάρτια πάντων τῶ ἐθνῶν, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοττηγἰας.

Ὡς ἐξ ἑνὸς ἔθνους τοῦ τῶν Αἰγυπτίων φημὶ, τοὺς εἰς ἄκρον ἥκοντας πλάνης, ἐκτόπως τε ἄγαν εἰδωλολατρεῖν [*](1. σωρεύειν C. 6, πάλιν C. λοιπὸν Edd. κάλυντρα Β (ut supra). Statim τε assumptum ex C. 7. ὡραίου C. ut supra. ὡραῖον Β. Edd. κλάδοις assumptum ex C. 8. πεπότηκεν C. 10. ἐκκεκληκὸς C. 12. Κυρίῳ B.C. Θεῷ Edd. 15. ἃς δν C. αἷς Edd. 18. κοτ’ ἐμοῦ, μετ’ ἐμοῦ inverso ordine Β. 22 –24. Assumpta haec αὕτη— Αἰγύπτου cx B.C.D., καὶ ἡ— σκηνοπηγίας ex C.D. Hunc versum 19 infra coUocant Edd. 23. ἐστιν F. (Alex.) 24. ὅσα] α manu recentiori habet C. nescio quid prius scriptum. ἐὰν F. (Alex. ℵ) ὂν Edd. (Vat.) 25. τοῦ assumptum ex C.)

538
ἑλομένους, καταδηλοῖ, οἷς ἔσται δεινὴ καὶ ἀδιάφυκτος δίκη καὶ ὀλέθρου πρόξενος τὸ μὴ ἑλέσθαι τιμᾶν τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ἀξιόληπτον χάριν. μόνον γὰρ οὐχὶ φονευταὶ [*](c) τῶν ἰδίων γεγονότες ψυχῶν ἁλοῖεν ἃν, εἴπερ ἐστὶν ἀληθὲς, ὡς μετὸν αὐτοῖς ἐπιδράξασθαι τῆς αἰωνίου ζωῆς καὶ προκειμένης εἰς μέθεξιν τοῖς ἑλεῖν ἐθέλουσι τῆς ἄνωθεν ἡμερό- τητος, καὶ μὴν καὶ ἀποφορτίσασθαι τὴν ἁμαρτίαν, ταῖς ἑαυτῶν ἐντεθνήκασι πλάναις, καὶ ἀναπόνιπτον ἐσχήκασι τήν τε ἐκ τοῦ πλανᾶσθαι κηλῖδα καὶ τῆς πλημμελείας τὸν μολυσμὸν, διατετελέκασι δὲ καὶ ἐν πλάνῃ· καίτοι τοῦ θείου φωτὸς τὰ πάντα περιαστράπτοντος , καὶ καλοῦντος εἰς ἀνά- βλεψιν τοὺς ἐν ἀχλύι· καὶ σκότῳ. φαίην δ’ ἃν καὶ περὶ [*](Eccl. vi. 3. 4. d) ἑκάστου τῶν τοιούτων “ Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ “ ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ [*](S.Matth. xxvi. 24.) “ σκότει ὄνομα αὐτοῦ κατακαλυφθήσεται.” καλὸν γὰρ “ αὐτοῖς εἰ μὴ ἐγεννήθησαν,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ οὐ κατὰ μόνον τῶν Αἰγυπτίων ὁ λόγος, ἥξει δὲ καὶ κατὰ πάντων τῶν ἐθνῶν, ἃ πάντη τε καὶ πάντως κολασθή- σονται, τῆς διὰ Χριστοῦ σωτηρίας ἠφειδηκότα, καὶ τὴν ἐπ’ αὐτῷ πανήγυριν οὐ τετιμηκότα, πιστώσεται λέγων Αὕτη [*](e) εσται η αματια Αἰγύπτου καὶ η αμαρτια πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας τάχα πὼς ἦν ἔτι καὶ ἀπὸ μέρους εὐάφορμος τῶν ἐθνῶν ἡ παραίτησις, παρ’ οὐδενὸς κεκλῆσθαι λεγόντων· διεκήρυξε γὰρ αὐτοῖς οὐδείς. τοιγάρτοι καὶ ὁ Σωτῆρ’ ἐν εὐαγγελικαῖς ἡμῖν παραβολαῖς αὐτὸ τοῦτο καταδεικνύων, τοὺς ἐργάτας ἔφη τοὺς περὶ τὴν [*](2. πρόξενος D. Edd. πρόξενον e castigatione manus ut videtur primae C. 5. προσκειμένης prius C. σ postea eraso. προκειμένους Migne. 7. τὴν ἁμαρτίαν C. τὰς ἁμαρτίας Edd. 8. ἐντεθνήκασι C.D. ἐντεθείκασι Edd. 9. τε assumptum ex C. 10. δὲ C. τε iid. 13. σκότῳ C. σκότει iid. 13. ἀγαθῶν C manu prima, 16. αὐτοῖς εἰ μὴ ἐγεννήθησαν C αὐτῷ εἰ μὴ ἐγενήθη ἐγεννήθη correxit Migne] iid. τοῦ suprasciiptum manu forte prima C. 17. μόνον C. μόνων iid. 20 –22. Haec ut verba Prophetae collocant B. Edd. scholion novura incipientes. 21. ἔσται C. ἐστὶν Edd. (Alex.) cf, F. supra. 22. ὃς C. (Vat.) 24. εὐάφορμος C. εὔμορφος Edd. 27. κάτα. δεικνύων B.C. δεικνύων Edd.)
539
ἑνδεκάτην κεκλημένους εἰπεῖν τό “ O ὐδεὶς ἡμᾶς ἐμισθώσατο.” [*](812 Α. S.Matth. xx. 7. Ib. xii. 29) ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Κριστὸς, ἕδησε τὸν ἰσχυρὸν, ἐξείλετο τῆς ἐκείνου δυστροπίας τοὺς ὑπ’ αὐτῷ κειμένους, δεδικαίωκε τῆ πίστει τοὺς προσιόντας αὐτῷ, τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς, οὐδένα λοιπὸν ἀποχρώντως πρὸς παραίτησιν εὑρήσουσι λόγον, οἱ τὴν οὕτω σεπτὴν οὐ προσηκάμενοι χάριν. ἀληθεύσει δὴ οὖν καὶ περὶ αὐτῶν εἰ λέγοι τῶν ἐθνῶν ὁ Χριστός “ Εἰ μὴ ἦλθον καὶ [*](S.Jaon. xv. 22) “ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νυνὶ δὲ πρόφασιν οὐκ [*](b) “ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ”

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕσται τὸ ἐπὶ τὸv χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι.

Ὡς παντὸς ἤδη πολέμου κατηυνασμένου, μένου , καὶ μάχης ἀνῄρημένης, καὶ σεσοβημένων ἐχθρῶν, καὶ ἀρρήκτου λοιπὸν εἰρήνης τὴν ἁγίαν στεφανούσης πόλιν, τουτέστι τὴν Εκκλησίαν, ἀπρακτήσειν ἤδη φησὶ τοῦ πολέμου τὰ σκεύη, φάλαρά τε καὶ ἐπιχάλινα. τίνος γὰρ ὅλως ὁ ἱπποκράτης τοιούτου ἕξει χρείαν, ἀριστεύειν εἰδὼς ἐν μάχαις, εἰ μηδεὶς ὅλως ὁ ἀντεξάγων ἐστίν ; οὐκοῦν ἱερὰ, φησὶν, ἔσται σκεύη καὶ ἀναθήματα [*](c) θήματα τῷ Θεῷ, τὰ τοῖς πολεμοῦσι χρήσιμα. ἐπειδὴ γὰρ αὐτός ἐστι τῆς εἰρήνης ὁ βραβευτὴς, αὐτῷ δὴ δικαίως καὶ ἀνακείσεται περιττά τε ἤδη καὶ ἀπρακτοῦντα λοιπὸν τοῦ πολέμου τὰ σκεύη. ὥσπερ γὰρ ὁ μακάριος προφήτης Ἡσαΐας ἔφη περί τινων, ὅτι “ συγκόψουσι τὰς μαχαίρας [*](Es. ii. 4.) “ αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ “ οὐ μὴ ἄρη ἔθνος ἐπ’ ἕθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι [*](5. ἀποχρῶντα C. 7. ἀληθεύσει C. ἀληθεύει Edd. Habet περὶ αὐτῶν εἰ λέγοι τῶν ἐθνῶν hoc ordine 9. νυνὶ C. νῦν iid. 13. παντως C manu prima. 14. ἀῤῥήτου C. ἀλήκτου iid. 17. τίνος τινὰς D.] —χρείαν D. Edd. τίνος γὰρ ὅλως ἱπποκρατήσειεν ἅν ὁ C. 1 8. μάχαις C. μάχῃ iid. 20, πολεμοῦσι C. τοῦ πολέμου idd. τοῦ πολέμου καιροῖς haud male D. 26. οὐ μὴ prius B.C. οὐκ Edd. ἐπ’ ἔθνος B.C. cf. supra 51 b. ἐπ’ ἔθνους Edd.)

540
[*](d) " πολεμεῖν,” τῶν τῆς εἰρήνης καιρῶν μονονουχὶ καὶ ἀναπει- θόντων αὐτοὺς τῇ τῆς γεωπονίας χρείᾳ χαρίζεσθαι τὰ πολε- μικὰ, καὶ εἰς ἑτέρας δὲ ὥσπερ μετατρέχειν σπουδὰς, τῆς τῶν τακτικῶν μελέτης ἠφειδηκότας· οὕτω καὶ ὁ θεσπέσιος Ζαχαρίας, ὡς ἀρρήκτου λοιπὸν τῆς εἰρήνης δοθείσης παρὰ Θεοῦ, τὰ τοῖς μαχομένοις χρήσιμα σκεύη μεταπλασθήσεσθαί φησιν εἰς ἀνάθημα τῷ Θεῷ. ἀργήσει γὰρ πάντως τὸ μάχιμον, οὐχ ἵππου πεφροντικὸς, οὐ χαλινῶν, οὐ φαλάρων, μετανεῦον δὲ [*](c) μᾶλλον εἴς γε τὸ ἑλέσθαι δεῖν τοῖς εἰς ἀρετὴν καὶ θεοσέβειαν διαπρέπειν σπουδάσμασι.

Δοκεῖ ’δε τισι καὶ καθ’ ἕτερον ἐκπεπεράνθαι τρόπον τῆς προφητείας τὴν δύναμιν. φασὶ γὰρ ὅτι ηὕρηται μὲν κατὰ καιροὺς τὸ τοῦ σταυροῦ ξύλον, ἐμπεπαρμένους ἔτι τοὺς ἥλους ἔχον· ὧν ἕνα λαβὼν ὁ εὐσεβὴς Κωνσταντῖνος ἐπὶ χαλινὸν γενέσθαι τῷ ἵππῳ τῷ ἰδίῳ παρεσκεύασεν, εύλογεῖσθαι παρὰ Θεοῦ καὶ διὰ τούτου πεπιστευκώς. οὐκ ἀπίθανον δὲ τὸ χρῆμα φαίη τις ἂν, εἴπερ ὧδε ἔχει, καὶ οὐκ ἔξω [*](813 A.) τοῦ λόγου τοῦ πρέποντος νοοῖτ’ ἂν εἰκότως, τὸ καὶ ἐν μνήμῃ γενέσθαι τῆ παρὰ Θεῷ, καὶ ἐν προρρήσει τετιμῆσθαι προφητικῇ βασιλέα τὸν εὐσεβέστατον. πλείστων γὰρ ὅσων ἐποιήσατο μνήμην καὶ προαναφώνησιν κατὰ καιροὺς τῶν ἁγίων [*](3 Reg. xiii. 2.) προφητῶν ὁ λόγος, καθάπερ ἀμέλει καὶ Ἰωσίου καὶ ἑτέρων τινῶν. ἔσθ’ ὅτε δὲ καὶ ἡ τῶν καιρῶν ἡμερότης καὶ εὐσέβεια διὰ τῶν ἐν αὐτοῖς κρατούντων σημαίνεται. οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, εἰ διαμέμνηται καὶ νῦν ὁ Προφήτης Ζαχαρίας [*](b) ἀξιολογωτάτου πράγματος, καὶ θεοφιλοῦς ἀληθῶς καὶ βάσι· λείας εὐσεβοῦς, καὶ καιρῶν ἀνακειμένων τῆ εἰς Χριστὸν ἀγάπῃ. τὸ γὰρ δὴ καὶ βασιλέων ἵπποις ἐμπρέπειν τὸν ἧλον [*](3. δὲ ora. C. σπουδὰς B.C manu recentiori, σπονδὰς D.C ut videtur manu prima. Edd. 5. ἀῤῥήκτου C.D. ἀλήκτου Edd. τῆς assumptum ex C. 8. ἵππου C. ἵππων iid. Statirn πεφροντηκότος (sic) C. οὐ alt. C. ἢ iid. II. καὶ assumptum ex C. 12. ηὕρηται C. εὕρηται iid. 18. τοῦ utrumque assumptum ex C. 19. τετιμεῖσθαι C. 21. προαναφωνήσειν C manu prima. 22, καθάπερ D. Edd. ὥσπερ C. 24. οὖν assumptum ex C. deest in D. 8. θεοφιλοῦς ἀληθῶς καὶ βασιλείας βάσι = βασιλέω ? D.] εὐσεβοῦς C.D. θεοφιλοῦς βασιλέως ἀληθοῦς τε καὶ εὐσεβοῦς Edd.)

541
ἀπὸ τοῦ τιμίου ληφθέντα σταυροῦ, τί ἃν ἕτερον ἡμῖν ὑπεμφήνειεν ἂν, ἢ πλείστην ὅσην καὶ ἀξιάγαστον ἀληθῶς τῶν κρατούντων εὐσέβειαν;