In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΕΞΗΓΗΣΙΣ

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗTΗΝ ΜΑΛΑΧΙΑΝ.

ΤΟΜΟΣ ΠΡΩΤΟΣ.

KAI περὶ τῆς τοῦ Μαλαχίου προφητείας ὀλίγα προειπεῖν [*](a 816 Α.) ἀναγκαῖον, διὰ τὸ τῶν ἐντευξομένων εὐμαθὲς, καὶ ὅπως ἂν εἰδεῖεν ἕκαστα τῶν παρ’ αὐτῷ κειμένων.

Πεπερασμένων τοιγαροῦν τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίζετο μὲν ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ὁ Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ [*](b) Σαλαθιὴλ, ὃς ἢν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ’ ἐκεῖνο τοῦ καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφήταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ’ ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε [*](Codex Β. [D. fine mutilus, non habet nisi folia circa duo, quae pro viribus contuli.] –3. Sic B. εἰς τὸν προήτην μαλαχίαν D. τοῦ ἐν ἁγίοις πατρὸς ἤμων κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν προφήτην Μαλαχίαν Edd. 4. Sic D. 6. ὅπως Β. πῶς D. Edd. 7. παρ’ αὐτῷ B.D. παῤ αὐτοῦ Edd. 10. τὸν] τὸ (sic) iid, 1 1, κοὶ alt. assuraptum ex B.D. ἐγήγερτο Β. ἐγήγερται D. Edd. 12. τε] + καὶ Edd. invitis B.D. 10. Νεμέου D. 18. ὀλίγῳ B.D. ὀλίγον Edd. Statim καὶ assumptum ex B. deest in D.)

546
Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος , διερμηνεύεται γὰρ ὧδε Μαλαχίας.

Οὐ παραδεκτέον δὲ τούς τινων περὶ αὐτοῦ λόγους, οἳ [*](817 A. a) μάτην ἐῤῥαψῳδήκασιν, ἄγγελον μὲν τὴν φύσιν οἰόμενοί τε καὶ λέγοντες, σεσωματῶσθαι γεμὴν κατὰ Θεοῦ βούλησιν καὶ ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσηαήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ’ ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ’ ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης [*](Infra ii. 7. b) Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν “Ὅτι “ χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν “ ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός “ ἐστι.” περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας [*](Es. ix. 5, 6.) “ καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι- “ δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα “ αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” ὁρᾷς ὅτι τὸ ἀπαγγέλλειν ἐτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασε τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους ; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερ- [*](c) μηνεύοντες, νόμον, οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός.

Ἄνθρωπος δὴ οὖν καθ’ ἡμᾶς ὁ Προφήτης Μαλαχίας· σύμπας δὲ ὥσπερ αὐτῷ τῆς προφητείας ὁ σκοπὸς εἰς δύο ταῦτα συντείνεται. ἐγηγερμένου γὰρ τοῦ θείου ναοῦ, καιροῦ καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμωδὲ [*](1. pro γὰρ D. 3. δὲ assutnptum ex Β. deest in D. 4. μὲν om. B. habet D. 5. Θεοῦ βούλησιν hoc ortline B. inv. ordine D. Edd. 15. ἐγενήθησαν] ἐγένοντο Edd. 18. τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν B.D. τὰ τῆς ἀνωτάτης φύσεως iid. 19. παρεσκεύασε B.D. παρασκευάζει Edd. 20. ἡμὶν assumptura ex B.D. 26. λαῶν] λαοῦ Edd. 27. αἵματος—αὐτοῖς τοῖς om. Migiie. 28. βούλοιντο] ἕλοιντο iid.)

547
μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς [*](d) δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν [*](Infra i. 13.) ποιμνίοις, ἄρρωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσιαστηρίῳ. στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη [*](Lev.xxii. 22, 3.) τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ [*](e) ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ’ εἰς ἐκτόπους ἐξτιηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπιπλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ’ αἰτίαις τοιαύταις. οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες [*](a 818 A.) αὐταῖς, καὶ ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἔσθ’ ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ’ οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκραγότος τοῦ νόμου σαφῶς “ τὴν θυγατέρα σου οὐ δώσεις τῷ [*](Deut.vii. 3, 4.) “ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· “ ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λα- “ τρεύσει θεοῖς ἑτέροις.” γέγονε δὲ μακρὸς περὶ τούτου [*](b) λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν [*](1 Esdr. ix.) ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε [*](5. μηκέτι] οὐκέτι Edd. 6, μὴ D. Edd. εἰ in rasura Β. κολοβόρινον Β. 7. μονόρχιον D. ἢ μονόρχες om. Β. Statim εἴη τὸ προσαχθέν assumpta ex Β. desunt in D. 8. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί Β. ἀπόβλητον γὰρ ὁ νόμος ἐποιεῖτο ταυτί D. ἀπόβλητα γὰρ ἐποιεῖτο ταῦτα ὁ νόμος Edd. 10. τῶν ὑποχεῖρα ὑπὸ χεῖρα Migne] λαῶν Edd. II. ἀστείως assumptum ex B.D. 16. ἀποστάσεως Edd. 18. δὲ Β. τε D. ud. 19. οὖ assumptum ex Β. ἀεὶ pro αὖ D.)
548
καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ [*](2 Cor. v. 17. c) τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρωχηκότων, κατὰ τὸ γεγραμμένον.

[*](Κεφ. α΄.)