In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, τοῖς εἰς αὐτὸν πιστεύσασι [*](c) προσπεφώνηκεν ὁ Χριστός· πλὴν εὐθαρσεστέρους ἀποτελεῖ, χρησίμως ἐπενεγκών “ Ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν [*](S. Luc. x. 19) “ κόσμον. “ Δέδωκα γὰρ ὑμῖν πατεῖν ἐπάνω ὄφεων “ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.” τίνες οὖν οἱ σκορπίοι καὶ τίνες οἱ ὄφεις, ἢ δηλονότι τὰ μυσαρά τε καὶ μιαιφόνα τάγματα τῶν ἀλιτηρίων δαιμόνων, καὶ τῶν διωκόντων ἁγίους, οἳ καὶ γεγόνασιν ὑπουργοὶ τῆς ἀκράτου μανίας τῶν ἐν κόσμῳ πνευμάτων, ἃ καὶ τόδε τὸ σύμπαν περινοστεῖ, πολυτρόπως τοῖς ἁγίοις ἐπιβουλεύοντα, καίτοι [*](Coi. ii. 14, 15. d) τεθριαμβευμένα διὰ ριστοῦ προσηλώσαντος τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, ἵνα τῆς ἐκείνων ἡμᾶς ἀπαλλάξῃ πλεονεξίας;

[*](Supra ver. 11. 1 Tim. iii. 15.)

Οὐκοῦν ἐπειδήπερ κατοικήσειν ἔφη πεποιθότως τὴν Ἰεπουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἦν δὲ δὴ τοῦτο, καὶ μάλα ὀρθῶς, ἀποπερανθήσεσθαι προσδοκᾶν ἀναιρουμένων ἐχθρῶν, καὶ τῶν εἰωθότων διώκειν αὐτὴ ἀνατετρμμένων, ἀναγκαίαν ποιεῖται καὶ τούτων ἡμῖν τὴν ἀφήγησιν. αὕτη γὰρ ἕσται φησὶν ἡ πτῶσις ἣν κόψει Κύριος [*](e) παντας τοὺς λαους οσοι επεστρατευσαν ἐπὶ Ιερουσαλημ· αἱ σάρκες αὐτῶν κατατακήσονται, έκρυήσονται δὲ καὶ οἱ ὀφθαλμοὶ, συντηκομένης καὶ γλώττης. ὁ μὲν γὰρ κοινὸς οὗτος καὶ κατὰ τῆς φύσεως θάνατος τήκει μὲν τὰς ἁπάντων σάρκασς, καὶ ἀποκενοῖ μὲν ὀφθαλμοὺς, σήπει δὲ καὶ γλώσσας· πάνἐκρυήσονται [*](1. F. (23. Co.) ῥυήσ. B.C. Edd. sed cf. infra. 3. ὦτε C. ω sed cf. supra a. 4. προπεφ. Edd. 5. ἐπενεγκών B.D. ἐπενεγκεῖν hodie C, ε primum et ω manu recenliori, qiiasi prius ὑπενεγκεῖν C. ἐνεγκών Edd. 6. δέδωκα γὰρ ὑμῖν B.C.D. Pont. δέδωκε γὰρ ἡμῖν Aiib. 8. οὖν C. δὲ iid. g. τε assumptum ex C. ἀλητηρίων C. 11. ἐνκοσμίων ( = ἐγκοσμίων) C. 16. περ assumptum ex C. 23. Habet ἐκρυήσονται C. 25. κατὰ C. (K Edd. 26. ἀποκενοῖ C, ἀποκείρει Edd. μὲν et σήπει δὲ accesseurunt ex C. )

531
δεῖνον δὲ καὶ τῆς εἰς λῆξιν ἡκούσης συμφορᾶς εἴη ἃν εἰκότως τὸ ζώντων τε καὶ ἑστηκότων ἔτι τακῆναι μὲν τὰς σάρκας, καὶ ἀπορρεῖν ὀφθαλμοὺς, κολάζεσθαι δὲ καὶ γλώττας. εὖ δὲ δὴ σφόδρα τὰ τοιάδε συμβήσεσθαί φησι τοῖς θεομισῆ καὶ ἐπάρατον ἐπιτηδεύσασι ζωήν. πραχθήσονται γὰρ δίκας, [*](a 807 Α.) οὐχ ὑπέρ γε μόνον τῶν εἰς ἁγίους αὐτοῖς πεπλημμελημένων, ἀλλὰ γὰρ καὶ ὑπὲρ ἧς ἐσχήκασιν ἐν τῷδε τῷ κόσμῳ φιλοσαρκίας· ἢ καὶ γέγονεν αὐτοῖς αἰτία τοῦ μήτε προσήκασθαι τὴν πίστιν, μήτε μὴν ἑλέσθαι ζῆν εὐσεβῶς, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀγαπῆσαι τὴν δόξαν. γεγόνασι μὲν γὰρ, ὡς ἔφην, ἀπονενευκότες ἀσχέτως εἰς ἐκτόπους ἡδονάς· ἐσχήκασι δὲ καὶ ἀκρατεῖς ὀφθαλμοὺς τὰς ἐφ’ ἑκάστῳ τῶν ὁρωμένων ἐπιθυμίας μονονουχὶ χανδὸν ἐκπίνοντας. ἠκόνησαν γὰρ καὶ γλῶτταν κατὰ Χριστοῦ, καὶ τῶν ἱερῶν τῆς Ἐκκλησίας [*](b) δογμάτων ἀνοσίαν πεποίηνται τὴν κατάρρησιν. εἰκότως δὴ οὖν εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας τὴν δίκην ἐσχήκασιν. ὥσπερ γὰρ ἡ τὸ ὕδωρ τοῦ ἐλεγμοῦ πίνουσα γυνὴ καὶ ψευσαμένη τὸν ὅρκον εἰς μηρὸν ἐκολάζετο, περὶ ὃν ἂν γένοιτο καὶ τὰ ἐκ τῆς πορνείας ἐγκλήματα· “ Πρισθή- [*](Num. v. 27.) “σεται γὰρ φησὶ καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς·” κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ τοῖς τὴν ἁγίαν διώκουσι πόλιν, εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας ἡ κόλασις· φιλοσαρκίαι γὰρ αὐτοῖς ἡδυπάθειαί τε καὶ πρὸς τούτοις αἱ δι’ ὀμμάτων τὰ ἐγκλήματα, καὶ ἀπαιδεύτου γλώττης [*](c) φωναί.

[*](2. τῶν pro τὸ C. ’ito D. τε assuraptum ex C.D. ἑστηκότων B.C. ἑσυστήτων Pont. ἑστώτων Aub. τὰς assumptum ex C. 3. γλῶτταν C. 4. θεομισεῖ C. 5. πραχθήσονται D. π ραχθήσονται C. quasi παραχθήσ. prius scriptum, εἰσ’ hodie suprascr. manu recenti. εἰσπραχθήσ. Edd. 6. μόνον C. Migne. μόνων iid. πεπλημμένων C. 7. γὰρ assumptum ex C, II. ἀσχέτως C. ἀτόπως iid. 12. Haec ἀκρατεῖς ὀφθαλμοὺς τὰς accesserunt ex C. 13. ἐπιθυμίαν iid. ἐκπίνοντας C. ἐκπίνοντες iid. 14. γὰρ C. δέ iid. γλῶσσαν C. sed bis habet γλῶττας paullo infra. 19. ἂν γένοιτο C. γίνονται iid. 22. γλώττας B.C. γλώσσας Edd. 23. φιλοσαρκίαι — ἡδυπάθειαί C. φιλοσαρκία — ἡδυπάθεια iid. καὶ πρὸς τούτοις hoc ordine C. πρὸς τούτοις καὶ iid. Statim αἱ assumptum ex C.)
532

Καὶ ἕσται ἐν τῇ ἡμέρᾳ εκείνῃ ἕκστασις Κυρίου ἐπ’ αὐτοὺς μεγάλη· κω ἐπιλήψεται ἕλαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καἰ συνάξει τὴν ἰσχύν πάντων τῶ λαῶι κυκλόθεν, χρυσἰον κοὶ ἀργύρωι καὶ ἰματισμὸν εἰς πλῆθος σφόδρα. [*](d) Ἕκστασιν ἐν τούτοις τὸν φόβον, ἤγουν τὴν κατάπληξιν, ὀνομάζει πάλιν. κατ’ ἐκεῖνο δὴ οὖν φησι τοῦ καιροῦ, καθ’ ὃν ἃν ἀλλήλους ἀθρήσειαν οἱ τῆς Ἐκκλησίας ἐχθροὶ, ταῖς οὕτω δειναῖς ὑποπίπτοντας δίκαις, καταπλαγήσονται μὲν τοῖς δείμασιν, ἀφέντες δὲ οὕτω λοιπὸν τὸ διώκειν ἔτι τολμᾶν τὴν ἁγίαν πόλιν, οἰχήσονται μὲν φυγάδες, μόνον δὲ οὐχὶ καὶ χείρας ἁψάμενοι, καὶ τὰς παρ’ ἀλλήλων ἀνονήτως ζητοῦντες ἐπικουρίας, οἰκτροί τε ἔσονται καὶ κατερριμμένοι [*](e) καὶ ὑπὸ πόδας ἁγίων. ὁ ’δε γε Ἰούδας, φησὶ, τουτέστιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι καὶ τὸν νοητὸν [*](Cf. Rom. ii. 29.) περιφέροντες Ἰουδαῖον, καὶ τὴν ἐν Πνεύματι τῶ Ἁγίῳ περιτομην πλουτήσαντες, παραταξονται ἐν Ιερουσαλημ, τουτέστι καταστρατεύσονται τῶν ἐχθρῶν, κατανεανιεύσονται τῶν ἀνθεστηκότων, [*](Ps. xc. 13.) θεστηκότων, συμπατοῦντες ὡς σκορπίους, ἐπ’ ἀσπίδα δὲ καὶ βασιλίσκον ἐπιβαίνοντες, λέοντός τε καὶ δράκοντος εἰς ἅπαν ἠφειδηκότες ἔσονται· λαμπροὶ δὲ καὶ ἀξιοθαύμαστοι, τὸν [*](808 Α. a) ἐκ τῶν τοιούτων κατορθωμάτων συλλέγοντες πλοῦτον ὡς χρυσίον καὶ ἀργύριον καὶ ἱματισμόν. ὅτι γὰρ οὐκ ἔν γε τοῖς αἰσθητοῖς τῆς προφητείας ὁ νοῦς, πῶς ἃν ἐνδοιάσειέ τις ; πλοῦτος γὰρ ἁγίων, οὐχ ὁ φθαρτὸς καὶ ἐπίγειος, ἀλλ’ ὁ νοητὸς καὶ ἐπουράνιος καὶ διηνεκὴς, ὃν συναγείρουσι ταῖς [*](1. ἕνστασις F. ἐπ’ αὐτοὺς μεγάλη hoc ordine C. (Alex. XII.) 3. συμπλεκήσεται C. χεῖραν C. 5. κύκλωθεν C. 8. κατ’ ἐκεῖνο — καιροῦ D. Edd. κατεκείνου δὴ οὖν τοῦ καιροῦ φησιν C manu prinia. κατεκεῖνον δὴ οὖν τὸν καιρὸν φησὶν C manu recentiori. 9. ἀθρήσειαν B.C. ἀθροίσειαν Edd. II. ἔτι τολμᾶν C. ἀποτολμᾶν iid. 12. μόνον — ἁψάμενοι accesserunt ex C. 13. ἀνονήτως ζητοῦντες edidi. ἀνονήτους ζητοῦντες C. ἐπιζητοῦντες ἀνονήτως Edd. 20. δὲ assumptum ex C. 22. ἠφειδηκότες ἕσονται· λαμπροὶ δὲ C. ἠφειδηκότες. ἕσονται δὲ λαμπροὶ Edd.)

533
ἑαυτῶν ψυχαῖς οἱ διδάσκοντες τε καὶ καθ’ ἑτέρους τρόπους εὐδοκιμοῦντες ἐν ἐκκλησίαις. διαρπάζουσι γὰρ ὥσπερ τὴν ἰσχὺν πάντων τῶν λαῶν, προσάγοντες διὰ πίστεως τῷ Χριστῷ τὰ ἐξαίρετα τῶν ἐθνῶν. οὕτω γὰρ ἔφη καὶ αὐτὸς διηρπακέναι τὰ σκεύη τοῦ ἰσχυροῦ.

[*](b S.Matth. xii. 29.)

Εἰ δὲ δή τις λέγοι τὸν Ἰούδαν συναγαγεῖν τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν, ἵνα νοῶμεν ὅτι καὶ τὴν ἐν κόσμῳ σοφίαν συλλέγοντες καταλαμπρύνονται δι’ αὐτῆς, τοῖς τῆς εὐσεβείας ἐπ’ ἀγωνιζόμενοι δόγμασιν, ἕχοι ἂν ὁ νοῦς τὸν εἰκότα λόγον. ἐσκύλευσαν γάρ ποτε τοὺς Αἰγυπτίους αἱ σοφαὶ γυναῖκες τῶν ἐξ Ἰσραὴλ, χρησάμεναι “ παρὰ γείτονος καὶ συσκήνου αὐτῶν [*](Exod. iii. 22.) σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἱματισμὸν. οὔκουν ὡς ἐν γε τοῖς αἰσθητοῖς καὶ ὡς ἐν ὕλαις ταῖς ὁρωμέναις, ἡ τῶν εἰς [*](c) νοῦν ἀγαθῶν λαμπρότης σημαίνεται. διδασκάλων δὲ μά· λιστα πλοῦτος οἱ μαθηταί. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ σεσωσμένοις καὶ πεπιστευκόσι προσεφώνει λέγων “ Νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν [*](1 Cor. xv. 31. Phil. iv. 1.) “ Χριστῷ Ἰησοῦ·” “ στέφανον δὲ καὶ χαρὰν” αὐτοῦ ἰδίαν ὠνόμαζε πάλιν.

Καὶ αὔτη ἕσται ἡ πρῶσις τῶι ἵππων καὶ τῶ ἡμιόνων καὶ τῶ καμήλων κω τῶι ὅνων καὶ πάντων τῶι κτηνῶν τῶι ὅντων ἑ ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην.

Ὁρισάμενος ἤδη τῆς τιμωρίας τοὺς τρόπους, οὓς πάντη τε καὶ πάντως ὑπομενοῦσι κατὰ καιροὺς οἱ τῆς ἁγίας πόλεως κατεστρατευκότες γεγονότες τε διωκταὶ καὶ ὑβρισταὶ, βδεκαὶ [*](1. prius omissum, manu recentiori aliquantum suprascriptum C. 2. ἐκκλησίαις C. ἐκκλησίᾳ Edd. 6. συναγαγεῖν C. συνάγειν iid. 7. κυκλῶ· θὲν C. Statim ὡς suprascriptum C manu recentiori. lo. ἐοικότα C. II. ποτε post σοφαὶ tr. C. 13. τε assumptum ex C. 18. ὑμετέ- ραν C. Aub. ἡμετ. Pont. 19. δὲ C. τε Edd. αὐτοῦ B.C. αὐτοὺς Edd. 20. ὠνόμαζε C. ὀνομάζει iid. 23. ταύτην] αὐτῆς C.)

534
[*](Ps.lxxiv. 6) λυροὶ καὶ φιλεγκλήμονες, καὶ λαλοῦντες ἀδικίαν κατὰ Θεοῦ, ἐπαίροντές τε καὶ εἰς ὕψος τὸ κέρας, κατὰ τὴν τοῦ ψάλλοντος [*](e) φωνὴν, ἐπάγει χρησίμως ὅτι Αὕτη ἕσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν. ἀπὸ δέ γε τῶν ὑποζυγίων τοὺς αὐτοῖς ἐποχουμένους ὑποδηλοῖ. ἐπεφύοντο γὰρ τοῖς Ἰουδαίοις καὶ αὐτοῖς δὲ τοῖς Ιεροσολύμοις οἱ ἀπωτάτω τε καὶ τὰ περίοικα τῶν ἐθνῶν· οἱ μὲν ἵπποις ἔποχοι, Βαβυλώνιοί τε καὶ Σύροι καὶ μὴν καὶ τὰ Αἰγυπτίων ἕθνη· οἱ δὲ καμήλους τε καὶ ὄνους καὶ ὀρεῖς ὑπο- ζεύξαντες, οἷον Μωαβῖται, καὶ οἱ τῆς ἐρήμου νομάδες, ὧν καὶ [*](809 Α. a) ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων “Ἐν θλίψει καὶ [*](Es. xxx. 6.) “τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ “ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων “ καὶ καμήλων τὸν πλοῦτον αὐτῶν. τεθεᾶσθαι δὲ καὶ ἑτέρωθί φησιν “ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου.” γράφει δὴ οὖν τοὺς τῆς ἀληθείας ἐχθροὺς ὡς ἐν τύπῳ τοῖς ἔθνεσι, τοῖς ἀεὶ πεπολεμηκόσι τὴν ἐπίγειον Ἱερουσαλὴμ, ἵν’ ἐξ αὐτῶν νοῶμεν τοὺς καθ’ ἡμῶν ὁρατούς τε καὶ ἀοράτους [*](b) ἐχθροὺς, πρὸς οὓς ἡμῖν ἡ μάχη. εἰ δὲ δὴ βούλοιτό τις καὶ εἰς τρόπους ἀναφέρειν τῶν τῆς Ἐκκλησίας ἐχθρῶν τὰ τῶν κτηνῶν ἰδιώματα, τὸ ἀδικοῦν οὐδὲν ἐκεῖνο φάναι τε καὶ νοεῖν· ὡς οἱ μὲν γεγόνασιν ὁρμητίαι καὶ θρασεῖς, ὡς ἵπποι τυχόν· περιθείη δ’ ἄν τις αὐτοῖς καὶ μάλα εἰκότως τὸ φιλήδονόν τε καὶ θῆλυ θηλυμανές· οἱ δὲ ἡμιόνων δίκην ἄγριοί τε καὶ ἀπηνεῖς, ἀγριωτέρας δὲ αὐτὰς καὶ τοῖς Ἑλλήνων ποιηταῖς ὀνομάζειν ἔθος· οἱ δὲ καμὴλοις κατά γε τὴν ἕξιν προσεοικότες, τουτέστιν ἄνισοί τε καὶ ἀλαζόνες, ὑψοῦ τε ἠρμένην ἐξ ἀποπληξίας [*](c) τὴν διάνοιαν ἔχοντες· οἱ δὲ καὶ ὄνων διενεγκόντες [*](2. καὶ assumptum ex B.C. 3. ἐπάγοι C. 4. καὶ πάντων τῶν κτηνῶν om. C. 6. τοῖς prius om. C. 7. τε om. C. 8. ἐποχούμενοι C. 9. opus] ἡμιόνους C. 10. νομάδες B.C. μονάδες Edd. 16. ἀληθείας D. Edd. ἐκκλησίας C. 17. ἵν’ C. ἵνα Edd. 19. ἐχθροὺς om. C. habet D. 20. τρόπους C. τρόπον D. τύπον Edd. τῆς om. C. habet D. 21. καὶ assumptum ex B.C. 22. γεγόνασιν C. ἐφάνησαν Edd. θαρσεῖς C. 25. ἀγρειοτέρας C. 27. ἠρμένην] Post hoc verbum folium amisBum in D. pergit μηδὲ ἔλθῃ. (811 b.) 28. καὶ assuinptuin ex B.C.)
535
οὐδὲν, τὴν ἁπασῶν ἐσχάτην νενοσήκασιν ἀλογίαν· νωθὴς γὰρ ἡ ὄνος καὶ βραδεῖα πρὸς αἴσθησιν, καὶ τῆς ἐσχάτης ἀλογίας εἰκών. σημειωτέον δὲ, ὅτι τοὺς τῇ Ἐκκλησίᾳ πεπολεμηκότας οὐδενὶ μὲν ἐξομοιοῖ τῶν ἡμέρων τε καὶ καθαρῶν ζῴων, οἷον προβάτῳ φημὶ καὶ βοὶ, παρεικάζει δὲ μᾶλλον τοῖς βδελυροῖς τε καὶ ἀνημέροις, ἃ καὶ ταῖς τοῦ νόμου φωναῖς, ὡς βέβηλά τε καὶ ἀκάθαρτα κατεδικάζοντο.

Καὶ ἕσται ὅσοι ἅν καταλειφθῶσιν ἐκ πάντων τῶ ἐθνῶν τῶ ἐλθόντων πρὸς Ἱερουσαλὴμ, κω άναβήσονται κατ’ ἐναυτὸν [*](d) τοῦ προσκυνἦσαι τῶ̣ βασιλεῖ κυρίῳ παντοκράτορι Θεώ κὼ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆν σκηνοπηφίας. καὶ ἕσται ὅσοι ἅν μἠ ἀναβῶσιν ἐκ πασῶν τῶι φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῶ̣ βασιλεῖ κυρίῳ παντοκράτορι Θεῷ, κω οἶτοι ἐκείνοις προστεθήσονται.