In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμεριοῦνται τὰ σκῦλά [*](Κεφ. ιδ΄.) σου ἐν σοι, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμοι ἐμὶ Ἱερουσαλὴμ, καὶ ἀλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ [*](e) οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμιση τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.

Τὸ ἐπὶ τῷ σταυρῷ σεπτὸν καὶ σωτήριον πάθος καταμηνύων, ἔφασκεν ἐν τοῖς ὀπίσω βραχύ “Ῥομφαία ἐξεγέρθητι [*](Supra xiii. 7.) “ ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ, λέγει [*](a 795 Α.) “Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- “ σκορπισθήτωσαν τὰ πρόβατα.’’ ὅτι δὲ ποιναῖς ταῖς ἐσχάταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προστιθείς “Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ [*](Ib. 7,8,9.) “ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη, λέγει Κύριος, τὰ δύο μέρη “ ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ [*](1. Sic Β. ΤΟΜΟΣ ς΄ C. 2. διαμεριοῦνται F. Edd. cf. infra. διασκορπισθήσονται Β. (87, 91). διαμερισθήσονται C. (A.V. ℵ). 3. συνάξω F. εἰς π. ἐπὶ Ἱ. hoc ordine F. Edd. ἐπὶ Ἱ. εἰς π. C. (A.V. c.). 7. τῷ om. C. Haec σεπτὸν καὶ assumpta ex C.D. 10. πάταξον] Accentus et lit. ν erasa sunt in C. cf. πατάξω ’a 791 a. διασκορπισθήτωσαν C. (XII suprascr. 36. al.) διασκορπισθήσονται Edd. (Alex. XII.) cf. supra. 13. προτιθείς (sic) C. 16. ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω] ἐξολοθρευθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον C., quasi voluisset ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον, sed a θήσεται ad θήσεται transiluisset.)

512
[*](b) “ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, “ καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον.’’ τίνα δ’ ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἰερουσαλὴμ ἀνοσιουργήσασαν ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν κατασημαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι’ ἑτέρου προφήτου φησίν [*](Amus iii. c 6) “Mὴ ἔσται κακία ἐν πόλει ἢν κύριος οὐκ ἐποίησεν.” οὐ γὰρ ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράττεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάττοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγεσθαι κατ’ ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι, ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν.

Τί δὲ τὸ ἐσόμενον ἐν ταῖς ἡμέραις ἐκείναις, σαφηνίζει λέγων Καὶ διαμεριοῦνται τὰ σκῦλα σου ἐν σοὶ, συναγηγερμένα [*](d) δηλονότι πάντα τὰ ἔθνη καὶ διαρπάζοντα μὲν τὰς οἰκιας, γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέπρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θεά δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί [*](e) φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ [*](2. δοκιμῶ C. Pont. Migne. δοκιμιῶ Aub. 3. δ᾿ ὂν C. δὲ Edd. 4. ἐφικτὸν] + ἡμῖν iid. invito C. τέτραπται C. γέγραπται Β. Edd. assumptum ex C. 8. ἐπάγη C. 10. Μὴ ὦσται C. cf. supra 118 fin. οὐκ ἔστι Εdd. ἐν] + τῇ C. 14. ἐπάγεσθαι B.C. ἐπαγγέλλεσθαι Edd. 15. ἀφορήτως C. 19. διαμεριοῦνται habet C. 20. διαρπάζοντα B.C. διαρπάξονται Edd. τὰς assumptum ex C. 21. περιέλ- κοντες iid. δὴ et καὶ assumpta ex C. 24. κατέπρησαν C. ἐνέπρησαν iid. 27. τὸ] + ἄνω C. θράσους C. θάρσους iid.)

513
εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ’ ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἃν γέγονεν, εἴπερ τις ἢν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἔπι. κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα [*](a 796 Α.) πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς πρέπουσαι συμφοραί.

Οἱ δὲ κατάσλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.

Τοῦτο οἶμαί ἐστιν ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, ὡς γέγονέ τις φειδὼ τῶν κατῳκηκότων τὴν ἄνω πόλιν, καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ b προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἃν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως. ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ’ οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Παῦλος “Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ Gal. iv [*](1. εὐθὺς C. εὐθέως Edd. 2. εἰς τὰς ἑαυτῶν σκηνὰς C. ἐν ταῖς ἑαυτ. σκηναῖς iid. 3. οὐκ ἂν γέγονεν C. οὐ γέγονεν ἂν iid. 4. ὁ assumptum ex C. 6. τὸν τῆς σ. ἑ. ἠθῶν (sic) C. 8. κατανόμου C. κατῳκηκότων C. invito D. 11. μου om. F. Edd. ἐκ] ἀπὸ F. (42. Co.). 14. φειδῶ b. φειδὼ ( ς ut vid. eraso) C. φειδὼς Β. κατῳκηκότων C.b. κατοικούντων Edd. 18. προσθέοντος C.b. προσπίπτοντας Edd, 23. ὀλοθρευμένης C. 24. πόλιν assumptum ex C.)

514
[*](c) “ἡμῶν.’’ ἔοικε δέ τι καὶ ὁ μακάριος Δαυλὶς ὑπαινίττεσθαι [*](Ps. cxxiv. 1.) τοιοῦτον, ὧδέ πη λέγων “ Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα “ ὁ κατοικῶν Ἱερουσαλήμ.” εἰ γάρ ἐστιν ἀκράδαντος ἡ [*](S.Matth. xvi. 18.) Ἐκκλησία, ” καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,’’ κατὰ τὴν του Σωτῆρος φωνὴν αὐτὸν γὰρ ἔχει θεμέλιον πάσα πὼς ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους.

Καὶ ἐξελεύσεταιδ Κύριος καὶ παρατάεξται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, [*](d) καθὼς ημερα παρατάξεως αὐτοῦ ἑ ὴμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες οὐτοῦ ἐν τῇ ἡμέρᾶ ἐκείνῃ ἐμ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς, κὼ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλίνει τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέω μου, καὶ ἐγ- [*](e) κολληθήσεται φάραγξ ὀρέω ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.