In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πεποίηται μέν ὁ λόγος ὡς ἐπί τινος τῶν γενναιοτάτων στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχιμον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν [*](797 Α. a) Ἱουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα.

[*](3. εἰ B.C. καὶ Edd. 5. αὐτὸν C. τὸν αὐτὸν iid. ἔχειν Aub. 6. Haec ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν accesserunt ex C. 7. Θεοῦ] + καὶ Edd. invito C. 14. χάος] χάσμα F. 15. κλίνη C. αὐτοῦ τοῦ ὄρους C. βορρᾶ C. manu ut vid. prima. 16. μου om. B.D. (62, 86, 231, 240). ἐκκολληθήσεται C. 17. ὀρέων] + μου C sed φάραγξ ὁ. μου hodie erasa sunt in C. Ἀσαὴλ] + καὶ ἐμφραχθήσεται Edd. (Vat. ℵ) invitis B.C. (Alex.) 18. σεισμοῦ B.C.F. (Alex. ℵ) σεισεισμοῦ (sic) Pont. quod ad συσσεισμοῦ (Vat.) correxit Aub. 22. κατεξανιστάντος C. κατεξανιστῶντος Edd.)
515

Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπιτελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ’ αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; “Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα [*](S.Matth. xxii. 7.) “ αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν [*](b) “ ἐνέπρησεν.” ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ήμέρᾳ παρατάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔην, τὸν ἀρχηγὸν [*](Acta SS. App. iii. 15.) τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ [*](c) δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἐσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῆ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πὼς, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταρραγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη.

Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενημένω [*](d) κατὰ καιροὺς ἐπὶ ’Oζίου, τοῦ καὶ Ἀζαρίου. ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως [*](2. ὁ alt. assumptum ex C. 4. Haec ἐπὶ πανήγυριν accesserunt ex C. 5. διεχειρίσαντο C. διεχρήσαντο Edd. 6, τις (sic) C. 10. ἐχθρούς C. ἐχθροῖς iid. 11. κινημάτων B.C. νικημ. Edd. 12. δίκην B.C. νίκην iid. 16. φύσει C. φύσιν iid. 18. ὑπομενεῖ D. iid. ὑπομένει b. ὑπομένειν C. εἰς prius] + τὴν b. ἕω C.b. ἠῶ Edd. 24. ἕως B.C.b. ἐς Edd. 28. θώκους] θρόνους C. )

516
[*](2 Par. xxvi. 19.) τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιῶν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκαθεῖναι [*](e) δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς.

Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑποδηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν [*](S.Mattb. xxvii. 50-52) οὕτω φησίν “Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ “ἀφῆκε τὸ πνεῦμα. καὶ ἴδου τὸ καταπέτασμα του [*](793 Α. a )“ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, “ καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, “ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν.” ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταρρήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττεσθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μεταδρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν [*](b) τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; [*](Ezck. xi. 19.) “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς “ σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ “ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος.” οὐκοῦν ἐσχίσθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί [*](5. ἐγκαθεῖναι C.b. ἐμφραγῆναι Edd. 6. τὰς om. C.b. 8. ἐπὶ C.b. ἐν Edd. 9. γὰρ C. οὖν iid. ὁ Προφήτης ἐν τούτοις hoc ordine C. 15. ἠνεῴχθησαν C. ἀνεῴχθ. Edd. 16. ἠγέρθησαν C. ἠγέρθη iid. 18. καταρηγνυσθαι C. 19. τε om. C. πόρρωσιν (sic) C. 20. τοῖς om. C. 27. Haec ὅτι ἐγώ εἰμι Κύριος assumpta ex B.C. cf. in Es. 545 d.)

517
τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς θερμίου λέγων “Οὐχ οἱ [*](Hier. xxiii. 29.) “ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος καὶ ὡς πέλυξ “ κόπτων πέτραν ” Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ [*](Heb. iv. 12.) “ ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ [*](c) “ ψυχῆς καὶ πνεύματος.’’ οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διερρῆχθαι τὰς πέτρας. τὸ γεμὴν έμπεφράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἠσαίας “ Καὶ ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη συμφράξει κύριος [*](Es.xxvii. 12.) “ ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων,” τουτέστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, “ ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, [*](d S. Luc. viii. 10. 2 Cor. iii. 15, 14.) “ μηδὲ συνιῶσι.’’ “κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται, καθὰ γέγραπται, ἐπὶ τῆ ἀναγνώσει τῆς παλαιᾶς “ διαθήκης.’’ τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἀνακεκράγει λέγων “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” [*](Ps. xcviii. 1.) καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰσθητῶς παρακαλεῖ τὴν ὑπ’ οὐρανόν· εὔηθές γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον [*](c) ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι [*](2. ὡσπερ C. ὡς Edd. 4. Haec καὶ διικν. —πνεύματος assumpta ex B.C. σώματος pro πνεύματος Β. ut supra 678 d. 778 d. 8. πόρρωσιν C. (ut supra.) 11. τῆς C. τοῦ Edd. διόρυχος C. ῥινοκούρων iid. correxi ex C. 12. τὴν Ἰουδαίαν D. Edd. ἡ et α alt. sunt raanu recentiori in rasuram in C., quasi τῶν Ἰουδαίων prius scriptum fuisset. 13. βλέπωσι B.C. βλέψωσι Edd. ἀκούσωσι C. Edd. ἀκούωσι Β. 17. τινὸς assumptum ex C. 18. ἀνα- κεκράγει C. ἀνακέκραγε Edd. 20. οὔτι C. οὐκέτι iid. 21. εὔηθές C. σύνηθες iid. 22. ἐμποιοῦν C. ποιοῦν iid. μᾶλλον ἠξίου ὁ πνευματοφόρος C. υᾶλλον. ἠξίουν γὰρ ὡς πνευματοφόροι iid. 26. ἐκ C. ἀπὸ iid. 27. τὰ τῶν κεκ. ἀν’. C. τῶν κεκ. ἀν’. τὰ iid. )
518
μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶσθαι [*](799 Α. a) νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι’ ἡμᾶς οἰκο- [*](Rom. xiv. 9.) νομικῶς, “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”

Καὶ ἥξει Κύριος ὁ Θεός μου, κὼ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ.

[*](6 7)

ἑ ἐκείνῃ τῇ ἡμέρᾶ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῶ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.