In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ᾿ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα, καὶ ἐπάξωὦι τὴν χεῖρά μου ἐμ τοὺς ποιμένας.

Δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υιὸν ὁ Θεὸς καὶ Πατὴρ, ἐφεὶς οἰκονομικῶς καίτοι Θεὸν ὄντα καὶ ἐξ αὐτοῦ κατὰ [*](b) φύσιν ἀπορρήτως γεγεννημένον, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι, καὶ ἄνθρωπον γενέσθαι καθ’ ἡμᾶς, καὶ ἀνατλῆναι σταυρὸν, ἵνα σώσῃ τὸν κόσμον καὶ ἀποστήσῃ τῆς κατὰ πάντων πλεονεξίας τὸν σατανᾶν, καθελῇ δὲ καὶ τὴν βέβηλον εἰδωλολατρείαν, καὶ καταργήσῃ μαντείας, ψευδοπροφητίας τε καὶ τοὺς ἐκ καρδίας φενακισμοὺς, ἐξάρῃ δὲ καὶ “τὸ πνεῦμα [*](Supra ver. 2.) “τὸ ἀκάθαρτον ἄπο τῆς γῆς, καὶ πρὸς γε δὴ τούτοις, ἵνα κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, μετατιθεὶς εἰς θεογνωσίαν [*](c) τοὺς πεπλανημένους, ἀναπείθων ἑλέσθαι τὴν εὐσεβῆ καὶ εὐσχήμονα πολιτείαν, καὶ πᾶν εἶδος ἀρετῆς ὁρᾶσθαι τετιμηκότας. ταύτης οὖν ἕνεκα τῆς αἰτίας τὸν ἐπὶ ξύλου θάνατον, καίτοι πολὺ λίαν ἔχοντα τὸ δυσκλεὲς, ὑπέμεινεν ἑκὼν, “αἰσχύνης καταφρονήσας, οὕτω καὶ αὐτῷ δοκοῦν τῷ Θεῷ [*](Heb. xii. 2.) καὶ Πατρί. καί τι τοιοῦτον ἡμῖν ὑποφαίνει λέγων αὐτὸς ὁ Υἱός “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ [*](S. Joan. vi. 38, 9.) “θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. “τοῦτο ’δε ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν [*](d) “ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω “αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.’’ ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ [*](Rom. xiv. 9.) νεκρῶν καὶ ζώντων κυριεύσῃ. τέθεικε τοίνυν ἑκὼν ὑπὲρ [*](2. πατάξω C. (23, 42, 106) πάταξον F. Edd. (Alex. XII.) 3. διασκορπισθήσονται C. (Alex. XII.) διασκορπισθήσεται V, Edd. (42, 240). διασκορπισθήτωσαν XII suprascr. cf. infra 795 init.] 9. ἀποστήσει C. 10. καθελεῖ B.C. 11. καταργήσει C. μαντείας C. μαντείαν Edd. ψευδοπροφητείας C. ψευδοπροφήτας iid. 12. ἐξαρεῖ C. 14. κατακτήσηται C. καταστήσηται iid. 18. ἑκὼν accessit ex C. 20. καί τι] καίτοι iid. 25. αὐτὸ] + ἐν iid. invito C. ὡς γὰρ C. καὶ ὥσπερ iid. 26. ἔζησεν C. ἀνέζησεν iid. )

506
ἡμῶν τὴν ψυχὴν, μόνον δὲ οὐχὶ καὶ παραδόντος αὐτὸν ὡς ἄνθρωπον ἰδίῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἐφιέντος, ὡς ἔφην, αἵματι τιμίῳ τὴν ἁπάντων πρίασθαι ζωήν. καὶ γοῦν ὁ Σωτῆρ’ οἰηθέντι Πιλάτῳ κατεξουσιάζειν αὐτοῦ [*](S. Joan. xix. 11. e) προσυπήντα λέγων “Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, “εἰ μὴ ἢν δεδομένον σοι ἄνωθεν.

Προαφηγησάμενος τοίνυν διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς πλείστη τις ἔσται τῶν ἀνθρωπίνων πραγμάτων ἐπὶ τὸ ἄμεινον ἢ μεταδρομὴ, παθόντος αὐτοῦ τὸν ἐν σαρκὶ θάνατον, μονονουχὶ καὶ ἐπισπεύδει τοῦ καιροῦ τὴν ἀνάδειξιν, καθ’ ὃν ἔσται ταῦτα, καὶ ἐνεργεῖσθαι προστέταχε τὸ ἐπὶ τῷ πάθει μυστήριον, αὐτῇ τῇ ῥομφαίᾳ παρεγγυῶν τε καὶ λέγων Ἐξεγέρθητι [*](792 Α. a) ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ λέγει Κύριος παντοκράτωρ. καὶ ῥομφαίαν μὲν ἐν τούτοις καταδηλοῦσθαί φαμεν ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Εμμανουήλ. ἔοικε γὰρ συνιέναι τε οὕτω καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεὼν, ὅτε προσεκόμιζεν ὀκταήμερον τὸν [*](S. Luc. ii. 35.) Ἰησοῦν ἡ ἁγία παρθένος “Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διε- “λεύσεται ῥομφαία.’’ μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν [*](b) σάρκα φημί. ὦ τοίνυν ῥομφαία, ἐξεγέρθητι φησὶν ἐπὶ τὸν ποιμένα μου, τουτέστιν, ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. τέθειται μὲν γὰρ ἐφ’ ἡμᾶς ἀρχιποίμην ὁ Χριστὸς, καὶ ὑπ’ αὐτῷ πάντες ἐσμὲν οἱ πεπιστευκότες, πλὴν οὐκ ἔξω χειρὸς τῆς τοῦ Θεοῦ καὶ Πατρός. κατάρχει γὰρ ἡμῶν ἐν Υἱῷ, δι’ αὐτοῦ [*](Eph. ii, 18.) τε καὶ ἐν αὐτῷ σεσώσμεθα καὶ αὐτὴν ἐσχήκαμεν τὴν προσ- [*](3. τιμίῳ C. τῷ ἰδίῳ Edd. 4. οἰηθέντι Πιλάτῳ C. οἰηθέντος Πιλάτου iid. 5. κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν C. ut supra 774 d. 6. δεδομένον σοι hoc ordine C. 9. ἡ assumptum ex C. καταδρομὴ iid. 14. ῥομφαίαν] + μὲν Edd. invito C. 17. ἔοικε γὰρ] καὶ ἔοικέ γε Nik. in S. Luc. 19. παρθένος C. favente Nik. θεοτόκος Edd, 23. ἐνεργείσθω C. Nik. ἐξηγείσθω Edd. 24. ἡκέτω Nik. Edd. ἴτω C. τέθειται C. ἔστι Edd. 26. πάντες ἐσμὲν hoc ordine C. 28. αὐτὴν C. δι’ αὐτοῦ iid.)

507
ἀγωγήν. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ “Τὰ πρόβατα τὰ ἐμὰ [*](S. Joan. x. 17-30.) “τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ άκο- “λουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ [*](c) “μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσῃ τις αὐτὰ ἐκ “ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκε μοι πάντων “ μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς “ τοῦ Πατρός· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἴδιος οὖν ἄρα τοῦ Θεοῦ καὶ Πατρὸς ποιμὴν ὁ Υἱὸς, οὐκ ἀλλότρια κατα- νέμων θρέμματα, τὰ ἑαυτοῦ δὲ μᾶλλον καὶ τὰ τοῦ Πατρὸς, οὐκ ἰδίων αὐτοῦ νοουμένων τῶν μισθωτῶν ποιμένων, οἳ κατέσφαζον μὲν τὰ πρόβατα, φειδοῦς ἁπάσης ἐξῃρημένης, [*](d) “ἔλεγον δὲ καὶ πωλοῦντες αὐτά Εὐλογητὸς Κύριος καὶ [*](Supra xi. 5.) “πεπλουτήκαμεν.’’ πολῖται γεμὴν, ἤγουν οἰκεῖοί τε καὶ γνώριμοι, τοῦ ἀγαθοῦ ποιμένος, οἱ ὑπ’ αὐτῷ τεταγμένοι, καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ παταχθέντος τοῦ ποιμένος κατεσκίδναντο καὶ πεφεύγασιν. ἐπειδὴ γὰρ ἧκον τῶν Ἰουδαίων οἱ ὑπηρέται, καὶ σὺν αὐτοῖς ὁ προδότης ὁμοῦ τῇ σπείρᾳ συλληψόμενοι τὸν Ἰησοῦν, “ πάντες ἀφέντες αὐτὸν [*](S.Matth. xxvi. 56.) “ἔφυγον.’’ ἔφη γὰρ οὕτω τὸ γράμμα τὸ εὐαγγελικόν. Ὅτι δὲ δοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν εἰς θάνατον [*](e) ὁ Θεὸς καὶ Πατὴρ πατάξαι πως αὐτὸν λέγεται, τῷ γε ὅλως ἐφεῖναι παθεῖν, πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περὶ τῶν εἰς αὐτὸν ἀνόσια πεπραχότων, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων “Ὅτι ὃν σὺ [*](Ps.lxviii. 27, 28.) “ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ- “ μάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν “αὐτῶν.’’ ἑκούσιον μὲν οὖν, ὡς ἔφην, ἐποιεῖτο τὸ πάθος, [*](2. ἀκούουσι C. ἀκούει Edd. cf. supra 26 e. 3. δίδωμι αὐτοῖς ζ. αἰώνιον C. ζ. αἰών. δίδ. αὐτοῖς iid. 4. ἁρπάση C. ἁρπάσει iid. 5. πάντων μείζων hoc ordine C. 7. Πατρός] + μου iid. invito C. Πατήρ] + μου iid. invitis B.C. 8. ποιμὴν ante τοῦ Θεοῦ transponit C. 9. τὰ alt. assumptum ex C. 13. γεμὴν C. δὲ Edd. τε assumptum ex C. 17. οἱ τῶν Ἰουδαίων inverso ordine C. 18. τῆς σπείρας C. 20. δὲ δοὺς] διδοὺς C. τὸν ἴδιον Υἱὸν εἰς θάνατον hoc ordine C. εἰς θ. ante τὸν tr. Edd. 22. ὅλω manu prima C. 24. πεπραχότων C. δεδρακότων Edd. 26. Haec πρόσθες—αὐτῶν assumpta ex C. )
508
ἵνα τὰ ἐκ τοῦ παθεῖν αὐτὸν διαφαίνηται κατορθώματα. ὅτι δὲ τοῖς ἐσταυρωκόσιν ὀλέθρου πρόξενον ἔσται τὸ χρῆμα, καὶ [*](793 Α. a) τοῖς ἐκ θείας ὀργῆς ὑποπεσοῦνται κακοῖς οἱ τῆς τοιᾶσδε βουλῆς καὶ τῶν ἐγχειρημάτων ἐξάρχοντες· οὗτοι δὲ ἦσαν οἱ λαῶν ἡγούμενοι· διατρανοῖ λέγων Καὶ ἐπάξω τὴν χεῖρά [*](Hier. xii. 10, 11.) μου ἐπὶ τοὺς ποιμένας. διεφθάρκασι γὰρ “τὸν ἀμπελῶνα “αὐτοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἔδωκαν μερίδα “αὐτοῦ ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφα- “νισμὸν ἀπωλείας.’’ ἐπάγει γεμὴν τὴν χεῖρα αὐτοῦ τοῖς ποιμέσι Θεὸς οἱονεὶ καταπαίουσαν τὴν ῥομφαίαν, καὶ τὰς [*](b) τῆς ἀνοσιότητος ἐξαιτοῦσαν δίκας, οὐχ ὅτι μόνον αὐτοὶ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἁλλ’ ὅτι πρὸς τούτῳ καὶ τοῖς ἄλλοις γεγόνασιν ἀρχὴ καὶ ὁδὸς τῆς ἀσχέτου μανίας. ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος, Πιλάτου τοῖς Ἰουδαίοις προτεθεικότος Χριστόν τε καὶ Βαραββᾶν, [*](S.Matth. xxvii. 21. Ib. 20.) καὶ τό “τίνα θέλετε ἐκ τῶν δύο ἀπολύσω ὑμῖν” προσπε- xxvii. φωνηκότος, “οἱ ἀρχιερεῖς καὶ οἱ προσβύτεροι ἔπεισαν τοὺς “ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἵνα [*](S. Joan. xix. 6.) “ἀπολέσωσιν·’’ ἀνέπειθον δὲ πρὸς τούτῳ βοᾶν “ Σταύρωσον, [*](c) “σταύρωσον.” οὐκοῦν ἀληθὲς τὸ διὰ τῆς τοῦ προφήτου [*](Hier. x. 21.) φωνῆς εἰρημένον “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν “Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ “νομὴ, καὶ διεσκορπίσθησαν.” ὥσπερ γὰρ ἡ νῆψις τῶν ἀγαθῶν ποιμένων ὀνίνησι τὴν ἀγέλην· οὕτω καταφθείρει τὸ ῥᾴθυμον, καὶ τοῖς τῶν ποιμένων ἴχνεσι τὸ ὑπὸ χεῖρα πάντως ἀκολουθεῖ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη [*](1. τὰ — διαφαίνηται κατορθώματα C. τὸ— διαφανεῖται Β. Pont. διαφανῆται Aub.] κατόρθωμα Edd. 4. τῶν om. C. 9. αὐτοῦ assumptum ex C. τοῖς ποιμέσι Θεὸς hoc ordine C. 10. καταπαίουσαν C.D. καταπαύουσαν Β. Edd. τὴν ῥομφαίαν per ras. manu forte prima ad τῇ ῥομφαίᾳ cast. C. τὴν ῥομφαίαν habet D. 12. τούτῳ C. τούτοις Edd. 13. τῆς] + εἰς χριστὸν iid. invito C. 14. εὐαγγελιστὴς Ματθαῖος C. Μ. ὁ εὐαγγ. iid. 16. ἐκ τῶν δύο om. C. 18. ἴνα assumptum ex C. 19. τούτῳ C. τούτοις Edd. 20. σταύρωσον] + αὐτόν iid. invito C. 27. ἐκείνη] + ἐν πόσῃ τῇ γῇ F. Edd. invito C. (Alex. XII.) cf. infra 795 a. μέρη] + αὐτῆς iid. invitis B.C. (XII.) cf. infra l. c.)

509
ἐξολοθρευθήσεται κὼ ἐκλείψει, τὸ δέ τρίτου ὑπολειφθήσεται [*](d) ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμιῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυοίον· αὐτὸς ἐπικαλέσεται τὸ ὀνομά μου, κὼ ἐγὼ ἐπακούσομαι αὐτοῦ, καὶ ἐρῶ Λαός μου οὐτός ἐστιν, κω αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου.

Ἐπενεχθείσης τῆς θείας χειρὸς τοῖς ἀνοσίοις ψευδοποιμέσιν, οἳ τὸν ἀμπελῶνα κατεφθάρκασι τὸν Δεσποτικὸν, οὐδὲ [*](e) αὐτοὺς ἔσεσθαι φησιν ἔξω ποινῆς καὶ δίκης τοὺς τοῖς ἀνοσίοις αὐτῶν σκέμμασιν ἀβουλότατα συνδεδραμηκότας, δῆλον δὲ ὅτι τοὺς τῶν Ἰουδαίων δήμους καὶ τῶν ἀγελαίων τὴν ὑπὸ χεῖρα πληθύν. δεδαπάνηνται γὰρ τῷ πολέμῳ, καὶ διολώλασιν ὁμοῦ τοῖς κατοίκοις αἱ πόλεις καὶ αὐτοῖς ἀνδράσιν αἱ κώμαι, πανωλεθρίᾳ καταπιμπράμεναι, μόλις δὲ σέσωσται τὸ κατάλειμμα, καὶ ὡς ἐν τρίτῃ μοίρᾳ τοῦ παντὸς νοούμενον πλήθους, ὠλόθρευται γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, [*](a 794 Α.) Θεοῦ κατοικτείροντος διὰ τοὺς πατέρας. τοῦτο καὶ αὐτὸς ὁ μακάριος Ἡσαΐας φησί “Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατ- [*](Es. i. 9.) “έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς “Γόμοῤῥα ἂν ὡμοιώθημεν. πλὴν τὸ τρ́τον, ἤγουν τὸ κατάλειμμα, τουτέστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, διάξειν φησὶ διὰ πυρὸς, καὶ πυροῦν αὐτοὺς ὡς ἀργύριον καὶ χρυσίον. οὐ γὰρ ἔξω πόνου τῶν ἁγίων ἡ ζωή· ἀληθὲς δὲ ὅτι “Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ [*](2 Τim. iii. 12.) “διωχθήσονται.’’ δοκιμώτατοι δὲ πεφήνασιν οἱ θεσπέσιοι[*]( b) μαθηταὶ, καὶ ὅσοι γεγόνασιν αὐτοῖς συνεργάται κατ’ ἐκεῖνο [*](3. δοκιμιῶ B.C. δοκιμάσω F. (26. al.) δοκιμῶ Edd. (A.V. ℵ) cf. infra 795 b. 4. καὶ ἐγὼ B.C. (Alex. XII.) κἀγὼ Edd. (Vat. ℵ). 5. αὐτοῦ B.C manu recentiori. F. (36. al.) cf. infra. αὐτῷ C manu prima. Edd. ἐστὶν οὗτος inv. ordine B. sed cf. infra. 8. Δεσποτικὸν C. βασιλικὸν Edd. 11. τῶν ἀγελαίων τὴν C. τὴν ἀγελαίαν τῶν iid. 13. τοῖς κατοίκοις αἱ] ταῖς κατοικοῦσιν C. Haec καὶ αὐτοῖς ἀνδράσιν οἱ κώμαι accesserunt ex C.D. πόλεις pro κώμαι D. 14. πανωλεθρίᾳ Β. πανολεθριᾳ C. Edd. καταπιμπράμεναι C. καταπολλύμεναι Edd. 1 5. καὶ assumptum ex C. 16. νοουμένου C. 23. πόνων b. 24. πάντες assumptum ex C. 25. πεφήνασιν C. γεγόνασιν Edd.)

510
[*](Rom.xv. 16.) καιροῦ, καὶ συμπεπονήκασιν ἱερουργοῦσιν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. κέκληνται γὰρ εἰς πεῖραν πολλῶν θλίψεων τε καὶ διωγμῶν, καὶ μονονουχὶ πεπύρωνται, δοκιμαζόμενοι διὰ πειρασμῶν, ὡς δύνασθαι λέγειν ἐκ παρρησίας [*](Ps. lxv. 10.) “Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται “ τὸ ἀργύριον.” τίς οὖν ἡ ἐντεῦθεν ὄνησις; ἢ ποῖος ἔσται μισθὸς τοῖς ὧδε πεπονηκόσι καὶ δεδοκιμασμένοις; οἰκεῖοι [*](c) γεγόνασι τοῦ Θεοῦ, γνώριμοί τε καὶ ἠγαπημένοι. κατελο- [*](1 S. Pet. ii. 9.) γίσθησαν γὰρ εἰς “ἔθνος ἅγιον, εἰς βασίλειον ἱεράτευμα, “ καὶ εἰς λαὸν τὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί- “λωσι τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν [*](Ib. 10.) “αὐτοῦ φῶς,” ποτὲ δὲ ὄντες οὐ λαὸς, γεγόνασι λαός. καὶ [*](Es. i. 15.). ποτὲ μὲν ἤκουον “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, “ ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πλη- “ θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν·” νυνὶ ’δε [*](d) φησιν, ὅτι αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου καὶ ἐγὼ έπακούσομαι αὐτοῦ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν. οὐκοῦν γεγόνασι κλῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, δέδονται δὲ τῷ Υἱῷ· συγκατάρχει γὰρ τῶν ὅλων ὁμοῦ τῷ γεγεννηκότι· εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἔχουσι Δημιουργὸν καὶ Δεσπότην.

ΤΟΜΟΣ Ε΄.

[*](2. πολλὴν C. 16. καὶ ἐγὼ ἐπακούσομαι εἰσακούσομαι C.] αὐτοῦ assumpta ex B.C. 20. εὐμενεῖ C. 22. Sic C.)