In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμεριοῦνται τὰ σκῦλά [*](Κεφ. ιδ΄.) σου ἐν σοι, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμοι ἐμὶ Ἱερουσαλὴμ, καὶ ἀλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ [*](e) οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμιση τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.

Τὸ ἐπὶ τῷ σταυρῷ σεπτὸν καὶ σωτήριον πάθος καταμηνύων, ἔφασκεν ἐν τοῖς ὀπίσω βραχύ “Ῥομφαία ἐξεγέρθητι [*](Supra xiii. 7.) “ ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ, λέγει [*](a 795 Α.) “Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- “ σκορπισθήτωσαν τὰ πρόβατα.’’ ὅτι δὲ ποιναῖς ταῖς ἐσχάταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προστιθείς “Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ [*](Ib. 7,8,9.) “ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη, λέγει Κύριος, τὰ δύο μέρη “ ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ [*](1. Sic Β. ΤΟΜΟΣ ς΄ C. 2. διαμεριοῦνται F. Edd. cf. infra. διασκορπισθήσονται Β. (87, 91). διαμερισθήσονται C. (A.V. ℵ). 3. συνάξω F. εἰς π. ἐπὶ Ἱ. hoc ordine F. Edd. ἐπὶ Ἱ. εἰς π. C. (A.V. c.). 7. τῷ om. C. Haec σεπτὸν καὶ assumpta ex C.D. 10. πάταξον] Accentus et lit. ν erasa sunt in C. cf. πατάξω ’a 791 a. διασκορπισθήτωσαν C. (XII suprascr. 36. al.) διασκορπισθήσονται Edd. (Alex. XII.) cf. supra. 13. προτιθείς (sic) C. 16. ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω] ἐξολοθρευθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον C., quasi voluisset ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον, sed a θήσεται ad θήσεται transiluisset.)

512
[*](b) “ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, “ καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον.’’ τίνα δ’ ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἰερουσαλὴμ ἀνοσιουργήσασαν ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν κατασημαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι’ ἑτέρου προφήτου φησίν [*](Amus iii. c 6) “Mὴ ἔσται κακία ἐν πόλει ἢν κύριος οὐκ ἐποίησεν.” οὐ γὰρ ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράττεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάττοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγεσθαι κατ’ ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι, ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν.

Τί δὲ τὸ ἐσόμενον ἐν ταῖς ἡμέραις ἐκείναις, σαφηνίζει λέγων Καὶ διαμεριοῦνται τὰ σκῦλα σου ἐν σοὶ, συναγηγερμένα [*](d) δηλονότι πάντα τὰ ἔθνη καὶ διαρπάζοντα μὲν τὰς οἰκιας, γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέπρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θεά δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί [*](e) φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ [*](2. δοκιμῶ C. Pont. Migne. δοκιμιῶ Aub. 3. δ᾿ ὂν C. δὲ Edd. 4. ἐφικτὸν] + ἡμῖν iid. invito C. τέτραπται C. γέγραπται Β. Edd. assumptum ex C. 8. ἐπάγη C. 10. Μὴ ὦσται C. cf. supra 118 fin. οὐκ ἔστι Εdd. ἐν] + τῇ C. 14. ἐπάγεσθαι B.C. ἐπαγγέλλεσθαι Edd. 15. ἀφορήτως C. 19. διαμεριοῦνται habet C. 20. διαρπάζοντα B.C. διαρπάξονται Edd. τὰς assumptum ex C. 21. περιέλ- κοντες iid. δὴ et καὶ assumpta ex C. 24. κατέπρησαν C. ἐνέπρησαν iid. 27. τὸ] + ἄνω C. θράσους C. θάρσους iid.)

513
εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ’ ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἃν γέγονεν, εἴπερ τις ἢν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἔπι. κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα [*](a 796 Α.) πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς πρέπουσαι συμφοραί.

Οἱ δὲ κατάσλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.

Τοῦτο οἶμαί ἐστιν ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, ὡς γέγονέ τις φειδὼ τῶν κατῳκηκότων τὴν ἄνω πόλιν, καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ b προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἃν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως. ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ’ οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Παῦλος “Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ Gal. iv [*](1. εὐθὺς C. εὐθέως Edd. 2. εἰς τὰς ἑαυτῶν σκηνὰς C. ἐν ταῖς ἑαυτ. σκηναῖς iid. 3. οὐκ ἂν γέγονεν C. οὐ γέγονεν ἂν iid. 4. ὁ assumptum ex C. 6. τὸν τῆς σ. ἑ. ἠθῶν (sic) C. 8. κατανόμου C. κατῳκηκότων C. invito D. 11. μου om. F. Edd. ἐκ] ἀπὸ F. (42. Co.). 14. φειδῶ b. φειδὼ ( ς ut vid. eraso) C. φειδὼς Β. κατῳκηκότων C.b. κατοικούντων Edd. 18. προσθέοντος C.b. προσπίπτοντας Edd, 23. ὀλοθρευμένης C. 24. πόλιν assumptum ex C.)

514
[*](c) “ἡμῶν.’’ ἔοικε δέ τι καὶ ὁ μακάριος Δαυλὶς ὑπαινίττεσθαι [*](Ps. cxxiv. 1.) τοιοῦτον, ὧδέ πη λέγων “ Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα “ ὁ κατοικῶν Ἱερουσαλήμ.” εἰ γάρ ἐστιν ἀκράδαντος ἡ [*](S.Matth. xvi. 18.) Ἐκκλησία, ” καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,’’ κατὰ τὴν του Σωτῆρος φωνὴν αὐτὸν γὰρ ἔχει θεμέλιον πάσα πὼς ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους.

Καὶ ἐξελεύσεταιδ Κύριος καὶ παρατάεξται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, [*](d) καθὼς ημερα παρατάξεως αὐτοῦ ἑ ὴμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες οὐτοῦ ἐν τῇ ἡμέρᾶ ἐκείνῃ ἐμ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς, κὼ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλίνει τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέω μου, καὶ ἐγ- [*](e) κολληθήσεται φάραγξ ὀρέω ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.

Πεποίηται μέν ὁ λόγος ὡς ἐπί τινος τῶν γενναιοτάτων στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχιμον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν [*](797 Α. a) Ἱουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα.

[*](3. εἰ B.C. καὶ Edd. 5. αὐτὸν C. τὸν αὐτὸν iid. ἔχειν Aub. 6. Haec ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν accesserunt ex C. 7. Θεοῦ] + καὶ Edd. invito C. 14. χάος] χάσμα F. 15. κλίνη C. αὐτοῦ τοῦ ὄρους C. βορρᾶ C. manu ut vid. prima. 16. μου om. B.D. (62, 86, 231, 240). ἐκκολληθήσεται C. 17. ὀρέων] + μου C sed φάραγξ ὁ. μου hodie erasa sunt in C. Ἀσαὴλ] + καὶ ἐμφραχθήσεται Edd. (Vat. ℵ) invitis B.C. (Alex.) 18. σεισμοῦ B.C.F. (Alex. ℵ) σεισεισμοῦ (sic) Pont. quod ad συσσεισμοῦ (Vat.) correxit Aub. 22. κατεξανιστάντος C. κατεξανιστῶντος Edd.)
515

Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπιτελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ’ αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; “Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα [*](S.Matth. xxii. 7.) “ αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν [*](b) “ ἐνέπρησεν.” ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ήμέρᾳ παρατάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔην, τὸν ἀρχηγὸν [*](Acta SS. App. iii. 15.) τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ [*](c) δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἐσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῆ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πὼς, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταρραγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη.

Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενημένω [*](d) κατὰ καιροὺς ἐπὶ ’Oζίου, τοῦ καὶ Ἀζαρίου. ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως [*](2. ὁ alt. assumptum ex C. 4. Haec ἐπὶ πανήγυριν accesserunt ex C. 5. διεχειρίσαντο C. διεχρήσαντο Edd. 6, τις (sic) C. 10. ἐχθρούς C. ἐχθροῖς iid. 11. κινημάτων B.C. νικημ. Edd. 12. δίκην B.C. νίκην iid. 16. φύσει C. φύσιν iid. 18. ὑπομενεῖ D. iid. ὑπομένει b. ὑπομένειν C. εἰς prius] + τὴν b. ἕω C.b. ἠῶ Edd. 24. ἕως B.C.b. ἐς Edd. 28. θώκους] θρόνους C. )

516
[*](2 Par. xxvi. 19.) τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιῶν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκαθεῖναι [*](e) δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς.

Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑποδηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν [*](S.Mattb. xxvii. 50-52) οὕτω φησίν “Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ “ἀφῆκε τὸ πνεῦμα. καὶ ἴδου τὸ καταπέτασμα του [*](793 Α. a )“ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, “ καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, “ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν.” ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταρρήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττεσθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μεταδρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν [*](b) τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; [*](Ezck. xi. 19.) “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς “ σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ “ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος.” οὐκοῦν ἐσχίσθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί [*](5. ἐγκαθεῖναι C.b. ἐμφραγῆναι Edd. 6. τὰς om. C.b. 8. ἐπὶ C.b. ἐν Edd. 9. γὰρ C. οὖν iid. ὁ Προφήτης ἐν τούτοις hoc ordine C. 15. ἠνεῴχθησαν C. ἀνεῴχθ. Edd. 16. ἠγέρθησαν C. ἠγέρθη iid. 18. καταρηγνυσθαι C. 19. τε om. C. πόρρωσιν (sic) C. 20. τοῖς om. C. 27. Haec ὅτι ἐγώ εἰμι Κύριος assumpta ex B.C. cf. in Es. 545 d.)

517
τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς θερμίου λέγων “Οὐχ οἱ [*](Hier. xxiii. 29.) “ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος καὶ ὡς πέλυξ “ κόπτων πέτραν ” Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ [*](Heb. iv. 12.) “ ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ [*](c) “ ψυχῆς καὶ πνεύματος.’’ οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διερρῆχθαι τὰς πέτρας. τὸ γεμὴν έμπεφράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἠσαίας “ Καὶ ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη συμφράξει κύριος [*](Es.xxvii. 12.) “ ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων,” τουτέστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, “ ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, [*](d S. Luc. viii. 10. 2 Cor. iii. 15, 14.) “ μηδὲ συνιῶσι.’’ “κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται, καθὰ γέγραπται, ἐπὶ τῆ ἀναγνώσει τῆς παλαιᾶς “ διαθήκης.’’ τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἀνακεκράγει λέγων “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” [*](Ps. xcviii. 1.) καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰσθητῶς παρακαλεῖ τὴν ὑπ’ οὐρανόν· εὔηθές γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον [*](c) ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι [*](2. ὡσπερ C. ὡς Edd. 4. Haec καὶ διικν. —πνεύματος assumpta ex B.C. σώματος pro πνεύματος Β. ut supra 678 d. 778 d. 8. πόρρωσιν C. (ut supra.) 11. τῆς C. τοῦ Edd. διόρυχος C. ῥινοκούρων iid. correxi ex C. 12. τὴν Ἰουδαίαν D. Edd. ἡ et α alt. sunt raanu recentiori in rasuram in C., quasi τῶν Ἰουδαίων prius scriptum fuisset. 13. βλέπωσι B.C. βλέψωσι Edd. ἀκούσωσι C. Edd. ἀκούωσι Β. 17. τινὸς assumptum ex C. 18. ἀνα- κεκράγει C. ἀνακέκραγε Edd. 20. οὔτι C. οὐκέτι iid. 21. εὔηθές C. σύνηθες iid. 22. ἐμποιοῦν C. ποιοῦν iid. μᾶλλον ἠξίου ὁ πνευματοφόρος C. υᾶλλον. ἠξίουν γὰρ ὡς πνευματοφόροι iid. 26. ἐκ C. ἀπὸ iid. 27. τὰ τῶν κεκ. ἀν’. C. τῶν κεκ. ἀν’. τὰ iid. )
518
μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶσθαι [*](799 Α. a) νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι’ ἡμᾶς οἰκο- [*](Rom. xiv. 9.) νομικῶς, “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”

Καὶ ἥξει Κύριος ὁ Θεός μου, κὼ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ.

[*](6 7)

ἑ ἐκείνῃ τῇ ἡμέρᾶ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῶ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.

Ἐπιτροχάδην εἰπὼν τὰ ἐπί γε τῷ πάντων ἡμῶν Σωτήρι’ [*](b) Χριστῷ τῶν Ἰουδαίων ἀνοσιουργήματα, καὶ τῆς Ἰουδαίας τὴν ἅλωσιν καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ἐπ’ αὐτὸ λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ [*](Ps. xcv. 13. 2. Cor. v. 10.) Θεοῦ καὶ Πατρὸς, ἵνα “ κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνη.” ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν του βήματος του βήματος τοῦ Χριστοῦ, ἵνα “ κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε [*](c) “ἀγαθὸν εἴτε φαῦλον.’’ ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσι φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Εμμανουὺλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς [*](1 Thess. iv. 17.) αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας “ ἐν νεφέ- “ λαὶς εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα,’’ μετά γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ [*](1. λέγοι C. λέγει Edd. τὸν θάν’. αὐτὸν ἔδει C. αὐτὸν ἔδει τὸν θάν’. ild. 4. μου assumptum ex C. deest in F. Edd. 6. γνωστὴ] + ἐστι B. 7. οὐχὶ B.C. οὐ Edd. (A.V. c.) 10. ἀνάλωσιν C. invito b. 15. γὰρ om. Edd. 17. τοῦ σώματος C. κατ’ ἀξίαν iid. 19. ἰδίων C. ἁγίων iid. 20. που assiimptum ex C. 22. πάντων B.C. τούτων Edd. 24. ἁρπασθέντας C.b. 25. ὑπάντησιν C.b.)

519
πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοῖον [*](d) ’τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν “Ἐκεῖ ἔλαφοι [*](Es. xxxiv. 15, 16.) “ συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- “ ἦλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ “ ἐζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα “ αὐτοῦ συνήγαγεν αὐτάς.’’ ψάλλει ’δε που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυεὶδ, τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν “Ὅτι οὐκ ἀπώσεται Κύριος [*](Ps. xciii. 14. 15.) “ τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- [*](e) “ λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- “ μένοι αὐτῆς πάντες οἱ εὐθεῖς τῆ καρδίᾳ.’’ δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ’ ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως.

Ὅτι δὲ κατὰ τὸν τῆς συντελείας καιρὸν ἑτέρα τις ἔσται τῆς [*](a 800 Α.) ὁρωμένης κτίσεως ἡ κατάστασις, καὶ μετοιχήσεται καὶ αὐτὴ πρὸς τὸ ἄμεινον ἀνανεουμένη διὰ Χριστοῦ, πιστώσεται λέγων ὁ Προφήτης Ἐν ἐκείνῃ τῆ̣ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ παγος ἔσται μιαν ημεραν, καὶ η ημερα ἐκείνη γνωστη τῳ Κύριῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται ὁ κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, [*](b) ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ τέναγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε [*](2. καὶ deest in Edd. 3. ἴδον C. (Alex.) εἶδον Edd. 6. αὐτός C. (Alex.) αὐτούς B. Edd. (22 al.) που et ἡμῖν assurapta ex C. 7. οὐ. ρανοῦ C. Nik. in ps. xciii. οὐρανῶν Edd, 10. ἐπιστρέψει C. 12. ἐπι- στρέψειν C. ἐπιστρέψαι iid. 14. ἐν] + τοῖς Β. ἐπιτρέψει iid. 17. τίς ἐστιν ἔσται (sic) b. 20. φῶς] + καὶ σκότος D. 23. ἀνίσχει σχεῖ D.b. Edd. C manu recentiori. ἀνέσχε ut vid. C manu prima. 25. ὁ prius om. C. ὁ alt. assumptum ex C.b. 27. καὶ διὰ μὲν — διὰ δέ C.b. σημαίνει δὲ διά Edd. 28. πάγους C.b. Aub. πάγου Β. Pont.)

520
καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον.

Ὅμοιον ὡς εἰ λέγοι τυχόν Κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἐξ οὐρανῶν ἀφιγμένος, μεταπλάττῃ τὰ πάντα καὶ μετασκευάζῃ πρὸς τὸ ἄμεινον, ὡς Δημιουργὸς, οὐκ ἔσται φῶς οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος [*](Es. lx. 19. e) προφήτης Ἡσαΐας “ Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς “ τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· “ ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.’’ ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ [*](S.Matth. XXIV. 29.) χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός “ Εὐθέως δὲ μετὰ “ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ “ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.’’ ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἥμερα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι [*](d) τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς [*](S. Marc. xiii. 32.) ὁ Υἱὸς οὕτω λέγων “ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας “ οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ “ Πατὴρ μόνος.” ἧ μὲν γὰρ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος, οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ ’δε ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδε που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- [*](e) ἐπάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται [*](3. ἐκεῖνο τοῦ καιροῦ C. καιρὸν τὸν καιρὸν Edd. 4. μεταπλάττει — μετα- σκευάζει C. 5. Δημιουργὸς] + δὲ Edd. invito C. φῶς οὐδὲ νὺξ hoc ordine C. 6. μίαν assumptum ex C. 7. Καὶ assumptum ex C.b. 8. φωτιεῖσαι (sic) b. σοι assumptum ex Β.C. 9. σου b. Edd. σοι C. (26.) 17. δὲ assumptum ex C.D. Statim rasura unius duorumve litt. in C. Forsan δὴ scripsit. τούτῳ D. 18. ἢ τῆς C καὶ Edd. 19. οὔτε —οὔτε C. οὐδὲ — οὐδὲ iid. ἄγγελοι C. οἱ Β. οἱ ἄγγελοι οἱ ἄγγελοι iid. 20. ᾖ—ᾖ] εἰ — εἰ C. 21. ἔσται C 22. πεφηνὼς D. Edd. πέφηνεν ὡς C. 25. καὶ οὐ νὺξ C. Edd. οὐδὲ νὺξ h. (23.) καὶ οὐχ ἡ νὺξ D. In C. suprascripsit manus recens χι, οὐχὶ conficere volens. Forsan et in D., οὐχ ἡ voluit οὐχὶ.)

521
πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ’ οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμίζεσθαι καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν [*](2 S.Pet iii. 10.) ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηφὸν [*](a 801 Α.) παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς [*](Ib. 13.) οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκᾶν. πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λογισμῶν. εἰ γὰρ ἕσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ’ ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, " ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ [*](Rom. viii. 21) “ κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς [*](b) “δόξης τῶν τέκνων τοῦ Θεοῦ.’’ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζών ἕε Ἱερουσαλὴμ, τό ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν ὦι ἐσχάτην, κω ἐν θέρει κα ἑ ἔαρι έσται οὕτως. καὶ ἕσται Κὐριος εἰς βασιλέα ἐπὶ πᾶσαν τ' ν γῆν.

Ἐξηγεῖται πάλιν ἡμῖν αἰνιγματωδῶς, ὅτι δὴ πλείστη τε ὅση καὶ ἀμφιλαφὴς ἡ τοῦ Ἁγίου Πνεύματος χύσις τοῖς ἁγίοις ἐκνεμηθήσεται, κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ’ [*](c) ὃν ἂν εἰς ἁγίαν τε καὶ ἀμήρυτον ἀνακομισθεῖεν ζωὴν, τὴν ὡς [*](1. καὶ assiiniptum ex C.b. καταστράψει D.C. [a ult. manu recentiori in rasura C] καταστρέψει b. καταστράψαν Edd, Statim δὲ add. D. ἐπ’ Edd. ante Migne. 3. δὴ assumptmn ex C εἰκότα B.C. οἰκεῖον Edd. 4. τὴν deest in Edd. κατακαήσεσθαι C. 6. ἐνῇ οὐρανοὺς μὲν C. οὐρανοὺς δὲ iid. 8. κατακαήσεσθαι C. κατακαυθήσ. iid. καινοὺς δὲ ἡμᾶς οὐρανοὺς C. οὐρ. δὲ κ. ἡμᾶς iid. 9. καὶ alt. C. prima inanu. D. κατὰ Edd. ad quod manus recentior castigavit C. 12. ἔδει C. Sfl Edd. 14. τῆς φθορᾶς assumpta ex C. 19. ἔαρι] ἔα manu recentiori in rasura C. Forsan ἀέρι prius legebatur. (26, 86, 228.) αερει Alex.] 24. ἀμήρυτον C ἀείδρυτον Edd. Statim Statim ἀνακομισθείη C. )

522
ἐν αἰῶνί φημι τῷ μέλλοντι. νυνὶ μὲν γὰρ διὰ πίστεως τῆς εἰς Χριστὸν ὡς ἐν ἀρραβῶνος τάξει τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος πεπ λουτήκαμεν· μετὰ ’δε γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, οὐκ ἐν ἀρραβῶνος ἔτι τάξει τε καὶ μέτρῳ τὸ θεῖον ἐν ἡμῖν ἔσται Πνεῦμα· πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως [*](d) τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα.

Ὅτι δὲ ὕδασι παρεικάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τὸ Πνεῦμα τὸ θεῖον, αὐτὸς πιστώσεται λέγων ὁ τούτου Δοτὴρ, [*](S. Joan. vii. 38. e) τουτέστιν ὁ Υἰός “Ὁ πιστέυων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ “ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος “ ζ́ωντος.’’ καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελιστὴς [*](Ib. 39.) καὶ καθιστὰς ἐναργές “ τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ “ Πνεύματος, οὗ ἕμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς “ αὐτόν.” ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς.

Ὄτι δὲ τοῖς τῆς ἁγίας ἠξιωμένοις ζωῆς παρακείσεται πλουσίως τὸ χρῆναι μεταλαχεῖν τῆς τοῦ Ἁγίου Πνεύματος [*](802 Α. a) χορηγίας, καὶ οἷαπερ ὑδάτων ἐμφορεῖσθαι ζωοποιῶν, ὑπεμφαίνει φαίνει λέγων, ὅτι τοῦ ὕδατος τοῦ προσδοκωμένου κατὰ καιποὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν [*](3. γε δέ inverso ordine C 6. ἤδη] εἵδη (sic) C. 8. ἄνωθεν B.C. ἄνω Edd. 9. ἐξελεύσεσθαι B.C. ἐξελεύσεται Edd. 10. ἡ θ. γραφὴ τὸν τ. ὅ. ἔφη Θεὸν inverso ordine C. 12. ἐξελεύσεται Edd. 13. ὕδασι habent C prima manu. D. quamvis ὕδατι prius scripsisse videtur C. 17. ζῶντος C. ζωῆς lidd. 19. ἥμελλον C.b. 20. ζωοποιῶν C. 21. ταύτῃτοι] † τῷ C. 23. ἠξιωμένοι Edd. παρακείσεται D. παρεικάζεται C παρατέθειται Edd. 24. χρῆναι B.C. χρῆμα Edd. 28. τὴν piiinum assumptum ex C.)

523
ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι ; θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἕθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “ Ὅτι ἐνεπλήσθη ἡ σύμπασα [*](Ea. xi. 9.) “ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι [*](b) “ θαλάσσας " ἔφη ’δε που καὶ ὁ θεσπέσιος Δανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου- μένην προαναθρῶν “ Ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ [*](Dan. vii. 2, 3.) “ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν “ τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον “ ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.’ σαφέστερον τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος Δαυεὶδ ἀναμέλπει λέγων “ Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, [*](Ps. ciii. 25, 26.) “ ὧν οὐκ ἐστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ “ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν [*](c) “ αὐτῷ.’’ ποῖον γὰρ εἶναί φαμεν ἐν τῆ αἰσθητῇ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμμασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολλὴν ἀνθρώπων ἔσθ’ ὅτε πληθύν.

Ὅτι τοίνυν ἐν ἄτερ μέτρῳ διανεμηθήσεται παρὰ Θεοῦ ἡ τοῦ Πνεύματος χάρις τοῖς τε ἐξ Ἰσραὴλ πιστεύσασι καὶ τοῖς ἐξ ἐθνῶν, ὑπεμφαίνει λέγων περὶ τοῦ ὕδατος τοῦ [*](d) ζωοποιοῦ, ὡς ἐξελεύσεται τὸ ἥμισυ μὲν εἰς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ’ ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· [*](2. τὰ assumptum ex C.b. 3. οὕτω] καὶ οὕτω Edd. invitis B.C. 4. σύμπασα] -f γῆ Aub. repugnantibus B.C.b. 5. ὡσεὶ C. invito b. καλύψαι b. (41, 109, 147, 302). 8. προαναθρῶν C. προαναφωνῶν Edd. 9. προσέβαλλον C. (Alex.) προσέβαλον Edd. (Vat.) 12. ἀναμέλποι C. 17. τὸν alt. assumpuin ex C. 21. ἐν assumptum ex C.b. 26. τὴν assumptum ex C. 29. τὸ ἥμισυ] τὸ ἓν ἥμισυ C. Statiin νοεῖσθαι C. λέγεσθαι Edd. )

524
πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βούλεσθαι [*](e) τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἕαρι ἕσται οὕτως.

Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ Ἐν ἕαρι, τό Ἐν χειμῶνί φησι τῶν Ἑβραίων ἡ ἔκδοσις. ἕσται δὴ οὖν, φησὶ, κατὰ ταῦτα, καὶ ὡσαύτως ἡ τῶν νοητῶν ὑδάτων χύσις, ἐν χειμῶνί τε καὶ ἐν θέρει, τουτέστι κατὰ πάντα καιρόν. λυπεῖ δὲ οὐδὲν καὶ [*](803 Α. a) ἀντὶ τοῦ Χειμῶνος τὸ ἕαρ εἰπεῖν, κατὰ τὴν τῶν ἑβδομήκοντα γραφήν· κεῖται γὰρ ὡς ἐν μετοχῇ χειμῶνός τε καὶ θέρους, ὥστε κἂν εἰ τις αὐτὸ τοῖς τοῦ χειμῶνος ἀπονέμοι καιροῖς, τὸν τοῦ εἰκότος, ἢ καὶ ὀρθῶς ἔχοντος, οὐκ ἀδικήσει λόγον.