In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἡ Ἑβραίων ἔκδοσις ἀρχὴν ποιεῖται τοῦ προκειμένου κεφαλαίου τό Καὶ ἐπιβλέψονται πρὸς μέ· πλὴν οὐ συμβαίνει τῇ τῶν ἑβδομήκοντα παραδόσει τε καὶ ἑρμηνείᾳ. Ἑβραῖοι μὲν γάρ Ὅψονταί φασι, ἀντὶ τοῦ Ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ Κατωρχήσαντο, Εἰς ὃν ἐξεκέντησαν. πλὴν οὔτι που φαμὲν ἀφαμαρτεῖν τοῦ πρέποντος, οὔτε τὴν Ἑβραίων οὔτε τῶν ἑβδομήκοντα· κατορχησαντο γὰρ οἱ Ἰουδαῖοι Χριοτοῦ, καὶ πρός γε τούτῳ καὶ Ἐξεκέντησαν. διένυξαν γὰρ οἱ Πιλάτου [*](S. Joan. xix. 34.) στρατιῶται τὴν πλευρὰν αὐτοῦ, καθὰ γέγραπται. οὐκοῦν περιθήσωμεν εἰκότως τῷ προσώπῳ Χριστοῦ τὸν ἐπὶ τῷδε [*](d) λόγον. πλὴν ἐκεῖνό φαμεν βούλεσθαι δηλοῦν Ὅψονται εἰς ὃν ἐξεκέντησαν, ἤγουν κατορχήσαντο, καὶ κόψονται ἐπ’ αὐτοὺς κοπετὸν ωσει ἐπ’ σγαπητον και οδυνηθησονται οδυνην ὡς ἔπι πρωτοτόκῳ. προσηλώσαντες μὲν γὰρ τῷ ξύλῳ τὸν θεῖον ναὸν, περιεστήκασιν οἱ σταυρώσαντες, ἀνοσίως ἐπιτωθάζοντες. οἱ μὲν γὰρ ἔφασκον “ Ό καταλύων τὴν ναὸν καὶ ἐν [*](S.Matth. xxvii. 40.) τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν ἕτεροι δὲ αὖ “ Ἅλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” ἐπειδὴ δὲ ὑπὲρ [*](Ib. 42.) ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν, ἐκήρυξέν τε καὶ τοῖς ἐν ᾅδου [*](e) πνεύμασιν, ἀνεβίω τε αὖ, σεισμοῦ γενομένου, περὶ τὸ μνη- μεῖον οἱ προσεδρεύοντες ἐθαύμαζον λέγοντες “ λήθῶς Θεοῦ [*](Ib. 54.) [*]((adv. Nest. lib. iv. ρ. 114 b.) unde iisdem utitur in responsione D. Cyrillus. Verba εἰς δν ἐξεκέντησαν exhibent (22. al.). ἐπ’ αὐτοῖς C. (XII. 42.) ἐφ’ ἑαυτοῖς F. Edd. ἐπ’ αὐτοὺς Alex.] i. ὡσεὶ Β. ut infra. ὡς C. (A.V. c.) ἐπ’ ἀγαπητὸν C. (Alex.) ἐπ’ ἀγαπητῷ Β. Edd. 2. πρωτοτόκῳ D.F. Edd. In C. littera erasa, quasi ante exhibens πρωτοτόκων (95. 185). 3. προκειμένου C. παρόντος Edd. 4. τό om. C. 6. Haec ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ assumpta ex B.C. —10. Haec πλὴν οὔτι οὔτι e corr. a manu recenti ex ὅτι] που φαμὲν ἀφαμαρτεῖν [manu recenti ex ἐφαμ.] τοῦ — ἐξεκέντησαν accesserunt ex C. desunt in D. 12. περιθήσωμεν C. παραθήσομεν Edd. 13. Haec ὄψονται — κατορχήσαντο accesserunt ex C, 14. ἐπ’ αὐτοὺς C, (Alex.) et infra. αὐτοῖς supra in SS. Scr. textu exhibet C] ἐφ’ ἑαυτοῖς Edd. 15. ὡσεὶ retinui ex Edd. ὡς C. ἐπ’ ἀγαπητὸν C. ἐπ’ ἀγαπητῷ Edd. 16. πρωτοτόκῳ liabet C. 17. περιεστήκησαν C, 20. καὶ ἑαυτὸν C. ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν C. θεὶς ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν Edd. 21. τε assumptiim ex C. 22. περὶ C. παρὰ iid. 23. ἐθαύμαζον λέγοντες] ἔφασκον λέγοντες (sir) C. ἔφασκον habet b. Θεοῦ γίὸς hoc ordine B.C.b.)

494
“Υἱὸς ἦν οὖτος·” πολλὴ δὲ παρὰ πολλοῖς ἡ μετάγνωσις ἦν. ἐπειδὴ δὲ καὶ ὁ Ῥωμαίων αὐτοῖς ἐπέσκηψε πόλεμος, καταδῃωμένης αὐτοῖς τῆς χώρας, καὶ πόλεων ἐμπιπραμένων, καὶ οἴκων ἐρημουμένων, πολιορκουμένης τε ἤδη καὶ αὐτῆς τῆς Ιερουσαλὴμ, καὶ λιμοῦ κατατήκοντος ἔνδοθεν, ἐκαλοῦντό τινες [*](784 Α. a) εἰς συναίσθησιν μόλις τῶν ἐπὶ Χριστῷ τολμημάτων, ᾔδεσάν τε λοιπὸν τοῦ κακοῦσθαι τὰς αἰτίας, καὶ ὅτι πρόφασις αὐτοῖς τοῦ παθεῖν τὰ ἐπ’ αὐτῷ γέγονε δυσσεβήματα. οὐκοῦν ἐπειδὴ κατωρχησαντο, κοψονται ἐπ’ αυτους κοπετὸν ὡσεὶ ἐπ’ ἀγαπητὸν καὶ οδυνηθησονται οδύνην ὡς ἐπὶ πρωτοτόκῳ. καὶ γὰρ ἀεί πὼς ἄσχετον μὲν καταχεῖται δάκρυον τοῖς γεγεννηκόσιν, ἐφ’ υἱῷ πρωτοτόκῳ κειμένῳ καὶ ἀγαπητῷ, κομμοὶ δὲ καὶ θρῆνοι καταίρειν εἰς τέλος οὐκ ἀνεχόμενοι, μακρὰ δὲ δὴ πάντως καὶ οἷον διηνεκὴς ὀδύνη, δριμείαις τισὶ καὶ ἀφορήτοις [*](b) προσβολαῖς ψυχὴν κατατήκουσα. ὅτι δὲ ἔμελλον εἰς πείραν ἐλθεῖν Ἰουδαῖοι τῶν τοιῶνδε κακῶν, προκαταμεμήνυκεν ὁ Χριστὸς ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἐπιτιμῶν τε καὶ [*](S.Luc. xxiii. 28.) λέγων “ Θυγατέρες Ἱερουσαλὴμ μὴ κλαίετε ἐπ’ ἐμὲ, “ δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.”

Ἐν τῇ ημέρᾳ ἐκείῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἑ πεδίῳ ἐκκοπτομένου, κὼ καὶ ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες C αὐτῶι καΘ’ ἑαυτὰς, φυλὴ οἵκου Δαυεἰδ καΘ’ ἑαυτὴν, κα αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ Οἵκου Νάθαν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ οἵκου Λευὶ καΘ’ [*](3. ἐμπιμπραμένων Edd. correxi ex B.C. καὶ οἴ ἔρημ’. om. C. 5. ἕνδοθεν om. C. 6. αἴσθησιν C. ἐπὶ Χριστοῦ C. εἵεσαν C. 8. τὸ pro τοῦ (sic) C. 9. κατορχ. C. ἐπ’ αὐτοὺς C. Ut supra. ἐπ’ αὐτῷ D ut videtur. (68 al.) ἐφ’ ἑαυτοῖς Edd. ὡσεὶ retinni ex Edd. ὡς C. ἐπ’ ἀγαπητὸν C. ἐπ’ ἀγαπητῷ iid. lO. καὶ γὰρ om. C. 13. καταίρειν] καταίρειν] C. 15. ψυχὴν C.D. [prius omissum in mg. manu ut vid. prima C] ψυχὰς Edd. Statitn κατατήκουσα D. Edd. κατατήκουσιν C. 16. τοιούτων C. προκαταμεμήνυκεν C. προμεμ. Edd. 20. ἐν alt.] ἐπὶ C. (106.) 21. έκκοπτομένου Β. cf. supra 483 c. ἐνκοπτ. ( = ἐγκ.) C. Pont. ἐγκ. F. Aub. (130,311.) 24. καθ’ ἑαυτάς] καθ’ ἑαυταῖς C.)

495
ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καΘ’ ἑαυτάς. πᾶσαι αἱ ὗλαι αἱ ὑπολελειμμέναι, φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς.

Καταδῃουμένης ἁπάσης τῆς Ἰουδαίας κατὰ καιροὺς ἀπὸ [*](d) τῆς τῶν Ῥωμαίων στρατείας, καὶ αὐτῆς δὲ πολιορκουμένης τῆς Ἰερουσαλὴμ, τοιοῦτον ἔσεσθαί φησι παρὰ τῶν ἐν αὐτῇ τὸν κοπετὸν, ὁποῖον ἃν ποιήσαιτο γηπόνος ῥοῶνος ἐκκοπτομένου. εὐανθὲς μὲν γὰρ τὸ φυτὸν, καὶ συχνοὺς ἐκ ῥίζης ἀνίησι κλῶνάς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραίζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. [*](e) πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀποκείρεσθαι τὸ φυτόν. ἀλλ’ ἢν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ’ αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα [*](a 785 A.) κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ᾿ ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους; ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσπασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, [*](1. τοῦ assumptum ex C. deest in F. (Co.) 6. τῶν assumptum ex C. στρατείας C. στρατιᾶς Edd. 11. εὖ ὡραΐζοιτο C. invito b. 13. καὶ prius assumptum ex C.b. ὀρπίκων C.b. 14. ἐλύτρων C.b. λ ἐλύτρων Β. ἐλύστρων Edd. 15. ἀποκείρεσθαι] ἀποκεῖραι καὶ b. 17. ἥκει Edd. 15. εὐκάρποις C. ἐγκάρποις Β. iid. παρεικάζοιτο C. 19. γὰρ om. C. rasura trium fere litt. habet. D. 20. τέθηντο C. 21. τῆς prius assumptum ex C. 22. τε] δὲ C. 25. ἐχθροῖς] + καὶ Edd. invitis B.C.)

496
καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, [*](b) τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε „Kομμοὶ δὲ ἦσαν ἀνὰ τὴν [*](De Beilo Jud. lib. ii. cap. 1. Supra xi. 1, 2.) „πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέλευστος.” „ ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων “Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω “ πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε “ κέδρος, ὅτι μεγάλως μεγυττάνες ἐταλαιπώρησαν· ὀλολύξατε “ δρύες τῆς Bασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς 10 “ ὁ σύμφυτος·” οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. [*](c) πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς [*](S.Matth. iii. 10; S. Luc. iii. 9.) Ἰουδαίων δήμοις προσπεφωνηκώς “ Ἤδὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,” [*](S. Joan. xv.) “καὶ καίεται.” ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἃν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου. κόχεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν κ᾿ ἑόιυτιίς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν [*](d) μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστη φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιόβουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν. ταύτητοί φησιν ὅτι φυλὴ οἴκου Δαυεὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, [*](1. παντὸς τοῦ ἐν οὐτῇ λιμῷ C. πάντας τοὺς ἐν αὐτῇ λιμοῦ Edd. 2. πεπλήρωτο. μαρτυρήσει B.C. πεπλήρωται. μαρτυρεῖ Edd. Ἰώσηππος C. 5. οἰμωγαὶ δὲ διαπρύσιοι C. οἰμωγὴ δὲ διαπρύσιος Edd. 7. Α τὰς ad τὰς tiansilit Β. καὶ om. C. sed cf. supra 483 c, 755 d. 8. διότι C. ut supra ll. cc. ὅτι Edd. 12. Ἰωάννης B.C. (scil. Baptista) Mατθαῖος Edd. 16. καὶ καίεται οm. C. retinui ex Edd. φησὶν οὕτω hoc ordine C. ἐν αὐτῷ C. 17. κοπετὸς alt. assumptuin ex C ἐντεθηλ. C. 19. φυλὰς alt. om. C. (22, 51, 62, 147, 238.) 20. οὔτι C. οὔτε B. Edd. 21. εστήξει C. 24. μετὰ B.C. κατὰ Edd. 27. λέγομεν C.)
497
τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς Δαυεὶδ, ἤτοι τοῦ Ιούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, [*](e) ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλλέγειν αἰσχροκερδείας. ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας [*](a 786 Α.) ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται καθ᾿ ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ἧ φησιν ὁ προφήτης “Οἱ [*](Soph. iii. 3.) “κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.’’ συνοδύρεσθαι δὲ ταύταις ἀναγκαῖόν πὼς ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν [*](b) ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Κεφ. ιγ΄. Δαυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν.

[*](c)

Ἐπιτρέχει τῷ λόγῳ τὰ μετὰ τοῦτο πάλιν ἐσόμενα “τοῖς [*](2 Tim. iv. 8.) [*](2. ἐκπίπτοντες C. ἐκκοπέντες Edd. κατοιμώζουσιν iid. 6. ἦν om. C. 14. συννόμως C. 16. τὸ om. C. 18. τε assumptum ex C. 20. ταύτας manu prima C. 21. ἐκπεπομμένας (sic) C. 22. κατηρ. τημένου C. ἐπηρτ. Edd.)

498
“ἠγαπηκόσι τὴν ἐπιφάνειαν” τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ταῖς ἀπειθείαις ἐξυβρικότες, ἐν πολιορκίαις ἔσονται, φησὶ, καὶ ἐπί γε τοῖς σφῶν αὐτῶν κατοιμώξουσι κακοῖς. ἐν ’δε γε τῆ νοητῇ καὶ ἁγίᾳ κατὰ τὸ ἀληθὲς Ἱερουσαλὺμ, καὶ ἐν τῷ οἴκῳ Δαυεὶδ, τουτέστι, τῆ Ἐκκλησίᾳ τοῦ πεφηνότος ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα Χριστοῦ, πᾶς τόπος ἔσται διανοιγόμενος, [*](d) τουτέστι, πολλή τις εὐρυχωρία καὶ οἷον ἀνειμένη δίαιτα τριπόθητος καὶ ἀπονωτάτη.

Ἰστέον δὲ ὅτι τὸ ῥητὸν Ἑβραῖοι πάλιν ἑτέρως ἐκδεδώκασιν. ἀντὶ γὰρ τοῦ Ἐσται πᾶς τόπος διανοιγόμενος, πᾶσαν ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν [*](e) γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀποστάτις, [*](S.Matth. xxiii. 37; xiii. 34.) “ἡ ἀποκτενοῦσα τοὺς προφήτας καὶ λιθοβολοῦσα “τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν,” τὰς τοῖς ἰδίοις τολμήμασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ [*](787 Α. a) εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις; Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ [*](2. ἀπιθείαις C. 3. αὐτοῖς manu prima C. κατοιμώζουσι prima C. invito D. 15. ἀπιθὴς C. ἀποστότης C. 16. ἀποκτένουσα B.C. ἀποκτείνουσα Edd. 18. ἔχουσα (sic) C. ἀποτιεῖται C. 20. τουτέστι] + τὴν ἐκκλησίαν b. repugnantibus C.D. 21. τόπῳ παντὶ inv. ordine b. invitis C.D. 25. ἀπὸ C. Edd. ἐκ b. 27. ἐστι τις] Sic edidi. ἐστὶ τίς C. τίς ἔσται Edd. Verba desunt in b. 28. ἀμαθείας Edd.)

499
σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν [*](b) ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν [*](Gal. v. 16.) τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἃν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι ἤτοι τόπος διανοιγόμενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα [*](c) τὸ τῆς καθάρσεως ὕδωρ.

Καὶ ἔσταί ἐν τῆ ἡμἐρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τὰ ὀνόματα τῶv εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι ἔσται αὐτῶν μνεἰα· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.

Πάντα πρὸς τὸ ἄμεινον μετακεχώρηκεν ἐν Χριστῷ, καὶ καινὴ κτίσις τὰ ἐν αὐτῷ, τῆς ἀρχαίας σαθρότητος ἀποβαλόντα [*](2 Cor. v. 17.) βαλόντα τὸν μῶμον. ἀτρεκῆ δὲ ὄντα τὸν ἐπὶ τῷδε λόγον [*](d) κατίδοι τις ἃν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά [*](2. λοιπὸν assumptum ex C. 5. εἰς om. C. 7. αἵματι] + τοῦ b. 9. τὸν assumptum ex C. 13. Κύριος] + σαβαὼθ Edd. invitis B.C. (Alex. XII.) 16. ἀπὸ] ἐκ F. 18. αὐτῷ C. Χριστῷ Edd. 19. τόδε C. 20. κατείδοι C. καὶ assumptum ex C. 23. ἦν om. C. 24. δυσβουλίαις (sic) C. 25. ἀναθῆναι C. 26, τῷ assumptum ex C. )

500
[*](e) πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ ’δε γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος [*](Deut xxxii. 9.) καὶ “μερὶς Τυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- “ρονομίας αὐτοῦ,’’ τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπικουρίαν αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπονεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαι- [*](788 Α. a) μονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως, τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν. οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρησμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Σῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ [*](b) τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν. περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προφήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιά- [*](Hier. xiv. 13.) ζοντα Θεόν “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- “φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς οὐκ ἕαται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπερ τούτῳ.’’ καὶ πρός γε ταῦτα Θεός [*](Ιb. 14.) “ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ [*](c) “οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ [*](1. ταύτῃ C. ἀβελτερίας C. ἀβελτηρ. Edd. 2. ἦν assumptum ex C. ἀπόλεκτος C. ἀποδεκτὸς B. Edd. 3. τε om. C. 7. τὸ C. 8. πρὸς τὸ δεῖν] πρὸςτοδῆν (sic) C. 9. συναποκομίζεσθαι C. ἀποκομίζεσθαι Edd. 10. ἐνολισθεῖν C. στοιχεῖν iid. 11. ψευδοπροφητῶν C. ψευδωνύμων προφητῶν iid. 12. βεβήλοις C. τοῖς βεβ. iid. 16. ἐπὶ τοῦτο C. 17. ἀπηρεύγοντο] ἀπηγόρευον C. 18. ἑαυτῶν C. αὐτῶν iid. 23. ἡμῖν C. (Alex.) ὑμῖν Edd. (Vat.) 25. φησὶν assumptum ex C. ἐπὶ C. ἐν Edd. (48.) neutrum habet B. 27. ὅτι C. καὶ Edd.)
501
“προφητεύουσιν ὑμῖν’’ καὶ πάλιν “Οὐκ ἀπέστελλον τοὺς [*](Hier. xxiii. 21.) “προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, “καὶ αὐτοὶ προεφήτευον.’’ ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροωμένοις τὰ “ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ [*](Ιb. 16.) “ἀπὸ στόματος Κυρίου.” εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ιουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ [*](d) ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλολατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπον τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοι τε ἦσαν, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνησιν καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν [*](e) φησὶν απο τῆς γῆς τὼ ἐνόματα τῶν εἰδωλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνη, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνατείηῃ, [*](2 S. Pet. i. 19.) κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξηρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας 5 ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν.

[*](a 789 Α.)

Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ερεῖ πρὸς αὐτὸ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αυτόν Οὐ ζήσῃ, [*](1,2. προφητεύουσιν — οὐδὲ assumpta ex C. Statim ἐλάλησαν Edd. invito C. 3. ἐπροεφήτευον (bic) C. 8. ἐπειδὴ δὲ C. ἐπεὶ δὲ Edd. 10. ὀλοθρεύεται C. ὠλόθρευτο Edd. 12. τε assumptum ex B.C. 13. ἔμπλεοί τε C. ἔμπλεω Edd. 18. κατ’ ἐκεῖνο τοῦ καιροῦ C. κατ’ ἐκεῖνον τὸν καιρὸν iid. 19. λάμψει λάμψῃ) C. 21. διαυγάσει C. καὶ assumptum ex C. 23. ἀληθινοί τε C. ἀθληταὶ Edd. 27. αὐτοῦ prius deest in Edd.)

502
ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· κώ συμποδιοῦσιν αυτόν ὁ πατὴρ αὐτοῦ κω ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.

Τοσαύτη τις ἔσται περὶ τὸ θεῖον, φησὶν, αἰδὼς τῶν τηνικάδε, φροντιοῦσι δὲ οὕτω τῆς εἰς ἄκρον ἐπιεικείας καὶ [*](b) ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγεσθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, τουτέστι καταδεσμεύσουσιν ὡς ἔκφρονα τε καὶ μεμηνότα, μελλήσαντες δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου.

[*](c)

Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος, καὶ τὸ βέβαιον εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ’ ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν; ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ’ ἡμᾶς [*](d) πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι [*](4. φησὶ post τηνικάδε tr. Edd., hoc ordine C. 7. εἰ ζηλοῦν ἕλοιντο C. ζηλοῦν, τὸ Edd. 8. ὑποπλαττόμενοι C. ἀποπλαττομένους Β. Edd. καὶ C. Edd. κἂν Β. ἀποφθέγξοιντό Β. Edd. ἀποφθέγγοιντό D. ἀποφθέγξεταί C. Statim τὰ Edd. invitis B.C.D. 11. καὶ B.C. τὸν Edd. 12. τόδε C. 13. τὸ alt. C. τόδε iid. 15. ὅπως B.C. ὥσπερ Edd. 21. ἐναλοιει C. 22. γένοιτ’ ἂν C. τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι C. τῆς εἰς Θεὸν εὐσεβείας, ὅτι ὅτε Aub. καὶ ὅτι Β.] Edd. 26. τιμώμενα om. C. habet D. ἐστι C. εἰσι Edd.)

503
στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτὸν, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην ἀνθ᾿ ὦν ἐψεύσαντο. καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ανθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. κω ἐρῶ πρὸς αὐόν Τί αἱ πληγαὶ αὗται ἀᾶ μέσον τῶι χειρῶv σου; καὶ ἐρεῖ Ἅς ἐπλήγην ἐν τῷ οἴκῳ τῶ ἀγαπητῷ μου.

Ὅτι καὶ ποινῆς καὶ δίκης ἄξια τέθεινται παρ’ ἡμῖν τὰ [*](a 790 Α.) πάλαι τεθαυμασμένα, καὶ ἐκ τῆς τῶν προκειμένων ἐννοίας ἀταλαίπωρον ἰδεῖν. προεφήτευον μὲν γὰρ, ὡς ἔφην, ἐν τῷ Ἰσραὴλ οἱ ψευδοεπεῖς τε καὶ φένακες, καὶ πλανᾶν εἰωθότες “ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου κατὰ τὸ [*](Ezech. xiii. 19.) γεγραμμένον. εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, επέπληττε μὲν οὐδεὶς, οὐδ’ ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον [*](b) ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν ’δε γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτουμένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ κακοῦ, καὶ δεῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο, του- [*](4. αὐτὸν] αὐτοὺς F. (22. al.) 5. ἐρεῖ] + ὅτι B. 6. διότι C. (Alex.) cf. infra. διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι Edd. ὅτι ἄνθρ. ἔργ’. τὴν γῆν ἐγώ εἰμι διότι Β. 9. τῷ ἀγαπητῷ B.C. (Vat. S) cf. infra. τοῦ ἀγαπητοῦ F. Edd. (Alex.) cf. supra 415 d. in S. Joannem 463 c. [sed in S. Joannem 1107 a τῷ ἀγαπητῷ?]. 12. εἰδεῖν (sic) C. 16. οὐδ’] οὐκ C. 19. ἴεσαν C. ἐν assnmptum ex C. 20. γε assumptum ex C. 22, ἐπιτιμωμένης C. ἐπιτετιμημένης Edd.)

504
[*](c) τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῆ πλημμελείᾳ κατολοφύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πὼς εἰς [*](d) ἁμαρτίας. εἶεν δ’ ἂν αἱ τοιαίδε μετανοούντων φωναί. εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμποδισάντων [*](Supra ver. 3.) αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ αγαπητος ἑκάστῳ τῶν καθ’ ἡμᾶς, ὁ τῶν γεγεννηκότων.

Ὅρα τοίνυν ὅση τις ἐστὶν ἡ τῶν πάλαι τε καὶ νῦν πραγμάτων διαφορά. ἐθαυμάζοντο μὲν γὰρ οἱ παρ’ ἐκείνοις ψευδοπροφῆται, καὶ ἦσαν ἐν δόξη καὶ ὑπολήψει χρηστῇ, [*](e) καὶ ταῦτα δρῶντες οὐδὲ μετεμέλοντο· κατὰ δέ γε τὸν ἐνεστηκότα καιρὸν, εἰ δή πη τινὲς ἕλοιντο ταῖς ἐκείνων μανίαις κατακολουθεῖν, ἐπιτιμῶνται, καταισχύνονται, ταῖς τῶν γεγεννηκότων κολάζονται ψήφοις, μεταγινώσκουσιν ὡς ἡμαρτηκότες καὶ πενθοῦσι καὶ κλαίουσιν, αἰτοῦσι συγγνώμην τὴν τῆς ἀνθρωπείας φύσεως ὁμολογοῦντες ἀσθένειαν καὶ [*](791 Α. a) τὸ εὐόλισθον εἰς ἁμαρτίαν. ἀνῄρηται γὰρ “τὸ πνεῦμα τὸ [*](Supra ver. 2.) “ἀκάθαρτον ἀπὸ τῆς γῆς,’’ τῆ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμει τε καὶ ἐξουσίᾳ.

[*](1. κατωλοφ. C. 6. τουτέστιν] + ὅτι Edd. invito C. 8. ἑτοιμοτέρα πὼς C. ἑτοιμοτρεπὴς iid. 9. ἁμαρτίας C. ἁμαρτίαν iid. 10. ἔρεσθαι] + τι Β. Pont. 12. τῷ ἀγαπητῷ B.C. Pont. τοῦ ἀγαπητοῦ Aub. 13. τὰς] τὰ Edd. 14. ἀγαπητὸς B.C. Pont. ἀγαπητοῦ Aub. 15. γεγενηκότων (sic) C. 16. τε assumptum ex C 19. γε om. C. 20. πη assumptum ex C. 21. μανίαις C μαντείαις Edd. ἀκολουθεῖν C. καταισχύνονται C. κοὶ καὶ Β. καὶ κατ’. καὶ Edd. 23. καὶ prins et αἰτοῦσι συγγνώμην assumpta ex C. 24. ἀνθρωπίας C. 26. Ἰησοῦ om. C.)
505

Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ᾿ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα, καὶ ἐπάξωὦι τὴν χεῖρά μου ἐμ τοὺς ποιμένας.

Δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υιὸν ὁ Θεὸς καὶ Πατὴρ, ἐφεὶς οἰκονομικῶς καίτοι Θεὸν ὄντα καὶ ἐξ αὐτοῦ κατὰ [*](b) φύσιν ἀπορρήτως γεγεννημένον, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι, καὶ ἄνθρωπον γενέσθαι καθ’ ἡμᾶς, καὶ ἀνατλῆναι σταυρὸν, ἵνα σώσῃ τὸν κόσμον καὶ ἀποστήσῃ τῆς κατὰ πάντων πλεονεξίας τὸν σατανᾶν, καθελῇ δὲ καὶ τὴν βέβηλον εἰδωλολατρείαν, καὶ καταργήσῃ μαντείας, ψευδοπροφητίας τε καὶ τοὺς ἐκ καρδίας φενακισμοὺς, ἐξάρῃ δὲ καὶ “τὸ πνεῦμα [*](Supra ver. 2.) “τὸ ἀκάθαρτον ἄπο τῆς γῆς, καὶ πρὸς γε δὴ τούτοις, ἵνα κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, μετατιθεὶς εἰς θεογνωσίαν [*](c) τοὺς πεπλανημένους, ἀναπείθων ἑλέσθαι τὴν εὐσεβῆ καὶ εὐσχήμονα πολιτείαν, καὶ πᾶν εἶδος ἀρετῆς ὁρᾶσθαι τετιμηκότας. ταύτης οὖν ἕνεκα τῆς αἰτίας τὸν ἐπὶ ξύλου θάνατον, καίτοι πολὺ λίαν ἔχοντα τὸ δυσκλεὲς, ὑπέμεινεν ἑκὼν, “αἰσχύνης καταφρονήσας, οὕτω καὶ αὐτῷ δοκοῦν τῷ Θεῷ [*](Heb. xii. 2.) καὶ Πατρί. καί τι τοιοῦτον ἡμῖν ὑποφαίνει λέγων αὐτὸς ὁ Υἱός “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ [*](S. Joan. vi. 38, 9.) “θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. “τοῦτο ’δε ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν [*](d) “ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω “αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.’’ ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ [*](Rom. xiv. 9.) νεκρῶν καὶ ζώντων κυριεύσῃ. τέθεικε τοίνυν ἑκὼν ὑπὲρ [*](2. πατάξω C. (23, 42, 106) πάταξον F. Edd. (Alex. XII.) 3. διασκορπισθήσονται C. (Alex. XII.) διασκορπισθήσεται V, Edd. (42, 240). διασκορπισθήτωσαν XII suprascr. cf. infra 795 init.] 9. ἀποστήσει C. 10. καθελεῖ B.C. 11. καταργήσει C. μαντείας C. μαντείαν Edd. ψευδοπροφητείας C. ψευδοπροφήτας iid. 12. ἐξαρεῖ C. 14. κατακτήσηται C. καταστήσηται iid. 18. ἑκὼν accessit ex C. 20. καί τι] καίτοι iid. 25. αὐτὸ] + ἐν iid. invito C. ὡς γὰρ C. καὶ ὥσπερ iid. 26. ἔζησεν C. ἀνέζησεν iid. )

506
ἡμῶν τὴν ψυχὴν, μόνον δὲ οὐχὶ καὶ παραδόντος αὐτὸν ὡς ἄνθρωπον ἰδίῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἐφιέντος, ὡς ἔφην, αἵματι τιμίῳ τὴν ἁπάντων πρίασθαι ζωήν. καὶ γοῦν ὁ Σωτῆρ’ οἰηθέντι Πιλάτῳ κατεξουσιάζειν αὐτοῦ [*](S. Joan. xix. 11. e) προσυπήντα λέγων “Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, “εἰ μὴ ἢν δεδομένον σοι ἄνωθεν.

Προαφηγησάμενος τοίνυν διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς πλείστη τις ἔσται τῶν ἀνθρωπίνων πραγμάτων ἐπὶ τὸ ἄμεινον ἢ μεταδρομὴ, παθόντος αὐτοῦ τὸν ἐν σαρκὶ θάνατον, μονονουχὶ καὶ ἐπισπεύδει τοῦ καιροῦ τὴν ἀνάδειξιν, καθ’ ὃν ἔσται ταῦτα, καὶ ἐνεργεῖσθαι προστέταχε τὸ ἐπὶ τῷ πάθει μυστήριον, αὐτῇ τῇ ῥομφαίᾳ παρεγγυῶν τε καὶ λέγων Ἐξεγέρθητι [*](792 Α. a) ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ λέγει Κύριος παντοκράτωρ. καὶ ῥομφαίαν μὲν ἐν τούτοις καταδηλοῦσθαί φαμεν ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Εμμανουήλ. ἔοικε γὰρ συνιέναι τε οὕτω καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεὼν, ὅτε προσεκόμιζεν ὀκταήμερον τὸν [*](S. Luc. ii. 35.) Ἰησοῦν ἡ ἁγία παρθένος “Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διε- “λεύσεται ῥομφαία.’’ μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν [*](b) σάρκα φημί. ὦ τοίνυν ῥομφαία, ἐξεγέρθητι φησὶν ἐπὶ τὸν ποιμένα μου, τουτέστιν, ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. τέθειται μὲν γὰρ ἐφ’ ἡμᾶς ἀρχιποίμην ὁ Χριστὸς, καὶ ὑπ’ αὐτῷ πάντες ἐσμὲν οἱ πεπιστευκότες, πλὴν οὐκ ἔξω χειρὸς τῆς τοῦ Θεοῦ καὶ Πατρός. κατάρχει γὰρ ἡμῶν ἐν Υἱῷ, δι’ αὐτοῦ [*](Eph. ii, 18.) τε καὶ ἐν αὐτῷ σεσώσμεθα καὶ αὐτὴν ἐσχήκαμεν τὴν προσ- [*](3. τιμίῳ C. τῷ ἰδίῳ Edd. 4. οἰηθέντι Πιλάτῳ C. οἰηθέντος Πιλάτου iid. 5. κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν C. ut supra 774 d. 6. δεδομένον σοι hoc ordine C. 9. ἡ assumptum ex C. καταδρομὴ iid. 14. ῥομφαίαν] + μὲν Edd. invito C. 17. ἔοικε γὰρ] καὶ ἔοικέ γε Nik. in S. Luc. 19. παρθένος C. favente Nik. θεοτόκος Edd, 23. ἐνεργείσθω C. Nik. ἐξηγείσθω Edd. 24. ἡκέτω Nik. Edd. ἴτω C. τέθειται C. ἔστι Edd. 26. πάντες ἐσμὲν hoc ordine C. 28. αὐτὴν C. δι’ αὐτοῦ iid.)

507
ἀγωγήν. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ “Τὰ πρόβατα τὰ ἐμὰ [*](S. Joan. x. 17-30.) “τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ άκο- “λουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ [*](c) “μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσῃ τις αὐτὰ ἐκ “ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκε μοι πάντων “ μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς “ τοῦ Πατρός· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἴδιος οὖν ἄρα τοῦ Θεοῦ καὶ Πατρὸς ποιμὴν ὁ Υἱὸς, οὐκ ἀλλότρια κατα- νέμων θρέμματα, τὰ ἑαυτοῦ δὲ μᾶλλον καὶ τὰ τοῦ Πατρὸς, οὐκ ἰδίων αὐτοῦ νοουμένων τῶν μισθωτῶν ποιμένων, οἳ κατέσφαζον μὲν τὰ πρόβατα, φειδοῦς ἁπάσης ἐξῃρημένης, [*](d) “ἔλεγον δὲ καὶ πωλοῦντες αὐτά Εὐλογητὸς Κύριος καὶ [*](Supra xi. 5.) “πεπλουτήκαμεν.’’ πολῖται γεμὴν, ἤγουν οἰκεῖοί τε καὶ γνώριμοι, τοῦ ἀγαθοῦ ποιμένος, οἱ ὑπ’ αὐτῷ τεταγμένοι, καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ παταχθέντος τοῦ ποιμένος κατεσκίδναντο καὶ πεφεύγασιν. ἐπειδὴ γὰρ ἧκον τῶν Ἰουδαίων οἱ ὑπηρέται, καὶ σὺν αὐτοῖς ὁ προδότης ὁμοῦ τῇ σπείρᾳ συλληψόμενοι τὸν Ἰησοῦν, “ πάντες ἀφέντες αὐτὸν [*](S.Matth. xxvi. 56.) “ἔφυγον.’’ ἔφη γὰρ οὕτω τὸ γράμμα τὸ εὐαγγελικόν. Ὅτι δὲ δοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν εἰς θάνατον [*](e) ὁ Θεὸς καὶ Πατὴρ πατάξαι πως αὐτὸν λέγεται, τῷ γε ὅλως ἐφεῖναι παθεῖν, πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περὶ τῶν εἰς αὐτὸν ἀνόσια πεπραχότων, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων “Ὅτι ὃν σὺ [*](Ps.lxviii. 27, 28.) “ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ- “ μάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν “αὐτῶν.’’ ἑκούσιον μὲν οὖν, ὡς ἔφην, ἐποιεῖτο τὸ πάθος, [*](2. ἀκούουσι C. ἀκούει Edd. cf. supra 26 e. 3. δίδωμι αὐτοῖς ζ. αἰώνιον C. ζ. αἰών. δίδ. αὐτοῖς iid. 4. ἁρπάση C. ἁρπάσει iid. 5. πάντων μείζων hoc ordine C. 7. Πατρός] + μου iid. invito C. Πατήρ] + μου iid. invitis B.C. 8. ποιμὴν ante τοῦ Θεοῦ transponit C. 9. τὰ alt. assumptum ex C. 13. γεμὴν C. δὲ Edd. τε assumptum ex C. 17. οἱ τῶν Ἰουδαίων inverso ordine C. 18. τῆς σπείρας C. 20. δὲ δοὺς] διδοὺς C. τὸν ἴδιον Υἱὸν εἰς θάνατον hoc ordine C. εἰς θ. ante τὸν tr. Edd. 22. ὅλω manu prima C. 24. πεπραχότων C. δεδρακότων Edd. 26. Haec πρόσθες—αὐτῶν assumpta ex C. )
508
ἵνα τὰ ἐκ τοῦ παθεῖν αὐτὸν διαφαίνηται κατορθώματα. ὅτι δὲ τοῖς ἐσταυρωκόσιν ὀλέθρου πρόξενον ἔσται τὸ χρῆμα, καὶ [*](793 Α. a) τοῖς ἐκ θείας ὀργῆς ὑποπεσοῦνται κακοῖς οἱ τῆς τοιᾶσδε βουλῆς καὶ τῶν ἐγχειρημάτων ἐξάρχοντες· οὗτοι δὲ ἦσαν οἱ λαῶν ἡγούμενοι· διατρανοῖ λέγων Καὶ ἐπάξω τὴν χεῖρά [*](Hier. xii. 10, 11.) μου ἐπὶ τοὺς ποιμένας. διεφθάρκασι γὰρ “τὸν ἀμπελῶνα “αὐτοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἔδωκαν μερίδα “αὐτοῦ ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφα- “νισμὸν ἀπωλείας.’’ ἐπάγει γεμὴν τὴν χεῖρα αὐτοῦ τοῖς ποιμέσι Θεὸς οἱονεὶ καταπαίουσαν τὴν ῥομφαίαν, καὶ τὰς [*](b) τῆς ἀνοσιότητος ἐξαιτοῦσαν δίκας, οὐχ ὅτι μόνον αὐτοὶ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἁλλ’ ὅτι πρὸς τούτῳ καὶ τοῖς ἄλλοις γεγόνασιν ἀρχὴ καὶ ὁδὸς τῆς ἀσχέτου μανίας. ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος, Πιλάτου τοῖς Ἰουδαίοις προτεθεικότος Χριστόν τε καὶ Βαραββᾶν, [*](S.Matth. xxvii. 21. Ib. 20.) καὶ τό “τίνα θέλετε ἐκ τῶν δύο ἀπολύσω ὑμῖν” προσπε- xxvii. φωνηκότος, “οἱ ἀρχιερεῖς καὶ οἱ προσβύτεροι ἔπεισαν τοὺς “ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἵνα [*](S. Joan. xix. 6.) “ἀπολέσωσιν·’’ ἀνέπειθον δὲ πρὸς τούτῳ βοᾶν “ Σταύρωσον, [*](c) “σταύρωσον.” οὐκοῦν ἀληθὲς τὸ διὰ τῆς τοῦ προφήτου [*](Hier. x. 21.) φωνῆς εἰρημένον “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν “Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ “νομὴ, καὶ διεσκορπίσθησαν.” ὥσπερ γὰρ ἡ νῆψις τῶν ἀγαθῶν ποιμένων ὀνίνησι τὴν ἀγέλην· οὕτω καταφθείρει τὸ ῥᾴθυμον, καὶ τοῖς τῶν ποιμένων ἴχνεσι τὸ ὑπὸ χεῖρα πάντως ἀκολουθεῖ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη [*](1. τὰ — διαφαίνηται κατορθώματα C. τὸ— διαφανεῖται Β. Pont. διαφανῆται Aub.] κατόρθωμα Edd. 4. τῶν om. C. 9. αὐτοῦ assumptum ex C. τοῖς ποιμέσι Θεὸς hoc ordine C. 10. καταπαίουσαν C.D. καταπαύουσαν Β. Edd. τὴν ῥομφαίαν per ras. manu forte prima ad τῇ ῥομφαίᾳ cast. C. τὴν ῥομφαίαν habet D. 12. τούτῳ C. τούτοις Edd. 13. τῆς] + εἰς χριστὸν iid. invito C. 14. εὐαγγελιστὴς Ματθαῖος C. Μ. ὁ εὐαγγ. iid. 16. ἐκ τῶν δύο om. C. 18. ἴνα assumptum ex C. 19. τούτῳ C. τούτοις Edd. 20. σταύρωσον] + αὐτόν iid. invito C. 27. ἐκείνη] + ἐν πόσῃ τῇ γῇ F. Edd. invito C. (Alex. XII.) cf. infra 795 a. μέρη] + αὐτῆς iid. invitis B.C. (XII.) cf. infra l. c.)

509
ἐξολοθρευθήσεται κὼ ἐκλείψει, τὸ δέ τρίτου ὑπολειφθήσεται [*](d) ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμιῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυοίον· αὐτὸς ἐπικαλέσεται τὸ ὀνομά μου, κὼ ἐγὼ ἐπακούσομαι αὐτοῦ, καὶ ἐρῶ Λαός μου οὐτός ἐστιν, κω αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου.

Ἐπενεχθείσης τῆς θείας χειρὸς τοῖς ἀνοσίοις ψευδοποιμέσιν, οἳ τὸν ἀμπελῶνα κατεφθάρκασι τὸν Δεσποτικὸν, οὐδὲ [*](e) αὐτοὺς ἔσεσθαι φησιν ἔξω ποινῆς καὶ δίκης τοὺς τοῖς ἀνοσίοις αὐτῶν σκέμμασιν ἀβουλότατα συνδεδραμηκότας, δῆλον δὲ ὅτι τοὺς τῶν Ἰουδαίων δήμους καὶ τῶν ἀγελαίων τὴν ὑπὸ χεῖρα πληθύν. δεδαπάνηνται γὰρ τῷ πολέμῳ, καὶ διολώλασιν ὁμοῦ τοῖς κατοίκοις αἱ πόλεις καὶ αὐτοῖς ἀνδράσιν αἱ κώμαι, πανωλεθρίᾳ καταπιμπράμεναι, μόλις δὲ σέσωσται τὸ κατάλειμμα, καὶ ὡς ἐν τρίτῃ μοίρᾳ τοῦ παντὸς νοούμενον πλήθους, ὠλόθρευται γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, [*](a 794 Α.) Θεοῦ κατοικτείροντος διὰ τοὺς πατέρας. τοῦτο καὶ αὐτὸς ὁ μακάριος Ἡσαΐας φησί “Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατ- [*](Es. i. 9.) “έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς “Γόμοῤῥα ἂν ὡμοιώθημεν. πλὴν τὸ τρ́τον, ἤγουν τὸ κατάλειμμα, τουτέστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, διάξειν φησὶ διὰ πυρὸς, καὶ πυροῦν αὐτοὺς ὡς ἀργύριον καὶ χρυσίον. οὐ γὰρ ἔξω πόνου τῶν ἁγίων ἡ ζωή· ἀληθὲς δὲ ὅτι “Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ [*](2 Τim. iii. 12.) “διωχθήσονται.’’ δοκιμώτατοι δὲ πεφήνασιν οἱ θεσπέσιοι[*]( b) μαθηταὶ, καὶ ὅσοι γεγόνασιν αὐτοῖς συνεργάται κατ’ ἐκεῖνο [*](3. δοκιμιῶ B.C. δοκιμάσω F. (26. al.) δοκιμῶ Edd. (A.V. ℵ) cf. infra 795 b. 4. καὶ ἐγὼ B.C. (Alex. XII.) κἀγὼ Edd. (Vat. ℵ). 5. αὐτοῦ B.C manu recentiori. F. (36. al.) cf. infra. αὐτῷ C manu prima. Edd. ἐστὶν οὗτος inv. ordine B. sed cf. infra. 8. Δεσποτικὸν C. βασιλικὸν Edd. 11. τῶν ἀγελαίων τὴν C. τὴν ἀγελαίαν τῶν iid. 13. τοῖς κατοίκοις αἱ] ταῖς κατοικοῦσιν C. Haec καὶ αὐτοῖς ἀνδράσιν οἱ κώμαι accesserunt ex C.D. πόλεις pro κώμαι D. 14. πανωλεθρίᾳ Β. πανολεθριᾳ C. Edd. καταπιμπράμεναι C. καταπολλύμεναι Edd. 1 5. καὶ assumptum ex C. 16. νοουμένου C. 23. πόνων b. 24. πάντες assumptum ex C. 25. πεφήνασιν C. γεγόνασιν Edd.)

510
[*](Rom.xv. 16.) καιροῦ, καὶ συμπεπονήκασιν ἱερουργοῦσιν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. κέκληνται γὰρ εἰς πεῖραν πολλῶν θλίψεων τε καὶ διωγμῶν, καὶ μονονουχὶ πεπύρωνται, δοκιμαζόμενοι διὰ πειρασμῶν, ὡς δύνασθαι λέγειν ἐκ παρρησίας [*](Ps. lxv. 10.) “Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται “ τὸ ἀργύριον.” τίς οὖν ἡ ἐντεῦθεν ὄνησις; ἢ ποῖος ἔσται μισθὸς τοῖς ὧδε πεπονηκόσι καὶ δεδοκιμασμένοις; οἰκεῖοι [*](c) γεγόνασι τοῦ Θεοῦ, γνώριμοί τε καὶ ἠγαπημένοι. κατελο- [*](1 S. Pet. ii. 9.) γίσθησαν γὰρ εἰς “ἔθνος ἅγιον, εἰς βασίλειον ἱεράτευμα, “ καὶ εἰς λαὸν τὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί- “λωσι τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν [*](Ib. 10.) “αὐτοῦ φῶς,” ποτὲ δὲ ὄντες οὐ λαὸς, γεγόνασι λαός. καὶ [*](Es. i. 15.). ποτὲ μὲν ἤκουον “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, “ ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πλη- “ θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν·” νυνὶ ’δε [*](d) φησιν, ὅτι αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου καὶ ἐγὼ έπακούσομαι αὐτοῦ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν. οὐκοῦν γεγόνασι κλῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, δέδονται δὲ τῷ Υἱῷ· συγκατάρχει γὰρ τῶν ὅλων ὁμοῦ τῷ γεγεννηκότι· εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἔχουσι Δημιουργὸν καὶ Δεσπότην.

ΤΟΜΟΣ Ε΄.

[*](2. πολλὴν C. 16. καὶ ἐγὼ ἐπακούσομαι εἰσακούσομαι C.] αὐτοῦ assumpta ex B.C. 20. εὐμενεῖ C. 22. Sic C.)