In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ερεῖ πρὸς αὐτὸ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αυτόν Οὐ ζήσῃ, [*](1,2. προφητεύουσιν — οὐδὲ assumpta ex C. Statim ἐλάλησαν Edd. invito C. 3. ἐπροεφήτευον (bic) C. 8. ἐπειδὴ δὲ C. ἐπεὶ δὲ Edd. 10. ὀλοθρεύεται C. ὠλόθρευτο Edd. 12. τε assumptum ex B.C. 13. ἔμπλεοί τε C. ἔμπλεω Edd. 18. κατ’ ἐκεῖνο τοῦ καιροῦ C. κατ’ ἐκεῖνον τὸν καιρὸν iid. 19. λάμψει λάμψῃ) C. 21. διαυγάσει C. καὶ assumptum ex C. 23. ἀληθινοί τε C. ἀθληταὶ Edd. 27. αὐτοῦ prius deest in Edd.)

502
ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· κώ συμποδιοῦσιν αυτόν ὁ πατὴρ αὐτοῦ κω ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.

Τοσαύτη τις ἔσται περὶ τὸ θεῖον, φησὶν, αἰδὼς τῶν τηνικάδε, φροντιοῦσι δὲ οὕτω τῆς εἰς ἄκρον ἐπιεικείας καὶ [*](b) ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγεσθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, τουτέστι καταδεσμεύσουσιν ὡς ἔκφρονα τε καὶ μεμηνότα, μελλήσαντες δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου.

[*](c)

Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος, καὶ τὸ βέβαιον εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ’ ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν; ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ’ ἡμᾶς [*](d) πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι [*](4. φησὶ post τηνικάδε tr. Edd., hoc ordine C. 7. εἰ ζηλοῦν ἕλοιντο C. ζηλοῦν, τὸ Edd. 8. ὑποπλαττόμενοι C. ἀποπλαττομένους Β. Edd. καὶ C. Edd. κἂν Β. ἀποφθέγξοιντό Β. Edd. ἀποφθέγγοιντό D. ἀποφθέγξεταί C. Statim τὰ Edd. invitis B.C.D. 11. καὶ B.C. τὸν Edd. 12. τόδε C. 13. τὸ alt. C. τόδε iid. 15. ὅπως B.C. ὥσπερ Edd. 21. ἐναλοιει C. 22. γένοιτ’ ἂν C. τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι C. τῆς εἰς Θεὸν εὐσεβείας, ὅτι ὅτε Aub. καὶ ὅτι Β.] Edd. 26. τιμώμενα om. C. habet D. ἐστι C. εἰσι Edd.)

503
στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτὸν, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην ἀνθ᾿ ὦν ἐψεύσαντο. καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ανθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. κω ἐρῶ πρὸς αὐόν Τί αἱ πληγαὶ αὗται ἀᾶ μέσον τῶι χειρῶv σου; καὶ ἐρεῖ Ἅς ἐπλήγην ἐν τῷ οἴκῳ τῶ ἀγαπητῷ μου.

Ὅτι καὶ ποινῆς καὶ δίκης ἄξια τέθεινται παρ’ ἡμῖν τὰ [*](a 790 Α.) πάλαι τεθαυμασμένα, καὶ ἐκ τῆς τῶν προκειμένων ἐννοίας ἀταλαίπωρον ἰδεῖν. προεφήτευον μὲν γὰρ, ὡς ἔφην, ἐν τῷ Ἰσραὴλ οἱ ψευδοεπεῖς τε καὶ φένακες, καὶ πλανᾶν εἰωθότες “ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου κατὰ τὸ [*](Ezech. xiii. 19.) γεγραμμένον. εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, επέπληττε μὲν οὐδεὶς, οὐδ’ ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον [*](b) ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν ’δε γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτουμένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ κακοῦ, καὶ δεῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο, του- [*](4. αὐτὸν] αὐτοὺς F. (22. al.) 5. ἐρεῖ] + ὅτι B. 6. διότι C. (Alex.) cf. infra. διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι Edd. ὅτι ἄνθρ. ἔργ’. τὴν γῆν ἐγώ εἰμι διότι Β. 9. τῷ ἀγαπητῷ B.C. (Vat. S) cf. infra. τοῦ ἀγαπητοῦ F. Edd. (Alex.) cf. supra 415 d. in S. Joannem 463 c. [sed in S. Joannem 1107 a τῷ ἀγαπητῷ?]. 12. εἰδεῖν (sic) C. 16. οὐδ’] οὐκ C. 19. ἴεσαν C. ἐν assnmptum ex C. 20. γε assumptum ex C. 22, ἐπιτιμωμένης C. ἐπιτετιμημένης Edd.)

504
[*](c) τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῆ πλημμελείᾳ κατολοφύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πὼς εἰς [*](d) ἁμαρτίας. εἶεν δ’ ἂν αἱ τοιαίδε μετανοούντων φωναί. εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμποδισάντων [*](Supra ver. 3.) αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ αγαπητος ἑκάστῳ τῶν καθ’ ἡμᾶς, ὁ τῶν γεγεννηκότων.

Ὅρα τοίνυν ὅση τις ἐστὶν ἡ τῶν πάλαι τε καὶ νῦν πραγμάτων διαφορά. ἐθαυμάζοντο μὲν γὰρ οἱ παρ’ ἐκείνοις ψευδοπροφῆται, καὶ ἦσαν ἐν δόξη καὶ ὑπολήψει χρηστῇ, [*](e) καὶ ταῦτα δρῶντες οὐδὲ μετεμέλοντο· κατὰ δέ γε τὸν ἐνεστηκότα καιρὸν, εἰ δή πη τινὲς ἕλοιντο ταῖς ἐκείνων μανίαις κατακολουθεῖν, ἐπιτιμῶνται, καταισχύνονται, ταῖς τῶν γεγεννηκότων κολάζονται ψήφοις, μεταγινώσκουσιν ὡς ἡμαρτηκότες καὶ πενθοῦσι καὶ κλαίουσιν, αἰτοῦσι συγγνώμην τὴν τῆς ἀνθρωπείας φύσεως ὁμολογοῦντες ἀσθένειαν καὶ [*](791 Α. a) τὸ εὐόλισθον εἰς ἁμαρτίαν. ἀνῄρηται γὰρ “τὸ πνεῦμα τὸ [*](Supra ver. 2.) “ἀκάθαρτον ἀπὸ τῆς γῆς,’’ τῆ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμει τε καὶ ἐξουσίᾳ.

[*](1. κατωλοφ. C. 6. τουτέστιν] + ὅτι Edd. invito C. 8. ἑτοιμοτέρα πὼς C. ἑτοιμοτρεπὴς iid. 9. ἁμαρτίας C. ἁμαρτίαν iid. 10. ἔρεσθαι] + τι Β. Pont. 12. τῷ ἀγαπητῷ B.C. Pont. τοῦ ἀγαπητοῦ Aub. 13. τὰς] τὰ Edd. 14. ἀγαπητὸς B.C. Pont. ἀγαπητοῦ Aub. 15. γεγενηκότων (sic) C. 16. τε assumptum ex C 19. γε om. C. 20. πη assumptum ex C. 21. μανίαις C μαντείαις Edd. ἀκολουθεῖν C. καταισχύνονται C. κοὶ καὶ Β. καὶ κατ’. καὶ Edd. 23. καὶ prins et αἰτοῦσι συγγνώμην assumpta ex C. 24. ἀνθρωπίας C. 26. Ἰησοῦ om. C.)
505