In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καταδῃουμένης ἁπάσης τῆς Ἰουδαίας κατὰ καιροὺς ἀπὸ [*](d) τῆς τῶν Ῥωμαίων στρατείας, καὶ αὐτῆς δὲ πολιορκουμένης τῆς Ἰερουσαλὴμ, τοιοῦτον ἔσεσθαί φησι παρὰ τῶν ἐν αὐτῇ τὸν κοπετὸν, ὁποῖον ἃν ποιήσαιτο γηπόνος ῥοῶνος ἐκκοπτομένου. εὐανθὲς μὲν γὰρ τὸ φυτὸν, καὶ συχνοὺς ἐκ ῥίζης ἀνίησι κλῶνάς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραίζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. [*](e) πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀποκείρεσθαι τὸ φυτόν. ἀλλ’ ἢν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ’ αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα [*](a 785 A.) κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ᾿ ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους; ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσπασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, [*](1. τοῦ assumptum ex C. deest in F. (Co.) 6. τῶν assumptum ex C. στρατείας C. στρατιᾶς Edd. 11. εὖ ὡραΐζοιτο C. invito b. 13. καὶ prius assumptum ex C.b. ὀρπίκων C.b. 14. ἐλύτρων C.b. λ ἐλύτρων Β. ἐλύστρων Edd. 15. ἀποκείρεσθαι] ἀποκεῖραι καὶ b. 17. ἥκει Edd. 15. εὐκάρποις C. ἐγκάρποις Β. iid. παρεικάζοιτο C. 19. γὰρ om. C. rasura trium fere litt. habet. D. 20. τέθηντο C. 21. τῆς prius assumptum ex C. 22. τε] δὲ C. 25. ἐχθροῖς] + καὶ Edd. invitis B.C.)

496
καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, [*](b) τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε „Kομμοὶ δὲ ἦσαν ἀνὰ τὴν [*](De Beilo Jud. lib. ii. cap. 1. Supra xi. 1, 2.) „πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέλευστος.” „ ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων “Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω “ πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε “ κέδρος, ὅτι μεγάλως μεγυττάνες ἐταλαιπώρησαν· ὀλολύξατε “ δρύες τῆς Bασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς 10 “ ὁ σύμφυτος·” οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. [*](c) πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς [*](S.Matth. iii. 10; S. Luc. iii. 9.) Ἰουδαίων δήμοις προσπεφωνηκώς “ Ἤδὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,” [*](S. Joan. xv.) “καὶ καίεται.” ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἃν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου. κόχεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν κ᾿ ἑόιυτιίς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν [*](d) μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστη φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιόβουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν. ταύτητοί φησιν ὅτι φυλὴ οἴκου Δαυεὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, [*](1. παντὸς τοῦ ἐν οὐτῇ λιμῷ C. πάντας τοὺς ἐν αὐτῇ λιμοῦ Edd. 2. πεπλήρωτο. μαρτυρήσει B.C. πεπλήρωται. μαρτυρεῖ Edd. Ἰώσηππος C. 5. οἰμωγαὶ δὲ διαπρύσιοι C. οἰμωγὴ δὲ διαπρύσιος Edd. 7. Α τὰς ad τὰς tiansilit Β. καὶ om. C. sed cf. supra 483 c, 755 d. 8. διότι C. ut supra ll. cc. ὅτι Edd. 12. Ἰωάννης B.C. (scil. Baptista) Mατθαῖος Edd. 16. καὶ καίεται οm. C. retinui ex Edd. φησὶν οὕτω hoc ordine C. ἐν αὐτῷ C. 17. κοπετὸς alt. assumptuin ex C ἐντεθηλ. C. 19. φυλὰς alt. om. C. (22, 51, 62, 147, 238.) 20. οὔτι C. οὔτε B. Edd. 21. εστήξει C. 24. μετὰ B.C. κατὰ Edd. 27. λέγομεν C.)
497
τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς Δαυεὶδ, ἤτοι τοῦ Ιούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, [*](e) ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλλέγειν αἰσχροκερδείας. ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας [*](a 786 Α.) ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται καθ᾿ ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ἧ φησιν ὁ προφήτης “Οἱ [*](Soph. iii. 3.) “κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.’’ συνοδύρεσθαι δὲ ταύταις ἀναγκαῖόν πὼς ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν [*](b) ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Κεφ. ιγ΄. Δαυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν.

[*](c)

Ἐπιτρέχει τῷ λόγῳ τὰ μετὰ τοῦτο πάλιν ἐσόμενα “τοῖς [*](2 Tim. iv. 8.) [*](2. ἐκπίπτοντες C. ἐκκοπέντες Edd. κατοιμώζουσιν iid. 6. ἦν om. C. 14. συννόμως C. 16. τὸ om. C. 18. τε assumptum ex C. 20. ταύτας manu prima C. 21. ἐκπεπομμένας (sic) C. 22. κατηρ. τημένου C. ἐπηρτ. Edd.)

498
“ἠγαπηκόσι τὴν ἐπιφάνειαν” τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ταῖς ἀπειθείαις ἐξυβρικότες, ἐν πολιορκίαις ἔσονται, φησὶ, καὶ ἐπί γε τοῖς σφῶν αὐτῶν κατοιμώξουσι κακοῖς. ἐν ’δε γε τῆ νοητῇ καὶ ἁγίᾳ κατὰ τὸ ἀληθὲς Ἱερουσαλὺμ, καὶ ἐν τῷ οἴκῳ Δαυεὶδ, τουτέστι, τῆ Ἐκκλησίᾳ τοῦ πεφηνότος ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα Χριστοῦ, πᾶς τόπος ἔσται διανοιγόμενος, [*](d) τουτέστι, πολλή τις εὐρυχωρία καὶ οἷον ἀνειμένη δίαιτα τριπόθητος καὶ ἀπονωτάτη.

Ἰστέον δὲ ὅτι τὸ ῥητὸν Ἑβραῖοι πάλιν ἑτέρως ἐκδεδώκασιν. ἀντὶ γὰρ τοῦ Ἐσται πᾶς τόπος διανοιγόμενος, πᾶσαν ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν [*](e) γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀποστάτις, [*](S.Matth. xxiii. 37; xiii. 34.) “ἡ ἀποκτενοῦσα τοὺς προφήτας καὶ λιθοβολοῦσα “τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν,” τὰς τοῖς ἰδίοις τολμήμασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ [*](787 Α. a) εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις; Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ [*](2. ἀπιθείαις C. 3. αὐτοῖς manu prima C. κατοιμώζουσι prima C. invito D. 15. ἀπιθὴς C. ἀποστότης C. 16. ἀποκτένουσα B.C. ἀποκτείνουσα Edd. 18. ἔχουσα (sic) C. ἀποτιεῖται C. 20. τουτέστι] + τὴν ἐκκλησίαν b. repugnantibus C.D. 21. τόπῳ παντὶ inv. ordine b. invitis C.D. 25. ἀπὸ C. Edd. ἐκ b. 27. ἐστι τις] Sic edidi. ἐστὶ τίς C. τίς ἔσται Edd. Verba desunt in b. 28. ἀμαθείας Edd.)

499
σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν [*](b) ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν [*](Gal. v. 16.) τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἃν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι ἤτοι τόπος διανοιγόμενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα [*](c) τὸ τῆς καθάρσεως ὕδωρ.

Καὶ ἔσταί ἐν τῆ ἡμἐρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τὰ ὀνόματα τῶv εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι ἔσται αὐτῶν μνεἰα· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.

Πάντα πρὸς τὸ ἄμεινον μετακεχώρηκεν ἐν Χριστῷ, καὶ καινὴ κτίσις τὰ ἐν αὐτῷ, τῆς ἀρχαίας σαθρότητος ἀποβαλόντα [*](2 Cor. v. 17.) βαλόντα τὸν μῶμον. ἀτρεκῆ δὲ ὄντα τὸν ἐπὶ τῷδε λόγον [*](d) κατίδοι τις ἃν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά [*](2. λοιπὸν assumptum ex C. 5. εἰς om. C. 7. αἵματι] + τοῦ b. 9. τὸν assumptum ex C. 13. Κύριος] + σαβαὼθ Edd. invitis B.C. (Alex. XII.) 16. ἀπὸ] ἐκ F. 18. αὐτῷ C. Χριστῷ Edd. 19. τόδε C. 20. κατείδοι C. καὶ assumptum ex C. 23. ἦν om. C. 24. δυσβουλίαις (sic) C. 25. ἀναθῆναι C. 26, τῷ assumptum ex C. )

500
[*](e) πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ ’δε γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος [*](Deut xxxii. 9.) καὶ “μερὶς Τυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- “ρονομίας αὐτοῦ,’’ τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπικουρίαν αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπονεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαι- [*](788 Α. a) μονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως, τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν. οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρησμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Σῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ [*](b) τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν. περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προφήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιά- [*](Hier. xiv. 13.) ζοντα Θεόν “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- “φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς οὐκ ἕαται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπερ τούτῳ.’’ καὶ πρός γε ταῦτα Θεός [*](Ιb. 14.) “ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ [*](c) “οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ [*](1. ταύτῃ C. ἀβελτερίας C. ἀβελτηρ. Edd. 2. ἦν assumptum ex C. ἀπόλεκτος C. ἀποδεκτὸς B. Edd. 3. τε om. C. 7. τὸ C. 8. πρὸς τὸ δεῖν] πρὸςτοδῆν (sic) C. 9. συναποκομίζεσθαι C. ἀποκομίζεσθαι Edd. 10. ἐνολισθεῖν C. στοιχεῖν iid. 11. ψευδοπροφητῶν C. ψευδωνύμων προφητῶν iid. 12. βεβήλοις C. τοῖς βεβ. iid. 16. ἐπὶ τοῦτο C. 17. ἀπηρεύγοντο] ἀπηγόρευον C. 18. ἑαυτῶν C. αὐτῶν iid. 23. ἡμῖν C. (Alex.) ὑμῖν Edd. (Vat.) 25. φησὶν assumptum ex C. ἐπὶ C. ἐν Edd. (48.) neutrum habet B. 27. ὅτι C. καὶ Edd.)
501
“προφητεύουσιν ὑμῖν’’ καὶ πάλιν “Οὐκ ἀπέστελλον τοὺς [*](Hier. xxiii. 21.) “προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, “καὶ αὐτοὶ προεφήτευον.’’ ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροωμένοις τὰ “ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ [*](Ιb. 16.) “ἀπὸ στόματος Κυρίου.” εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ιουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ [*](d) ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλολατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπον τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοι τε ἦσαν, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνησιν καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν [*](e) φησὶν απο τῆς γῆς τὼ ἐνόματα τῶν εἰδωλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνη, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνατείηῃ, [*](2 S. Pet. i. 19.) κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξηρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας 5 ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν.

[*](a 789 Α.)