In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ είπε Κύριος πρὸς μέ Ἒτι λάβε σεαυτῷ σκεύη ποιμενικά ποιμένος ἀπείρου, διότι ἰδού ἐγὼ ἐξεγείρω ποιμένα ἐΜ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, κα τὸ διεσκορπισμένον οὐ μἠ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μἠ ίάσκται, καὶ τὸ [*](e) ὁλόκληρον οὐ μὴ κατευθύνει, καὶ τὰ κρέα τῶ ἐκλεκτῶν καταφάγεται, καὶ τούς ἀστραγάλους αὐτῶν ἐκστρέψει.

Τοῦ ἀγαθοῦ ποιμένος, σοφοῦ τε καὶ ἐπιστήμονος, τουτέστι Χριστοῦ, τὰς δύο ῥάβδους ἀπορρίψαντός τε καὶ διασκεδάσαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προαποδεδομένους τρόπους· τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου [*](a 769 A.) ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ [*](Supra ver. 11.) καὶ Πατρὸς ἀπορρήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ’ ἡμᾶς, κεχρημάτικε τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν αὐτοῖς εἰς μυσταγωγίαν καὶ [*](Cf. 1 S. Pet. v, 4.) εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ’ ἑαυτὸν μυστηρίου τήν τε εὐαγγελικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. [*](1, 2. Sic Β. Τόμος ε΄ C. 4. ἐγὼ om. hic C. ℵ 22. al.) ποιμένα] + ἄγειρον F. Edd. (22. al.) invito C. sed cf. infra. 5. γῆν] + καὶ F. ἐκλειμπάνον C. διασκορπισμένον (sic) C. 6. ζητήσει C. (238.) 7. κατευθυνεῖ Β. κατευθύνει 20) κατευθύνει εἰ = η) C. κατευθύνῃ Edd. 10, διασκε- δάσαντος] + ἐν Edd. invitis C.D. 12. ὃτι] + ὁ C. 13. καίτοι παρὰ C. Θεὸς ὢν ὁ ἐκ Edd. 14. καὶ prius et ὁ ἐξ — αὐτῷ accesserunt ex C. 18. καὶ ult. assumptum ex C. )

470
[*](Supra 761 e, Ezech. xxxiv. 14.) ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι’ ὧν ἡμᾶς καταποιμαίνει χριστὸς “ ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι” καθὰ γέγραπται. ἀλλ’ οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο [*](S. Joan. v. 45-47.) αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “ Μῆ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατη- [*](c) “ γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ “ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ “ ἐκεῖνος ἔγραψέν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- “ ἕτε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε ” ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν.

Ἐπειδὴ δὲ τῆς ἀληθείας τὴν γνῶσιν οὐ παρεδέξαντο, [*](2 Thess. ii. 11.) ταύτῃτοι, καθά φησιν ὁ σοφώτατος Παῦλος “ πέμψει αὐτοῖς “ ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ [*](d) ” ψεύδει· ἐνέργειαν δὲ πλάνης τὸν ἀντίχριστον εἶναί φησιν, ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται [*](S. Joan. v. 43.) λέγων αὐτοῖς ὁ Σωτῆρ’ ἀπειθεῖν ᾑρημένοις “ Ἐγὼ ἐλήλυθα “ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· “ ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’’ ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς [*](2. Thess. ii. 4.) ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, “ τὸν ἀντικείμενον καὶ “ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε “ αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν [*](e) “ ὅτι ἔστι Θεὸς,’’ τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς [*](5. τούτων C manu prima. τούτοις habet D. 7. μὲν om. C. 9. ἐναργῶς. αὐτὸς ἔφασκεν hoc ordine C. ἔφασκεν ante ἐναργ. tr. Edd. 12. Μωυσῆ C. 18. καθό assumptura ex C. 20. δὲ] + τῆς Edd. invito C. 22. ἀπιθεῖν εἰρημένοις C. 25. ἔμελλον C. μέλλουσι iid. 26, ἀμελλιτὶ C 29. ποιμαίνειν ὀρθῶς C. καλῶς ποιμ. iid.)

471
οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἳν’ εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύηται τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις. καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ απείρού ποιμένος. ἐπειδὴ δὲ κατὰ [*](a 770 Α.) καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτητοί φησιν Ἰδοὺ ἐγὼ εζεγειρω ποιμενα ἐπὶ τὴν γῆν, τὸ εκλιμπανον οὐ μὴ επισκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπιστίαν, οὐκ ἂν ἐπιρρώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας [*](b) ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ Ἰάσηται. συντρίβεται δέ τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ κατευθυνῇ, ἁλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς αστραγάλους αὐτων ἐκστρέφει. πολεμήσει γὰρ τοῖς [*](c) ἁγίοις ὁ τῆς ἀνομίας ὑιὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν [*](2. ἐπιεικέστατοι C. ἐπιεικέστεροι Edd. 4. ἵν' C. ἵνα iid. τοῦ C. καὶ παίειν iid. 5. εἴη] εἷς ἦ C. 7. ἁδροτάτοις C. ἁδροτέροις iid. 11. ἐπὶ] + τῆς Edd. invito C. 13. ἐμ γείρω C. ἐγερῶ Edd. ἐκλειμπόνον C. ἐπισκέψεται Edd. ante Migne invitis B.C. 15. διεσκ.] δὲ ἔσκ’. Edd. invitis B.C. 16. ζητήσει C. 18. ἔχων C. 19. μὴ om. Aubertus. 20. ἡττόμενος C. 23. τοῦτο C. τοῦτον Edd. 24. οὐκέτι assuinptum ex C. 23. κατευθύνει ( = κατευθυνῇ) C. Statim ἀλλὰ assumptum ex C. 27. ἐπαφεὶς b. Edd, ἐπαφιεὶς C.)
472
ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχη τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσκυνεῖν [*](2 Thess. ii. 9.) αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ “ τὴν “ παρουσίαν κατ’ ἐνέργειαν τοῦ σατανᾶ,” καὶ ἐν Βεελζεβοὺλ [*](S. Matth. 24. Ib. 22. d.) ποιήσει “ τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς “ ἐκλεκτοὺς,’’ καὶ ἧ φησὶν ὁ Σωτῆρ’ “ οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ,” μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· “ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.’’ [*](2 Tliess. ii. 8.) “ ἀνελεῖ γὰρ αὐτὸν ὁ κύριος τῷ πνεύματι, καὶ καταργήσει τῇ ἐπιφάνειᾳ τῆς παρουσίας αὐτοῦ.”

Ὦ οἱ ποιμαίνοντες τὰ μάταια, κὼ οἱ καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐΜ τοῦ βραχίονος αὐτοῦ κὼ ἐμ τὸν ἀφθαλμὸν τὸν δεξιόν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται [*](e) κὼ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθησεται.

Γεγονότος ἅπαξ τοῦ λόγου περὶ ποιμένος ἀπείρου, μονονουχὶ καὶ ἐπιστυγνάζει λοιπὸν τοῖς μὴ ἀγαθοῖς ποιμέσι, καὶ γενικωτάτῳ τρόπον τινὰ χρῆται λόγῳ, τὰ τοῖς ὧδε γνώμης ἔχουσι συμβησόμενα προαναφωνῶν. ἄθρει γὰρ ὅπως ὡς ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι’ ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι [*](771 Α. a) ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβάτοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον [*](1. κρεανομήσει C. κρέα νομήσει b. κρεωνομήσει Edd. 2. ἐκτρέψει C. 3. ἔχη C.D. ἔχοι b. Edd. 6. πλανᾶσθαι C.b. πλανῆσαι Edd. 9. κολιβωθήσονται Β. κολοβοθήσονται C. 10, καταρθήσει (sic) Edd. ante Migne. 15. ἐκτυφλούμενος om. C. (130, 311.) habet D. 19. γενικωτάτῳ τρόπον τινὰ χρῆται λ. C. γενικώτατόν τινα τρόπον χρ. τῷ λόγῳ Edd. 20. ὃπωψς assumptum ex B.C.)

473
Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·’’ οἱ δὲ κατέσφαζόν [*](Supra ver. 5.) τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ’ αὐτοῖς ὁ λόγος. τοι. οὗτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν [*](S.Matth xxiii. 14.) βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· [*](b) ἀλλὰ περιάγοντες μὲν “ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα [*](Ib. 15.) ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες “ αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν.’’

Τί δὴ οὖν ἄρα τοῖς οὕτω πονηροῖς ποιμέσι συμβήσεται ; μάχαιρά φησιν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ. λαμβάνεται δὲ ὁ βραχίων εἰς δύναμίν τε καὶ τύπον τῆς πνευματικῆς ἐνεργείας. καὶ γοῦν καὶ τῶν σφαζομένων ζῴων ἐν τῇ ἁγίᾳ σκηνῇ ἀπόλεκτον τῷ θείω θυσιαστηρίῳ μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῶ Θεῶ. [*](Deut. xviii. 3.) ὑποφαίνοντος οἴμαι του νόμου δι’ αἰνίγματος, ὅτι Θέῳ τὴν [*](c) ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς “ Μεγέθει [*](Exod. xv. 16.) “ βραχίονός σου ἀπολιθωθήτωσαν ” ὁ ’δε γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐν ἰσχύοντος Θεοῦ· κατασκοτισθήσεται [*](d) δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παρρησίας Οτι σὺ φωτιεῖς λύχνον μου κύριε, ὁ Θεός μου φωτιεῖς [*](Ps. xvii. 29.) “ τὸ σκότος μου.’’ δεξιός τε βραχίων ὁ τῆ μαχαίρᾳ τεμνόκατεσφάζοντο [*](1. κατεσφόζοντο ad κατέσφαζόν τε manu recentiori corr. C. 3. ὅλως et ὁ assumpta ex C. 4. κλείοντες] + τε Edd. invitis B.C. 9. διπλώτερον Edd. 13. πνευματικῆς] πατρικῆς (sic) C. καὶ alt. assumptum ex C. 16. ὑποφαίνοντος C. ὑπεμφ. iid. νόμου C. λόγου iid. ὅτι] + τῳ iid. invito C. 17. τὴν om. C. 20. εἰς] ἐκ (sic) iid. 23. ἒσται] + σωματικῆς Edd. invitis B.C.D. 25. καὶ om. C. (manu recentiori suprascriptum). 26. λέγει C. (v manu recentiori suprascriptum. 28. τε C. δὲ ὁ Edd. ὁ τῆ] τῇ] C.)

474
μένος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ [*](2 Cor. iii. 15.) καρδίαν. ὡς γὰρ ὁ Παῦλός φησιν “Ἂχρι σήμερον ἡνίκα [*](e) “ ἃν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ περὶ αὐτῶν [*](Ps. lxviii. 24.) “ Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν· σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ’ αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἢ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ’ ὅτι τοὺς ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου [*](772 Α. a) παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ’ ἂν οὐ μετρίως ἡ τῶν Θῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ’ Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν· ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι.

[*](Κεφ. ιβ΄.)

Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, λέγει Κύριος, ἐκτείνων [*](b) οὐρανὸν, κω θεμελιῶν γῆν, κὼ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.

Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν ἀφήγησιν τὴν ἐπί γε φημὶ τῷ ἀγαθῷ ποιμένι, τουτέστι Χριστῷ, καὶ μέντοι τὴν ἐπί γε τῷ ἀπείρῳ τε καὶ ὠμοτάτῳ καὶ κρεανομοῦντι τὰ πρόβατα· τοῦτον δὲ εἶναί φαμεν τὸν ἀντίχριστον· [*](2–4. οὐκ ἰσχὺς ἡ — καὶ καρδίαν accesserunt ex C.D. nisi quod οὔτε θεῖον pro οὐ τὰ ἐκ θείου φωτὸς exhibet D. Lacuna versus unius B. quem sequuntur Edd. 5. ἂν ἀναγινώσκηται] ἀναγινώσκεται C. 8. τρόπον, εἲπῃς et νόημα inter se transp. Edd. invitis B.C. lo. ὀνήσῃ B. ὀνήσει C. ὀνήσειεν Edd. 12. ἂν prius om. C. δ’ om. D. οὐ] οὑν prius scnptmn per ras. οὐ fecit C. 13, ἀπόθεσις B.C.D. ἀπόδειξις Edd. 14. βδελλ. C. μὲν assumptum ex C. 15. γενέσθαι L. πένεσθαι Β. Edd. 16. τὸ ἐν ἀποβολῇ B.C. τὴν ἀποβολὴν Edd. 22, φημι assumptum ex C. 23. γε assumptum ex C. κρεανομοῦντι B.C. κρεωνομ. Edd.)

475
διαμέμνηται χρησίμως καὶ τῶν ἐσομένων κατὰ καιροὺς διωγμῶν κατά τε τοῦ Ἰσραήλ· καὶ οὐχὶ δήπου πάντως [*](c) τοῦ κατὰ σάρκα, μᾶλλον δὲ τοῦ νοητοῦ· καὶ τῆς ἁγίας ὄντως Ἱερουσαλὴμ, “ ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος.’’ [*](1 Tim. iii. 15.) ὡσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως [*](Rom. ii. 29.) τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι’ αὐτοῦ καὶ ἐν αὐτῶ τὸν [*](d) Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος.

Λαμβάνεται τοίνυν ὁ λόγος ἐπὶ τὸν ἀρτίως ἡμῖν εἰρημένον Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων Δημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ισραηλ τὸ λημμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ “ ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν,” κατὰ τὴν τοῦ [*](e Ps. ciii. 2.) ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευστος [*](Ps. xxiii. 2.) γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἃν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῶ δοκοῦν ἀποπεραίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γεγ́ονε δι’ αὐτοῦ, [*]( τε C. γε Edd. που assuinptum ex C. 9. τὸν assumptum ex C. 10. μᾶλλον πάντες C. πάντως Edd. 11. ἐπεγνωκότες C. ἐγνωκ. iid. 12. οὕτος ἐς τρόπος ὁ C, οὑτοσὶ τρόπος iid. 15. Δημιουργὸς C. Θεὸς iid. 16. τὴν C. τὰ iid. πρὸς ἀνάρρησιν Β. 19. λόγου D. Edd, In C., υ per cast. manu recentiori ; quid scriptum antea nescio. Statim ὁ addit C, invito D. 21, τε C B C δὲ Edd. 24. αὐτὸς ὁ C. καὶ iid. 2.5. τῶν assumptum ex B.C. 26 ἀν’ assumptum ex C. ἀποπεραίνῃ edidi. ἀποπεραίνει C. ἀποπερανεῖ Edd. 27. Haec παρὰ Θεοῦ assumptaex C.b. )

476
[*](773 A. a) ἀλλ’ οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που [*](Ps. 1. 12.) καὶ ὁ θεσπέσιος Δαυείδ “ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ “ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.’ καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν , ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρακαλεῖν καρδίαν καθαρὰν [*](b) καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονήτων πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐννοίας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον. Ἴδου ἐΓὼ Τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι [*](c) τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἐσται περιοχή ἐμ Ἱερουσαλήμ. κὼ ἐσται ἐν τῇ Ἡμέρᾳ ε'κείνῌ θήσομαι τὴν Ἱερουσαλὴμ λόθον καταπατούμενον πᾶσι τοῖς ἒθνεσι· πᾶς ὁ καταπατῶ αὐτὴν ἐμπαίζων ἐμπαίξεται, κὼ ἐπισυναχθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἒθνη τῆς γῆς.

Ἐν τοῖς ἤδη προαπηγγελμένοις ὁ κατὰ τῆς Ἰουδαίας πόλεμος διὰ τῆς Ῥωμαίων ἐσόμενος στρατιᾶς εἴρηται σαφῶς. [*](supra xi. 3. d) καὶ γοῦν ἔφασκε “ Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιστοι [*](3. μεταστοιχειούμενον (per rasuram et manu recentiori μετα·χειούμενον) C. μεταστοιχειούμενος b. inv. D. 3. που assumptum ex C. 4. ὁ om. C. 6. εἴ γε C. εἴπερ Edd. ἔχοι C. ἔχει iid. 12. τῶν assumptum ex D.b. τῶν τὸν inv. ord. (sic) C. 13. ἕλοι C. ἒχῃ Edd, 14. τι assumptura ex C. post λέγοιεν tr. D. τῶν ἐλπίδος C. ἐλπίδος D. τῶν ἐλπίδων Edd. ἥκει iid. 15, ἒννοιας τὰς C. ἔννοιαν τὴν iid, τε assumptum ex C. Statim τοῦ om. C. ἀπιστούμενον C. ἀπιστούμενα iid. 20. ἐπι- συναχθήσονται συνοχθήσ. F. Edd. 22. τῆς C. γῆς Edd. 23, στρατείας C. εὂρξται C, εἴρητο iid.)

477
“πώρηκεν ἡ μεγαλωσύνη αὐτῶν·’’ καὶ μεθ’ ἕτερα πάλιν “ Διὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας [*](Supra xi. 6.) “ τὴν γῆν, λέγει κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς “ ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ “ εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, “ καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.’’ ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς [*](e) Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῶ ὀνόματι τοῦ Χριστοῦ, [*](Acta SS. App. iv. 18.) μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δέ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες ; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ [*](a 774 Α.) κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πὼς ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λιθῷ καταπατουμένῳ. καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτῆρ’ καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους [*](b) ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευμεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι [*](2. οὐκ assumptum ex C. 9. γὰρ assumptum ex C. 13. αὐτοὺς π. C. καὶ ἑτέρως π. Edd. 15. ὁ alt. om. C. 17. ἕτεροι πόλιν γεγόνασι hoc ordine C. ἕτεροι post γεγ. tr. iid. Haec καὶ κατὰ χώρας accesserunt ex C. 18. κεκρατηκότων C. βεβασιλευκότων iid. 21. τοὺς pro τοῖς (sic) C. 23. τε om. C. habet b. σαλευομένοις b. invitis C.D. εἰ C manu prima. 24. λίθων καταπατουμένων ad λίθον καταπατούμενον per rasuram cast. C. λίθῳ καταπατουμένῳ habet b. 26. σευομένων Edd. ante Migne. Statim αὐτῶν C.b. 28, ἀφῆκεν C. ἐφῆκεν habet b.)
478
διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξασθεῖέν [*](Tim. ii. 12.) τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, “ καὶ “ συμβασιλεύσομεν’’ αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ [*](2 Cor. i. 7.) “ κοινωνοὶ τῶν παθημάτων’’ ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἕλ’ μέθᾳ. ἱροῦ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ [*](c) αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίξεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος. [*](d) ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι, τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ [*](Cf. Heb. ii. 10.) βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ιδου γάρ φησιν ἐγὼ τιθημί τὴν Ιερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος [*](S. Joan. xix. 11.) φωνῆς εὖ μάλα σαφῶς ἐφήμενον πρὸς Πιλάτον “ Οὐκ εἶχες “ οὐδεμίαν ἐξουσίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι “ ἂνωθεν·” φαίη δ’ ἃν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, [*](c) τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκείτωρ, πατάξω πάντα ἳππον ἑ ἐκστάσει κω τὸ ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· [*](2. βασιλεύσειαν C. συμπάσχωμεν C. 3. συμασιλεύσαιμεν C. 5. φησι om. C. 6. που assumptum ex C. καὶ ταχθείη C. κοταχθείη Edd. 9. ἐμπαίζεται Aub. 12. εἴδεσαν C. 14. αὐτοὺς (sic) C. 15. δὴ C.D. δὲ b. Edd. 16. ἑαυτοῦ C. invito b. 17. ἐφιέντος C. ἐφίεται γὰρ Edd. 19. ἂπασι C. (cf. Eus. a Parsonso cit.) πᾶσι Edd. 21. Haec εὖ μάλα σαφῶς assumpta ex C. ἒχεις C 22. κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν inverso ordine C. σοι suprascr. manu eadera C. 23. δ’ assumptum ex B.C. 24. Habet εἶχες C. ἐξουσίαν οὐδ’. κατ’ ἐμοῦ inv. ord. C)

479
ἐμ δέ τόν οὶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, κὼ πάντας τούς ἵππους τῶι λαῶι πατάξω ἐν ἀποτυφλώσει.

Ὅτι καὶ πάντα κατευνάσει πόλεμον, καὶ ἀπράκτους ἀποφανεῖ [*](a 775 A.) τὰς τῶν διωκτῶν ἐφόδους, δίδωσι νοεῖν, ἲππον τε καὶ ἀναβάτην πατάξειν εἰπὼν ἐν ἐκστάσει τε καὶ παραφρονησει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταὐτὸν τὸ παθεῖν τὴν ἔκστόισιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἒκστασις ἃν νοοῖτο, καὶ μάλα εἰκότως. οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων “ Οί [*](b Deut.xxxii. 31. Ps. xix. 8, 9.) “ ἐχθροὶ ἡμῶν ἀνόητοι,” καὶ μὴν καί “ οὗτοι ἐν ἅρμασι καὶ Ps. xix. “ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν “ μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἒπεσον, “ ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν.” παραφρονήσειε δ' ἃν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφα- νοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα [*](c) τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἃν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες ’τον σαταναν, καὶ πονήροις μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ’ ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν ; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειην ἐπαγγέλλεται· ἵνα νοῶ μὲν τὰς τῶν πολεμίων φάλαγγας, τὰς [*](d) ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας.

[*](4, διωκτῶν C. διωκόντων Edd. τε assumptum ex C. 6. τὸ] τῷ C. 7. ἒκστασιν] + καὶ Edd. invitis B.C. Statim τῷ Β. τὸ C. Edd. 14. ἀνορθὠημεν C. (Alex.) ἀνωρθ. Edd. (Vat.) 15. ἀνοσίως C. Edd. ἀνόμως b. 17. στεφανοῦνται B.C.b. φανοῦνται Edd. 18. κἀν B.C.b. καὶ ὃτε Edd. δοκοῖεν B. C.b. δοκεῖν Edd. 20. τῷ prius] τὸ (sic) C. ὁρῶνται εὐκλεεῖς] ὁρᾶτο [postea ὁρᾶ τὸ] εὐκλεὲς C. 27. τὰς alt. assiimptum ex C.b.)
480

Ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξειν ἔφη τοὺς ὀφθαλμούς. καὶ Ἰούδαν μὲν ἐν τούτοις τὸν ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ Ἰούδα φυλῆς πεφηνότα Χριστὸν ὀνομάζει· οἶκον δὲ αὐτοῦ τὴν Ἐκκλησίαν, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων τὴν ἁγίαν πληθύν. τὴν δέ γε τῶν ὀφθαλμῶν διάνοιξιν ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ’ ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ’ [*](e) αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται [*](Ps. xxxiii, 16.) γὰρ ὅτι “ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους.’’ καὶ οὓς ἂν τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστρο- φαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον . καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ [*](776 Α. a) τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε [*](Ps. xxvi. 9.) “ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ “ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·’’ ποτὲ δὲ δὴ αὖ [*](Ps. xxiv. 16.) “ πίλεον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ ἐξ αὐτοῦ συμβαίνοντα· τῷ γεμὴν ἐπιβλέψαι τὸ χρῆναι λαβεῖν τὸν ἔλεον.

Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὐτῶι ΕὙρήσομεν ἑαυτοῖς τούς κατοικοπυντας ἐν ‘Ιερουσαλὴμ έν Κυρείῳ παντοκράτορι Θεώ αὐτῶι.

[*](b)

Χιλιάρχους μὲν Ἰούδα τοὺς ἁγίους ἀποστόλους κατωνομάσθαι φαμὲν, τοὺς οἷον ἐν τάξει στρατηγῶν κεχειποτονηδανοίξειν [*](1. B.C.b. ἀνοίξειν Edd. 2. ἐκ alt. assumptum ex C.b. 6. ἀμφιλαφεῖ Β. ἀμφιλαφῆ C. Edd. 8. αὐτοῖς B.C. αὐτῆς Edd. Abbreviat b. 10, ἀποφαίνει C. ἀποδείκνυσιν Edd. 15. ἔπι. σκέψεως B.C. ἐπιστρέψεως Edd. 17. δὲ om. C. 18. πάντως assuinptum ex C. 20. τῷ] τὸ C. 21. οἱ deest in Edd. πάντες om. C. habet F. (22. al.) 22. εὑρήσωμεν C. (26, 62, 147, 31 1.) ἐν prius D.F. Edd. (233.) deest in C. (rasura duo triumve litt.) cf. infra. 25. τάξει] + τῇ τῶν Edd. invito C. )

481
μένους παρὰ χριστοῦ, καὶ καθηγεῖσθαι λαχόντας τοῦ Ἰούδα, τουτέστι τῶν κεκλημένων εἰς ἐξομολόγησίν τε καὶ αἶνον. αἶνος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. εἶεν δ’ ἃν οὗτοι πάντες οἱ ἐξ ἐθνῶν, οἷς καὶ τὸ χρῆναι δοξολογεῖν τὸν Ἐμμανουήλ ὁ θεσπέσιος μελῳδὸς ἐπιτάττει λέγων ἐν πνεύματι “ Εὐλο [*](Ps. lxv. 8.) “ γεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν “ τῆς αἰνέσεως αὐτοῦ.’’ Ἰούδας τοίνυν ἐν τούτοις οἱ διὰ [*](c) πίστεως κεκλημένοι πρὸς αἶνόν τε καὶ ἐξομολόγησιν· κιλίαρχοι γεμὴν οἱ ἐπ’ αὐτοῖς τεταγμένοι, ταξίαρχοί τε καὶ ἡγεμόνες, οἱ θεσπέσιοι μαθηταί. ἔστι γοῦν ἰδεῖν, οἷά τισι στρατιώταις, τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς διακεκραγότας τε καὶ λέγοντας “ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν [*](Eph. vi. 14-17.) “ ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, “ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου “ τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, “ ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω- [*](d) “ μένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, “ καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ. χρῆναι δὲ ἡμᾶς ὁρᾶσθαι λαμπροὺς καὶ τὴν εὐδόκιμον κατορθοῦντας ζωὴν καὶ ὁ θεσπέσιος ἔφη Παῦλος “ Διὰ τῶν [*](2 Cor. vi. 7.) “ ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, καὶ πρός γε δὴ τούτοις, τὰς τῶν ἐναντίων φάλαγγας μονονουχὶ κατεδείκνυ λέγων “ τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν [*](Eph. vi. 10. Ib. 12.) “ Χριστῷ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. οὐ γάρ “ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἁλλὰ πρὸς τὰς “ ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ “ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς “ ἐπουρανίοις.’ Χιλίαρχοι δὴ οὖν, καὶ μάλα εἰκότως, οἱ θεσπέσιοι μαθηταὶ, [*](6. τῶν pro τὸν (sic) C. 8. αἶνόν C. αἴνεσίν Edd. 15. ἐν C. ἐπὶ iid. θυραῖόν Q. – 28. Haec καὶ τὴν — ἐν τοῖς ἐπουρανίος accesserunt θ ex C.D. 17. δέξασθαι C. δέξασ D. 19. κατορθοῦν D. 23. ἐνδυναμοῦσθαι C. 26. πρὸς prius] καὶ πρὸς C. )
482
οἳ καὶ ἐροῦσί φησιν ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐταῖν. ἐπεθύμουν μὲν γὰρ οἱ θεσπέσιοι μαθηταὶ τὴν ἁγίαν ὄντως Ἱερουσαλὴ, τουτέστι τὴν Ἐκκλησίαν, μεμεστωμένην ὁρᾶσθαι προσκυνητῶν, καὶ οἷά τινα πόλιν περιφανῆ καὶ ἀοίδιμον πολυάνδρῳ πληθύι· τῶν ἐνοικούντων εὖ μάλα κατασεμνύνεσθαι. καὶ γοῦν διεκήρυττον τὴν πίστιν, εὐηγγελίζοντο [*](e) τὸν Ἰησοῦν, σημείοις τε καὶ τέρασιν ἐπισφραγιζόμενοι τοὺς παρ’ ἑαυτῶν λόγους. πλὴν οὐκ ἔπιθον τὸν Ἰσραήλ· ἀπομεμένηκε δὴ σκληρός τε καὶ ἀκαμπὴς καὶ οἷον ἵππος ἐξήνιος. ταύτῃτοι λοιπὸν ἐζήτουν ἑαυτοῖς τοὺς κατοικοῦντας τὴν ἁγίαν πόλιν ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτων, τουτέστιν ἐν Κριστῷ, καὶ δὴ καὶ ἐτράποντο πρὸς τὰ ἔθνη, τοῖς [*](777 A. a Acta SS. App. xiii. 46, 47.) Ἰουδαίων δήμοις ἐπιφωνήσαντες “ Ὑμῖν ἦν ἀναγκαῖον “πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπω- “ θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου “ ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, οὕτω γὰρ ἡμῖν “ ἐντέταλται ὁ Θεός.” ἐκεῖθεν ἐζήτησαν τοὺς τῆς Ἐκκλησίας πολίτας, ἧς καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμέμνηται λέγων [*](Ps. lxxxvi. 3.) “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.” ζητήσαντες δὲ πεπλουτήκασι, συνεκόμισάν τε πληθὺν τὴν [*](Es. liv. 2, 3. b) ἀριθμοῦ κρείττονα, καὶ δὴ καί φασι τῆ ἁγίᾳ πόλει “ Πλά- “ τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ “ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ “ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” ἡ δὲ τῷ πλήθει τῶν κατοι- κούντων αὐτὴν ἐπιγάνυται, μόνον δὲ οὐχὶ καταθαυμάζουσα [*](2. ἐν prius om. C. (ut supra). Haec ἐν Κ. π. Θ. αὐτῶν assumptfi ex C. 5. καὶ ἀοίδιμον πολυάνδρῳ assiimpta ex C. 6. ἐνοικούντων] + αὐτὴν Edd. invito C 7. εὐηγγελίζοντο C. εὐαγγελιζόμενοι Edd. 8. ἐπισφραγιζόμενοι C. ἐπισφραγίζοντες iid. 9. παρ’ assumptum ex C. ἔπιθον C, ἔπειθον iid. τὸν Ἰσραήλ assumpta ex C. 10. ἀπομεμένηκε C μεμέν. iid. Statim δὴ ex corr. manu ut vid. ead. ex forte δὲ C. γὰρ iid. 11. τοι om. C. 15. ἀποθεῖσθε αὐτοὺς (sic) C. 19. προφήτης pro θεσπ. C. 23. αὒλεων C. 25. κατίσχυον Aub. 27. ἐπιγάννυται Edd. correxi ex C. δὲ oni. C. (rasura duo triumve litt.) habet D.)
483
τῶν ἰδίων τέκνων τὴν ὁμήγυριν, φησίν “ Ἐγὼ δὲ ἄτεκνος Κη. xlix. “ καὶ χήρα, τούτους δὲ τίς ἐγέννησε μοι, οὗτοι δέ μοι ποῦ “ἤσαν;”

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλόν πυρός ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἑ καλάμῃ, καὶ [*](c) καταφάγονται ἐκ δεξιῶν κω ἐξ εὐωνύμων πάντας τούς λαοὺς κυκλόθεν.

Χιλιάρχους μὲν Ἰούδα, καθάπερ ἤδη προεῖπον, τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς τῶν ἁγίων ἐκκλησιῶν ἡγουμένους ἀποκαλεῖ· κατευμεγεθήσειν τε οὕτω τῆς τῶν ἐθνῶν καρδίας τὸν παρ’ αὐτῶν ἔφη λόγον, ἤγουν τὴν μυσταγωγίαν, ὡς δοκεῖν δαλὸν μὲν ξύλοις ἐμπεπτωκέναι, λαμπάδα γεμὴν εἰς καλάμην τὴν εὐκατάπρηστον. καταφάγονται [*](d) γάρ φησι πάντας τοὺς λαοὺς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων κυκλόθεν, τουτέστιν, οὗπερ ἂν ἰέναι βούλοιντο, πάντη τε καὶ πάντως ἐκεῖ δυνήσονται, καλοῦντες εἰς αἴσθη- σιν καὶ, οἷον πυρὶ τῷ θείῳ καὶ νοητῷ, καταθάλποντες τοὺς ἀπεψυγμένους. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν “ Ἴδου δέδωκα τοὺς λόγους [*](Hier. v. 14.) “ μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ [*](e) “ καταφάγεται αὐτοὺς,” ἀντὶ τοῦ καλέσει πρὸς καὶ ἀπεψυγμένους εἰς ἁμαρτίαν, θερμοὺς δὴ πάλιν άποτελέσει τῷ πνεύματι. ἀπέψυκται μὲν γὰρ ἡ τῶν πλανωμένων καρδία, καὶ νεκρὸν ἔχουσι τὸν νοῦν, προσκυνοῦντες “ τῇ [*](Rom. i, 25.) “κτίσει παρὰ τὸν κτίσαντα” Θεὸν, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας.

Ἐπειδὰν δὲ τὸν θεῖον εἰσδέξονται λόγον, ζέοντες, ὡς [*](1, δ’ C. 5. Α πυρὸς ad πυρὸς transilit D. λαμπάδα om. C prima manu, rasura quinque fere litt. 15. βούλοιντο C. βούλωνται Edd. 25. ξύλοις τε καὶ λίθοις hoc ordine C. 27. Ἐπειδὰν δὲ — λόγον C. ἁλλ’ οἵ γε τοιοίδε Edd, )

484
ἔφην, ἀποτελοῦνται τῷ πνεύματι, θερμοὶ πρὸς πικαιοσύνην· βεβαπτίσμεθα γὰρ καθά φησιν ὁ θεσπέσιος Ἰωάννης [*](S.Matth, iii. 11.) “ Πνεύματι Ἁγίῳ καὶ πυρὶ ” τῷ νοητῷ, καθάπερ τινὰ [*](778 Α. a) συρφετὸν, δαπανᾶν εἰωθότι τὴν ταῖς ἡμετέραις ψυχαῖς ἐνιζήσασαν ἁμαρτίαν καὶ τοὺς τῆς φιλοσαρκίας ἐκτήκοντι ῥύπους. εἴρηται γοῦν πρός τινα καὶ διὰ φωνῆς Ἡσαΐου [*](Es. xlvii. 14, 15.) “Ὅτι ἔχεις ἄνθρακας πυρὸς, κάθησαι ἐπ’ αὐτοὺς, “ ἔσονται σοι βοήθεια·’’ καὶ μὴν καὶ αὐτὸς περὶ ἑαυτοῦ [*](Ib. vi. 6, 7.) φησι “ καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφὶμ, καὶ “ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν “ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ [*](b) “εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ “ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.’ ἄνθρακά που, κατά γε τὸ εἰκὸς, τὸν θεῖόν τε καὶ ἱερώτατον καὶ ἁμαρτίας ἐκτήκοντα Χριστὸν εἶναι λέγων. οὐκοῦν γεγόνασι μὲν ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς εἰς καλάμην οἱ θεσπέσιοι μαθηταὶ κα) κατέφαγον μὲν τὰ ἔθνη κυκλόθεν· πλὴν οὐ δαπανῶντες εἰς ὄλεθρον, καταφλέγοντες δὲ μᾶλλον τῆς ἐν αὐτοῖς ψευδωνύμου γνώσεως τὰ μιαρά τε καὶ βέβηλα δόγματα, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον ἐκτήκοντες, ἀποψύγεσθαι δὲ οὐκ ἐῶντες ἔτι τῶν [*](c) ἅπαξ πεπιστευκότων τὸν νοῦν πρὸς ἀνονήτους εἰκαιοβουλίας , ὡς ἐπί γε σφίσιν αὐτοῖς ἀνασκιρτῶντας λέγειν πρὸς τὸν [*](Ps. cxviii. 140.) τῶν ὅλων Σωτῆρα Χριστόν “ Πεπυρωμένον τὸ λόγιόν σου “ σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.” ὅτι γάρ ἐστι θερμὸς καὶ τομώτατος ὁ τοῦ Θεοῦ λόγος, σαφὲς ἃν γένοιτο, [*](Hier. xxiii. 29.) πρὸς Ἱερεμίαν λέγοντος αὐτοῦ “ Οὐχ οἱ λόγοι μου ὥσπερ “ πῦρ φλέγον λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν.” [*](2, 3, βεβαπτίσμεθα γὰρ καθά τῷ νοητῷ C. καὶ καθά — τῷ νοητῷ βαπτίζοντα Edd. 6, 7. πρός τινα et Ὃτι assumpta ex C. ἄνθρακα manu prima C. 8. βοήθεια C. βοηθοί iid. 10. πυρὸς retinui ex Edd. (Alex.) deest in C. 12. ἥψατο τοῦτο hoc ordine C, 13. περικαθαριεῖ C. πυρὶ καθ’. Edd, 14. τε om. C. 16. Haec ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς assumpta ex C. 18. κύκλωθεν C. 21. δὲ C.D. τε Edd. 22. ἀνονήτους C. ἐννοήτους (sic) D. ἀνοήτους Edd. 27. οὐχ assumptum ex C. ὥσπερ C. cf. supra 668 a. ὡς Edd. )
485
ἔχει γὰρ, καὶ μάλα ἐπιτηδείως, ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος εἴς γε τὸ δύνασθαι καὶ ἀπεψυγμένον εἰς ἁμαρτίαν ἀναζωπυρῆσαι [*](d) τὸν νοῦν, καὶ οἱονεί πὼς ἀπεσκληκότα καὶ πεπιλημένον διαπτύξαι ῥᾳδίως· καὶ γάρ ἐστι “ Σῶν τε καὶ ἐνεργὴς, [*](Heb. iv. 12.) “ καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διϊκνόυ- “ μένος τε μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν “ τε καὶ μυελῶν, καὶ κριτικός ἐνθυμήσεων καὶ ἐννοιῶν “ καρδίας· εἴρηται ’δε που καὶ διὰ φωνῆς προφητῶν πρὸς τὸν ἀπηνῆ καὶ ἄτεγκτον Ἰουδαῖον “ Περιτμήθητε τῶ Θεῶ [*](Hier. iv. 4.) “ ἡμῶν, καὶ περιέλεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες “ Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.” “ Διαρρήξατε [*](Joel ii. 13.) “ τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.”

[*](e)

Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καΘ’ ἑαυπὴν, καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.

Οὐκ ἀεὶ τὴν Ἐκκλησίαν ἐν θορύβοις ἔσεσθαι φησιν, οὔτε μὴν ἀτελευτήτους ὑπομένειν τοὺς διωγμούς· ἀλλ’ ἠρεμησειν τε κατὰ καιροὺς, καὶ κατοικήσειν καθ’ ἑαυτὴν, τουτέστι κατὰ μόνας, οὐκ παρενοχλοῦντός τινος, οὐ θλίψιν ἐπάγοντος, [*](a 779 Α.) οὐκ ἐνιέντος δεῖμα, οὐ τὰς ἐκ τῶν πειρασμῶν δυσθυμίας ἐπισωρεύοντος· σώτει γὰρ Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς. ὑπερασπιεῖ γὰρ οὕτω τῶν ἰδίων ἐκκλησιῶν, ἤτοι [*](1. παναλκὴς assumptum ex C. 2. εἰς ἁμαρτίαν C, ἐν ἁμαρτίαις Εdd. 3. τὸν νοῦν assumptum ex C. πεπηλημένον C. 5. πᾶσαν om. C. 6. πνεύματος C. σώματος Β. Edd. cf. supra 678 d. 9. Περιτμήθητε Β.C. τετμήθ. Edd. 10. ἡμῶν Β. (Alex.) ὑμῶν C. Edd. 10-12. Haec κα περιέλεσθε τὴν σκλ. ὑμῶν et καὶ οἱ κατοικ.—τὰ ἱμάτια ὑμῶν accesserunt ex C. 15. C. (Vat. ℵ) ἐπάρσεις F. Edd. (22. al.) 16. Ἰούδαν Β. (Alex. ℵ) Ἰούδα C. Edd. 17. ἔσεσθαι C.b. γενέσθαι Ead. 18. ὑπομένειν C. ὑπομεῖναι iid. 20. παρενοχλο,ῦντός C.b. [παρενοχλοῦντό (sic) ἐνοχλ. Edd. 21. δείμασιν C. ἐκ assumptum ex C.b. Statim τῶν om. C. habet b. 22. ἐπισωρεύοντας (sic) C. 23. ὑπερασπιεῖ γὰρ b. ὑπερασπίσει γὰρ C. ὑπερασπιεῖ τε Β. ὑπερασπιεῖται Edd.)

486
τῶν ἑαυτοῦ σκηνωμάτων ὁ τῶν ὅλων κύριος, δῆλον δὲ ὅτι Χριστὸς, ὡς ἴσην αὐτοῖς ἀπονεῖμαι φροντίδα τῆ πάλαι δεδωρημένῃ λελυτρωμένων ἐξ Αἰγύπτου τῶν ἐξ Ἰσραήλ. [*](Deut. iv. 20.) ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ἐξ οἴκου δουλείας, καὶ “ ἐκ καμίνου “ σιδηρᾶς,” καθὰ γέγραπται, καὶ ἐξ ἀφορήτου πλεονεξίας [*](Ib.v. 15. b) ὁ τῶν ὅλων Θεὸς, “ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι [*](Exod. xv. 4. 5. Ib. 10.) “ὑψηλῷ,” ὅτε καὶ τοὺς διώκοντας “ κατεπόντισεν ἐν ἐρυθρᾷ “ θαλάσσῃ· πόντος ἐκάλυψεν αὐτοὺς, καὶ ἔδυσαν ὡσεὶ μόλι- “ βος ἐν ὕδατι σφοδρῷ’’ καὶ διεβιβάσθησαν μὲν οἱ λελυ- [*](Ib. xiii. 21.) τρωμένοι. στῦλος δὲ αὐτῶν ἡγεῖτο πυρὸς τὴν νύκτα, καταδεικνύων δεικνύων τὴν ὁδὸν, ἐπεκρέματο δὲ καὶ ἐν ἡμέρᾳ νεφέλη. εἶτα ἐξ οὐρανοῦ κατεδηδόκασιν ἄρτον, διέφυγον ἐν τῇ ἐρήμῳ τὰ τῶν ὄφεων δήγματα, κρείττους ἦσαν ἐχθρῶν, διεβιβάσθησαν [*](c) τὸν Ἰορδάνην, περιετμήθησαν μαχαίραις πετρίναις, εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας.