In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τάδε λέγει Κύριος παντοκράτωρ Ποιμαίνετε τά πρόβατα τῆς σφαγῆς, ἅ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, κω ὁ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οί ποιμένες αὐτῶι οὐκ ἔπασχον ἐπ’ αὐτοῖς.

[*](Supra ver. 3.)

Πρὸς αὐτοὺς ὁ λόγος τοὺς θρηνοῦντας ποιμένας, καὶ τοὺς ἐν τάξει λεόντων ὠρυομένους, οἷς καὶ ἐφίησιν ἔτι τα τῆς [*](b) σφαγης κατανέμειν πρόβατα, καίτοι κατημεληκόσι λίαν, ὡς πιπρασκομένοις τε καὶ σφαζομένοις μηδ’ ὅσον εἰπεῖν ἐπαλγῆσαι βραχύ. ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ’ ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως, [*](1. γραμματεῖς] + τε b. τῶν h. Edd. οἱ τῶν C. 2. καταβρυχώμ. (ut supra) b. 3. δείμασι C.D. Migne. δείγμασι Edd. 6. συνεισπίπτουσα h. 9. κοινά Edd. II. αὐτὸν λεόντων] αὐτῶν C. invitis D.b, 13. ποιμάνατε Β. 14. κτισάμενοι C. 16. ἐπ’ αὐτούς C. 18. τοὺς assuinptum ex C.b. ὅτι pro ἔτι h. 19. κατημεληκόσι D.b. κατημελήκα·σι C. κατημελημένως Edd. 20. μηδὲ 1). 23. κομιδὴ φροντίζοντες hoc ordine C. 24. ἀδεῶς C. ἀνηλεῶς Edd. 25. καὶ om. C.)

451
ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλοκερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι· κατὰ τὸν ἴσον οἴμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ’ [*](c) αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ τοιούτους ὄντας ἐλέγχων “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι [*](S. Matth. xxiii. 23.) “ ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον “ καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, “ τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν.’ ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσάγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, [*](d) ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπισμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ “ Ὦ οἱ ποιμένες [*](Ezech. xxxiv. 2, 3.) Ισραηλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ “ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε “ καὶ τὰ πρόβατά μου βόσκεσθε.” καταβόσκετε τοίνυν [*](e) φησὶ τοὶ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφάζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ’ ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ’ αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο. ὥσπερ γὰρ δεσποτικὸν [*](a 759 A.) [*](1. ἐπιγαννύμενοι Edd. correxi ex C. φιλοκερδείας Β. 5. ἀπλείστῳ C. Edd. ante Migne. 6. βαλλάντια C. 8. ήδυσμον (sic) C. 12. κατὰ νόμον δεκάτας hoc ord. C. τὰς δεκάτας τὰς κατὰ ν. Β. 16. οἱ om. b. 20. τὰ πρ. μου βόσκεσθε D. τὰ πρ. βόσκεσθε Β. τὰ πρ. μου οὐ βόσκετε C. Edd. καταβόσκετε] ποιμαίνετε b. 21. φησι suprascr. manu fere ead. C. Habent D.b. 25. τοι suprascr. C. habet b. τοῖς] + τῶν Edd. invitis C.b. 28. οἱ D. Edd. in rasura manu aliquant. recentiori C. 29. μετεμέλοντο C. κατεμ. Edd.)
452
[*](Es. v. 7.) ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πὼς ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον, ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς [*](b) Κύριος καὶ πεπλουτήκαμεν. νοηθεῖεν δ’ ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι [*](Deut. i. 17.) λέγοντι σαφῶς “ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις “ τοῦ Θεοῦ ἐστιν. ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν· ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ [*](Mich. iii. 11. Hab. i. 2-4, c) “ Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·” ὁ ’δε γε Hab. i. σιὸς Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων “ Ἕως “ τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι “ πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας “ κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; “ ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ “ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος “ κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν “ τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.” οὐκοῦν οἱ [*](d) ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύνοντες μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἃν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως. αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες [*](5. ἐξ αὐτῶν] ἑαυτῶν Edd. 6. εἰς deest in Edd. 14. πόλιν ante ἡμῖν tr. iid. invito C. 17. Ἀμβακοὺμ B.C. Ἀββακοὺμ Edd. 18. κεκράξομαι κύριε inverso ord. C. εἰσακούσῃς C. (8 22. al.) 23. ὁ om. C. (Vat. 8) 29. ἀνούστατα δὲ καὶ παραλογώτατα C.b. ἀνούστατοι δὲ καὶ παραβολώτατοι παραβουλώτατοι Edd. ante Migne] B. Edd.)
453
ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάττονται. ἀλλ’ ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα [*](c) καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ’ ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἢ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ’ οἷς ἃν ἡσθείη Θεός.

Διά τοῦτο οὐ φείσομαι οὐκ ὤ ἐμ τούς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τούς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξελοῦμαι [*](a 760 Α.) ἐκ χειρὸς αὐτῶι. καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν.

Ἀπειλεῖ τοῖς ποιμνίοις ὄλεθρόν τε ὁμοῦ καὶ ἐξοικισμὸν καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, ὅτι καίτοι μετὸν αὐτοῖς τὴν τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ, χεῖρά τε ὑποδραμεῖν καὶ ὑπ’ αὐτῷ γενέσθαι, μᾶλλον προσκεχωρήκασιν ἀμαθῶς τοῖς κατασφάζουσί τε καὶ καταπωλοῦσιν αὐτούς. γέγονε μὲν γὰρ ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ [*](b) Λόγος, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς τήν τε ἐκείνων σκαιότητα καταδεικνὺς καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας τὸ γνήσιον “ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν [*](S. Joan. x. 11-14.) “ αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ “ οὐκ ὣν ποιμὴν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ “ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· [*](1. ἐφελέγχοντο ἂν b. 7. πράττοιντο C. πράττοιτο Edd. II. καὶ] + ἕκαστον Edd. invito C. 12. ἐξελοῦμαι C. (Alex. 61, 106) ἐξελῶμαι Edd. (Vat. 8) 15. Haec καὶ ἐξοικισμὸν — συμφορὰς accesserunt ex C.D.b. Lacunam 25 fere litterarum habet B. 23-454 3. Haec ὁ ποιμὴν ὁ καλὸς alt. — ὁ ποιμὴν ὁ καλός accesserunt ex C. Desunt in D.)

454
“ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός “ ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι “ ὁ ποιμὴν ὁ καλός.” Ἰουδαῖοι δὲ οἱ τάλανες, καίτοι τῶν μισθωτῶν ποιμένων καταβοῆσαι δέον, τοῦτο μὲν οὐ δεδράκασι, τὸν δὲ ἀγαθὸν ποιμένα, τὸν ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς τὴν ἑαυτοῦ τιθέντα ψυχὴν, κατὰ μυρίους ὅσους λελυπήκασι τρόπους, καταλεύοντες, ὀνειδίζοντες, καὶ τὸ τελευταῖον, ἀπύλωτον ἐπ’ αὐτῷ διανοίγοντες στόμα. κατακεκράγασι γὰρ [*](S. Joan. xix. 15. c) ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, λέγοντες τῷ Πιλάτῳ “ Αἶρε, αἰρε, σταύρου αὐτὸν, καὶ αὐτὸ δὲ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπηντλήκασι κεφαλαῖς. ἔφασκον γὰρ πάλιν [*](S.Matth. xxvii. 25.)“ Το αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. δὶα τοῦτο τοίνυν, φησιν, οὐκέτι φεισομαι ἐπὶ τοὺς κατοικουντας τὴν γῆν. οὐ γὰρ ἔτι φειδοῦς ἠξίωνται τῆς παρὰ Θεοῦ· δέδονται δὲ μᾶλλον ἕκαστος εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλεως, ἤγουν ἄρχοντος αὐτοῦ. ἐσταυρώκασι μὲν γὰρ τὸν Ἐμμανουὴλ, καὶ γεγόνασι κυριοκτόνοι, [*](d) ἔμπλεώ τε πάσης ἀνοσιότητος. πλὴν ἐκάλει Θεὸς εἰς μετάγνωσιν, καὶ οὐκ εὐθὺς ἐπετίθει τὰ ἐξ ὀργῆς. τριακοστοῦ δὲ ἤδη παρωχηκότος ἔτους, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀπεφοίτησε μὲν εἰρήνη τῆς Ἰουδαίων χώρας, πόλεμοι δὲ ἦσαν πανταχῆ, πόλεως ἐπὶ πόλιν ἰούσης, καὶ τῶν ἐν ἑκάστῃ τεμνομένων εἰς διαφορὰς, καὶ μαχομένων ἀλλήλοις, ὡς ἐν ἴσῳ φαίνεσθαι κακῷ τὰ παρὰ σφίσιν αὐτοῖς τοῖς ἐκ τοῦ πολέμου συμβεβηκόσι. κεκρατήκασι γὰρ [*](e) τῆς Ἰουδαίων χώρας οἱ ἀνδρειότατοι τῶν Ῥωμαίων στρατηγοὶ, καὶ αὐτοῖς ἀνδράσι καταπιμπράντες πόλεις, πόλεις, τοῖς τῆς [*](3. δὲ] τε C. 5 ἀντάλαγμα C.b. ὰνταλάγματα ut videtur prius scriptum, duobus postremis litt. erasis C. 7. καταλλεύοντες C. 8. διανοίγοντες D. Edd. διανοιγνύντες B. διοίγοντες per ras. ο alterius quasi διοιγνύντες manu prima C. 12. ἐφ’ ἡμ . . rasura C. 14. τῆς deest in Edd. invitis B.C.b. 16. βασιλέων b. 18. ἔμπλεοί C. ἁπάσης C. 19. ἐπετίθη C. 21. μὲν) + ἡ b. 22. πανταχῆ C.b. πανταχοῦ Edd. 24, σφισιν αὐτοῖς C.b. σφῶν αὐτῶν Edd. 20. ἀνδριώτατοι C. 27. καταπιμπ ράντες C. καταπίπραντες b. κατεμπιπρῶντες Edd.)
455
δουλείας αὐτὴν ὑπέθεσαν ζυγοῖς. οἱ ’δε γε διαφυγεῖν ἰσχύσαντες, τὰς τῶν ἐθνῶν κατῳκήκασι χώρας, ὃ καὶ μέχρι νῦν ἔστιν ἰδεῖν.

Kαὶ τοῦτο οἶμαι δηλοῦν, ὅταν λέγῃ Ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, τουτέστιν εἰς τὴν τῶν Χαναναίων χώραν τε καὶ γῆν. Χαναναῖοι δὲ τὰ ἔθνη, παρ’ οἷς τ‘ὶ πρόβατα τῆς σφαγῆς καὶ εἰς δεῦρό πὼς ἔτι παρὰ Θεοῦ ποι μαίνονται, ἤγουν δοκοῦσι καταποιμαίνεσθαι. ἐπιτηροῦσι γάρ τινα τῶν κατὰ τὸν νόμον, καὶ οὐχ ὅλω [*](a 761 A.) τρόπως τῶν ἀρχαίων κατημεληκότας ἐθῶν κατίδοι τις ἄν. καὶ γοῦν καὶ περιτέμνονται τὴν σάρκα, καὶ σαββατίζουσι, καὶ ἕτερα ἄττα πρὸς τούτοις καὶ φροντίδος ἀξιοῦσι καὶ λόγου. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου παρὰ Θεοῦ λεγόμενον “ Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν [*](Ezech. xi. 16.) “ ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.” τοὺς δέ γε ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ τὴν Ἱερουσαλὴμ ἐμφυλίους πολέμους, καὶ τὰ ἐν ἑκάστῃ πόλει, σαφῶς ὰναγέγραφεν [*](b) ὁ τὰς Ἰουδαίων τραγῳδήσας συμφοράς· Ἰώσηπος οὗτος ἦν, ἀνὴρ ἐλλόγιμος καὶ σοφός.

Κατὰ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα Κάλλος τὴν ἑτέρα ἐκάλεσα Σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατα.

Κατὰ πολλοὺς ἡμῖν τρόπους παρὰ ταῖς θεοπνεύστοις γραφαῖς ἡ ῥάβδος νοεῖται. ποτὲ μὲν γὰρ σημαίνει τὴν [*](2. μέχρι om. C. liabet b. 4. τὸ pro. ὅταν λέγῃ b. 5. τὴν alt. om. C. Statim τῶν assumptum ex B.C. 7 πὼς C. Edd. πω b. 8. καταποιμαίνεσθαι C.b. ποιμαίν. Edd. 9. ἐπιτηροῦσι γὰρ C.b. τηροῦσι γὰρ Edd. Edd. Statim τινὰ τῶν B.C.b. τὸν τινὰ Edd. τὸν assumptum ex B.C.b. 10. ἠμεληκότας C. ἐθῶν C. sfd ἐθνῶν prius scribebatur. ἠθῶν D. 11. καὶ secundiim assumptum ex C. deest iii b. 12. ἄττα correxi ex b. ἅττα Edd. ante Migne. 14. λεγόμενον C.D. λελεγμένον h. Edd. 16. καὶ alt. assuinptum ex C. Statim τὴν om. C. 17. τὰ C. τοὺς Edd. 18. τραγῳδήσας C. τραγῳδῶν Edd. Ἰώσηπος B.D. Pont. Ἰώσηππος C. Aub. 20. τὴν] + μὲν Edd. invitis B.C. (Alex. 8) Statim τε add. C.)

456
[*](Ps. xliv. 7.) βασιλείαν, ὡς ὅταν λέγηται τῷ Χριστῷ “ Ῥάβδος [*](c) “ τητος ἡ ῥάβδος τῆς βασιλείας σου·” ποτὲ δὲ ἰσχὺν, ὡς [*](Ib. cix. 2.) ἐν γε τῷ φάναι “ Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ “ Σιῶν· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου· ἐκλαμβάνεται δὲ καὶ εἰς παιδείαν καὶ ἐπιστήμην ἔσθ’ ὅτε τὴν ποιμαντικήν· εἴρηται γοῦν πάλιν διὰ φωνῆς προφήτου [*](Mic. vii. 14.) πρὸς τὸν Υἱόν “ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, “ πρόβατα κληρονομίας σου.’’ ἀλλ’ ἐν γε τοῖς προκειμένοις σημαίνουσιν αἱ ῥάβδοι τρόπους ἡμῖν ποιμενικῆς ἐπιστήμης, καὶ διττὸν παιδεύσεως εἶδος, κατά γε τὸ ἀμωμήτως ἔχειν δοκοῦν. δέχεται δὲ τὰς ῥάβδους ὁ πάντων ἀρχιποίμην [*](S. Joan. x. 11. d) “ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, τουτέστι Χριστὸς, ἵνα ἐν αὐταῖς καταποιμάνῃ τὰ ἴδια πρόβατα.

Παλαί’ μὲν γάρ· τουτέστι, καὶ πρὸ τῶν τῆς ἐνανθρωπήσεως χρόνων· Θεὸς ὢν καὶ νομοθέτης ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος κατέβοσκε τὸν Ἰσραὴλ, οἱονεὶ ῥάβδῳ μιᾷ χρώμενος, τῇ κατὰ νόμον παιδείᾳ. ἔφη γάρ που διὰ προφήτου φωνῆς [*](Hos. xiii. 5.) πρὸς αὐτόν “ Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ.” ἐπειδὴ δὲ [*](e) γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, δύο δέχεται ῥάβδους. κατανέμει γὰρ ὥσπερ τοὺς ἰδίους προσκυνητὰς, τοὺς διὰ πίστεως δὲ δηλονότι δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, νομικοῖς τε ἅμα καὶ εὐαγγελικοῖς θεσπίσμασιν, οὐ βουθυτεῖν ἀναπείθων, οὔτε μὴν ταῖς κατὰ νόμον προσαγωγαῖς προσκεῖσθαι διδάσκων· ποιεῖσθαι δὲ μᾶλλον προστεταχὼς τῆς ἐν Πνεύματι λατρείας τὴν δύναμιν εἰς ἀναιμάκτου θυσίας τρόπον. μετατέθειται γὰρ ἡ σκιὰ πρὸς ἀλήθειαν, καὶ μεταὶσχὺς [*](2. C. 3. ἐξαποστελεῖ] + σοι Edd. invito C. (Alex.) 4. Haec καὶ κοτ’. κατ.—ἐχθρῶν σου accesserunt ex C.D. κατακυριεύσει D. (52, 277). ἐκ μέσου jirima manu C. 5. εἰς παιδεῖον καὶ ἐπιστήμην B.C παιδεία καὶ ἐπιστήμη Etkl. 6. τὴν deest in Edd. ποιμαντικήν B.D. ποιμενικήν C ποιμαντική Edd. γοῦν] οὖν C. 7. ποιμένε C. Haec φυλῆς σου, πρόβατα κληρονομίας σου accesseriint ex C. 8. προκειμένοις B.C. προειρημένοις Edd. 11. πόντων ἀρχιποίμην C ποιμὴν ὁ καλὸς iid. 12. τουτέστι om. C. ἵν’ C, καταποιμανεῖ C. 18. δὲ om. C. habet b. 20. δὲ assumptum ex H.C. 25. εἰς ἁ. θ. τρόπον] τῆς ἁ. θ. τρόπῳ b. 26. μετατίθεται C.)

457
κεχάρακται τὰ ἐν τύποις εἰς ἀστειότητα πολιτείας τῆς ἐν Χριστῷ τε καὶ εὐαγγελικῆς. ὀνόματα δὲ ταῖς ῥάβδοις, τῆ [*](a 702 Α.) μὲν μαᾷ Κάλλος, ἥτις ἐστὶ διαθήκη νέα καλὴ καὶ ἀξιοθαύμαστος, ἢν αὐτὸς λελάληκεν ὁ Υἱός “ Ὡραῖος ὣν κάλλει [*](Ps. xliv. 3.) “ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ γεμὴν ἑτέρα Σχοινισμα, τουτέστι μερὶς, ἵνα νοῶμεν τὸν νόμον, τὸ ἀφορισθὲν τῷ Θεῷ σχοίνισμα παιδαγωγεῖν εἰωθότα. γέγραπται γὰρ ὅτι “ Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, [*](Deut. xxxii. 8, 9.) “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ “ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα [*](b) “ κληρονομίας αὐτοῦ Ἰσραήλ.” ταύταις δὴ οὖν ταῖς δυσὶ ῥάβδοις ὁ μέγας ἀρχιποίμην κατανεμήσειν ἐπαγγέλλεται τὰ ἑαυτοῦ πρόβατα, καὶ ἀτρεκὴς ὁ λόγος. συνεκόμισε γὰρ εἰς μίαν αὐλὴν τούς τε ἐξ Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, νομικήν τε ἅμα καὶ εὐαγγελικὴν παίδευσιν αὐτοῖς παρατιθεὶς εἰς τρυφὴν, καὶ οἷά τινα πόαν πνευματικὴν χορηγῶν εἰς μέθεξιν, καὶ καταπιαίνων πλουσίως τὰς τῶν ἁγίων ψυχάς.

Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτοὺς, καὶ Γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο [*](c) ἐπ’ ἐμέ. καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.

Ἀναδειχθέντος γὰρ ἤδη τοῦ ἀληθινοῦ τε καὶ ἀγαθοῦ ποιμένος, ἦν δήπου καὶ μάλα εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐκ μέσου γενέσθαι λοιπὸν τοὺς μισθωτοὺς καὶ [*](2. δὲ] + καὶ Edd. invitis C.b. 3. καλὴ καὶ] καὶ δὴ κα C. invitis 4. ὡραῖος] ὁ ὡραῖος Β. Statim ὢν assumptum ex C.D.b. 5. ἡ] τῇ b. 7, 8. ὅτι et ὁ assumpta ex C. 9. ἔστησεν C. ἄγγελον B. 13. ἑαυτοῦ C. αὐτοῦ Edd. 15. παραθεὶς C. invito b. 16. τρυφὴν C.b. τροφὴν Edd. 17. Haec τὰς τῶν ἁγίων ψυχάς accesseriint ex C. 19. γὰρ] + καὶ C. 21. ἐκλειπέτω C.D. (Alex.) ἐκλιμπανέτω Β. ἐκλιπανέτω Edd.)

458
[*](d) ψευδοποίμενας, τουτέστι τοὺς τῶν Ἰουδαίων κατὰ νόμον [*](Supra ver. 5.) καθηγητάς· ὧν οἱ μὲν “ κατέσφαζον τὰ πρόβατα καὶ οὐ “ μετεμέλοντο “ οἱ δὲ δὴ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλο- “ γητὸς κύριος καὶ πεπλουτήκαμεν. εἶτα τί δήποτε, φαίη τις ἲς ἃν, ποιμένας αὐτοὺς ὀνομάζει τρεῖς, τίνα δὲ τρόπον εξαιρονται καθά φησιν ἐν μηνὶ ἑνὶ, φέρε δὲ λέγωμεν, τὰ ἐκ τῶν ἱερῶν γραμμάτων παρατιθέντες εἰς πίστιν. οἶμαι δὴ οὖν ὅτι τρεῖς ὀνομάζει ποιμένας, τούς τε κατὰ νόμον ἱερατεύοντας, [*](e) καὶ τοὺς τεταγμένους κριτὰς τοῦ λαοῦ· καὶ προσέτι τούτοις τοὺς γραμματοεισαγωγεῖς ἤτοι τοὺς νομικούς. κατεβόσκοντο γὰρ ὥσπερ οὗτοι τὸν Ἰσραήλ. καὶ οἱ μὲν τὴν τῆς ἱερωσύνης ἔχοντες δόξαν, ἐκ μόνης ἦσαν τῆς φυλῆς Λευὶ, [*](Mal. ii. 7.) καὶ περὶ αὐτῶν ἔφη Μωυσῆς “ Χείλη ἱερέως φυλάξεται “ κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ· ” οἱ δὲ δὴ λαχόντες τοῦ κρίνειν τὴν ἐξουσίαν, ἀπόλεκτοι μὲν καὶ αὐτοὶ, πλὴν ἐκ πάσης ἀνεδείκνυντο φυλῆς· κατὰ τὸν ἴσον δὲ οἶμαι τρόπον οἵ τε κραμματοεισαγωγεῖς, ἤγουν, [*](763 A. a) καθάπερ ἔφην ἀρτίως, οἱ νομικοὶ, τοῖς εἰς τὸ κρίνειν πεταγμένοις ἀεὶ προσεδρεύοντες, καὶ τὰ τοῦ νόμου γράμματα παρακομίζοντες εἰς ἀπόδειξιν τὴν ἐφ’ ἑκάστῳ πράγματι. ὅτι μὲν οὖν, ὡς ἔφην, οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ ἐκ μόνης ἦσαν τῆς τοῦ Λευὶ φυλῆς, οὐδενὸς ἂν δέοιτο πρὸς ἀπόδειξιν λόγου. ὅτι δὲ καὶ ἐκ πάσης φυλῆς ἀπολέγδην οἱ κρίνοντες, ὡς νομομαθεῖς ἐλαμβάνοντο, πληροφορήσει λέγων ὁ μακάριος Μωυσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς [*](Deut. xvi. 18, 19. b) Ἰσραήλ “ Kριτὰς καὶ γραμματσεισαγωγεῖς “ σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου αἷς κύριος ὁ Θεός “ σου δίδωσί σοι κατὰ φυλὰς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν “ δικαίαν· οὐκ ἐκκλινοῦσι κρίσιν, οὐκ ἐπιγνώσονται πρόσ- [*](4. φαίη B.C. καὶ φαίη Edd. 10 τοὺς prius om. C. κατεβόσκοντο C. κατέβοσκον Edd. II. Assumpta ὥσπερ ex C, τὴν τῆς ex B.C. 13. Μωυσῆς C. Μώσης B.D. Μαλαχίας Edd. 17. οἵ τε C. καὶ οἱ Edd. 21. οἱ τῶν θείων θυσιαστηρίων C. τῶν θείων μυστηρίων οἱ Edd. 23. καὶ assumplum ex C. ἀπόλεκτοι C. ἀπόλεκτοι Edd. 27. σεαυτῷ C. αὐτῶν Β. ἑαυτῷ Edd. (59.))
459
“ ωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ “ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων. “ ἀφῖκται γεμὴν εἰς τὸ φάναι τε τὰ τοιάδε, καὶ δὴ καὶ χρῆναι πληροῦν προστάξαι Μωυσῆς, ἑπόμενος μὲν ὁμολογουμένως θείοις τε καὶ ἀπορρήτοις νεύμασιν, οὐκ ἀτιμάσας δὲ βουλὴν τοῦ Ιοθὸρ, ὃς ἦν αὐτῷ καὶ γαμβρός· γέγραπται γὰρ ὅτι “ καὶ [*](Exod. xviii. 13. 14.) “ ἐγένετο τῇ ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν ’τον “ λαὸν, παριστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωίθεν “ ἕως ἑσπέρας· καὶ ἰδὼν ὁ Ἰοθὸρ πάντα ὅσα ἐποίει τῷ λαῷ “ λέγει Τί τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι “ μόνος, πᾶς δὲ ὁ λαὸς παριστήκει σοι ἀπὸ πρωίθεν ἕως “ δείλης ” εἶτα φάσκοντος τοῦ Μωυσέως ὅτι, τοῦ κρίνειν ἕνεκα δικαίως καὶ ἐννόμως, αἱρετὸν ποιεῖται τὸν ἐπὶ τῷδε πόνον, ἔφη πάλιν ὁ Ἰοθόρ “ Νῦν οὖν ἄκουσόν μου καὶ [*](Ib. 19-21.) “ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γένου “ σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους “ αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρῃ αὐτοῖς τὰ πρόσ’ “ τάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς “ αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ “ ἔργα ἃ ποιήσουσιν. καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς “ τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, “ μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ’ ἀν’ “ τῶν.” εἶτα τί φησιν τὸ γράμμα τὸ ἱερόν ; “Ἢκουσε [*](Ib. 24-26.) “ δὲ Μωυσῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν, “ καὶ ἐπελέξατο Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς “ Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ “ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, καὶ “ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον [*](1. δῶρα accessit ex B.D. (Alex. IV. X. XI.) δῶρον C. (Vat.) ἐκτυφλοῖ C. (Alex. IV. VII. X. XI.) ἐκτυφλοῦσιν Edd. 2–460. 2. Haec ἀφῖκται — κρίνον αὐτοί accesserunt ex C.D. 6. καὶ αὐτῷ γαμβρὸς ἦν inverso ordine D. 8. παρειστήκει D. (Vat.) 10. σὺ prius] σοὶ C σὺ] Sic correxi. σοι C. καθίσαι D. (29,59.) II. παριστήκει C. παρέστηκε D. 13. ποιεῖται D. ποιει·αι (litt. una erasa et a manu recentiori ad ποιοῦμαι castigatum) C. 15. γίνου D. (A.V. c.) 17. διαμαρτύρει C. 20. ἃ om. D. σαυτῷ] οὐτῶ D. 21. τοῦ om. D. (30.) 25. ἐπελέξατο C. (29, 32, 72.) ἐπέλεξε D. 27. δεκαρ. D. 28. ἒκρινον (Alex. VII. X.))
460
“ ἀνεφέροσαν πρὸς Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἔκρινον “ αὐτοί.” τρεῖς οὖν ἄρα ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ τῶν νομικῶν γραμμάτων ἐπιστήμονες, τουτέστιν οἱ νομικοὶ.

Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χροστὸν ταλανίζοντα διῃρημένως Φαρισαίους τε καὶ γραμ- [*](S. Luc. xi. 44.) ματέας καὶ νομικούς. ἔφασκε γάρ “ Οὐαὶ ὑμῖν γραμματεῖς “ καὶ Φαρισαῖοι.” ταῦτα δὲ λέγοντι προσυπήντα τις αὐτῷ [*](Ib 45, 46.) τῶν νομικῶν, λέγων “ Διδάσκαλἐ, ταῦτα λέγων καὶ ἡμᾶς “ ὑβρίζεις. ὁ δὲ εἶπε φησι καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, “ ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ “ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορ- “ τίοις.” οἶδα μὲν οὖν ὅτι καὶ οἱ βασιλεύοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐκ τῆς Ἰούδα φυλῆς τάξιν ἀπεπλήρουν ποιμένων τοῖς ὑπὸ χεῖρα λαοῖς. ἐπειδὴ δὲ γεννηθέντος [*](d) Χριστοῦ τὸ τῶν βασιλέων ἐκλελοίπει γένος, ἤγουν ἐκβέ- βλητο τῆς ἡγεμονίας· ἦρχον γὰρ τῆς Ἰουδαίας τὸ τηνικάδε, Ἡρώδης τε ὁ Ἀντιπάτρου παῖς Ἀσκαλωνίτης, καὶ Πόντιος Πιλάτος· σεσιγήκαμεν ἀναγκαίως τοὺς ἐκ τῆς Ἰούδα φυλῆς. ὅτι γὰρ ἐκλελοίπεσαν γεννηθέντος Χριστοῦ, πληροφορήσει [*](20) [*](Gen. xlix. 10.) τὸ γεγραμμένον “ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἠγού “ μένος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ τὰ ἀποκείμενα “ αὐτῶ, καὶ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” οὐκοῦν ἐπειδήπερ [*](e) ἀφῖκτο καὶ γεγέννητο λοιπὸν ἡ τῶν ἐθνῶν προσδοκία, τουτέστι Χριστὸς, ἐκλέλοιπεν ἀναγκαίως ἄρχων ἐξ Ἰύδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ.

Τρεῖς δὴ οὖν, ὡς ἔφην, ποιμένε; ἱερεῖς τε καὶ κριταὶ καὶ νομοδιδιάσκαλοι, κάλοι, οἳ καὶ μεμενήκασιν ἐν ταῖς ἰδίαις ἀρχαῖς, [*](6, γραμματέας C. γραμματεῖς Edd. 8. προσηπήντα idd. II. τούς ἀνθρώπους C. τοῖς ἀνθρώποις iid. 12, τοῖς φορτίοις C. αὐτοῖς Edd. 13. οἶδα μὲν B.D.Edd. οἴδαμεν C. 16. ἐκβέβληντο C. 17 18. τὸ et ὁ assumpta ex C. 18. Πόντειος Πηλάτος C. 20. ἐκλελοίπεσαν Β. ἐκλελύπεσαν ὔ = οί) C. ἐκλελοίπεισαν Edd. 21. ἐκλήψει Edd. aute Migne. correxi ex C. 22. τὰ ἀποκείμενα αὐτῷ D. Edd. (C prima manu ut vid. Hudie tamen ᾧ ἀπόκειται per rasnram et manu recenti habet) C. cf. supra 22 b. 23. ἔσται assumptum ex C. 27. δὴ B.C. δὲ Aub.)

461
ἤγουν τάξεσί τε καὶ τόποις, καὶ μέχρι καιρῶν τῆς ἐπιδημίας. οὗτοι καὶ ἐνὅνται, καὶ μάλα δικαίως, ἐν μηνὶ ἑνί. ἐπειδὴ γὰρ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ ἀποκεὶρονται,[*](Acta SS. App. iii. 15. a 764 A.) καὶ ὡς ἐν μηνὶ τῶν νέων, καθ᾿ ὃν τὴν ὑπὲρ ἡμῶν ὑπομεμένηκε σφαγὴν ὁ Ἐμμανουήλ. μεμενήκασι μὲν γὰρ διοικοῦντες ἔτι τὸν Ἰσραὴλ καὶ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀνεξικακοῦντος ἔτι καὶ ἐποικτείροντος αὐτοὺς τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ καλοῦντος εἰς μετάγνωσιν· ἐξηρῆσθαι δέ φαμεν αὐτοὺς ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐπὶ τοῦτο ψῆφον γεγενημένην παρὰ Θεοῦ, κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, καθ᾿ ὃν, ὡς ἔφην, καὶ σταυρῷ παραδεδώκασι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτήν. Θρηνται τοιγαροῦν ἐν μηνὶ ἐν.

[*](b)

Kαὶ τὰ μὲν τῶν ποιμένων ἐν τούτοις· τὸ δὲ γε ἐπ᾿ αὐτοῖς τοῖς θρέμμασι κρῖμα τό Οὐ ποιμανῶ ὑμᾶς, καὶ τό Εἴπερ ἕλοιντο, κατεσθιειν τε καὶ καταδάκνειν ἄλληλα, καὶ ἁπάσης δίχα φειδοῦς συνθραύσειν τε καὶ δαπανᾶν. ἐπειδὴ γὰρ ἐκβέβληνται τῆς θείας αὐλῆς, καὶ τῆς τοῦ πάντων ἀρχιποίμενος οὐκ ἠξίωνται φειδοῦς, αὐτά τε ἄλληλα κατεδήδοκε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν, ἑτοιμοτάτη δέδοται θήρα. [*](20) ἔφη δὲ δὴ, καὶ μάλα εἰκότως, περὶ τῶν τριῶν ποιμένων, τῶν καὶ ἐξηρημένων ἐν μηνὶ ἑνὶ, ὅτι βόιρυνθήσεται ἡ ψυχή μου ἐπ᾿ αὐτοὺς, τουτέστι βαρεῖαν ἐπ᾿ αὐτοὺς ἐποίσω τὴν δίκην, ὅτι καὶ αἱ ψυχόιὶ αὐτῶν ἐπωρύοντο ἐπ᾿ ἐμέ. θηρῶν γὰρ ἀγρίων [*](c) διαφέροντες οὐδὲν, ἐπεπήδων τε πλειστάκις Xριστῷ, καὶ τελευτῶντες προσῆγον Πιλάτῳ λέγοντες “Αἶρε, αἶρε, σταύ- [*](S. Joan. xix. 15.) [*](1. τάξεσί τε καὶ τόποις C. τάξει τε καὶ τόπῳ Edd. καιρῶν] + τῶν Edd. invito C. 2. καὶ prius assurnptum ex C. μηνὶ] + τῷ Edd. invito C. 4. ἐν μηνὶ τῶν νέων C. ἐν μηνὶ τῷ ἑνὶ B.D. Edd. in mg. tamen B. γρ νέῳ ad hunc, ut videtiir, locum spectans. 5. μεμ. μὲν γὰρ C. εἰ γὰρ καὶ μεμ. Edd. 7. ἔτι assumptum ex C. 9, 1Ο. ἐξηρῆσθαι δὲ φομὲν—παρὰ Θεοῦ C. ἀλλ᾿ ὅσον ἧκεν (ἥκει Edd.) εἰπεῖν εἰς τὴν ἐπὶ τούτῳ ψῆφον γεγεννημένην (γεγενημένην Aub.) παρὰ Θεοῦ, ἐξηρῆσθαί φαμεν αὐτοὺς Β. Edd. 10. κατ᾿ ἐκεῖνο τοῦ καιροῦ C. κατ᾿ ἐκεῖνον τὸν καιρὸν Edd. 11, καὶ assuraptum ex C. 12. μηνὶ] + τῷ Edd. invitis B.C. 15. καὶ alt.] + γὰρ D. Edd. invito C. 16-18. Haec συνθραύσειν—φειδοῦς accesserunt ex C Desunt in D. 18. αὐτοί τε D. κατεδήδοκε C. [κοτεδήδωκεν Cod.] κατεδηδόκασι Edd. 19. δέδοται C. δέδονται Edd. 21. καὶ om. C. 22. ἐπ᾿ αὐτοὺς b. ἐπ᾿ αὐτοῖς C αὐτοῖς Edd. Statim ποιήσω pro ἐποίσω b, 25. τελευτῶντες habet ut vid. manu prima C. (vide supra 755 c.) προσῆγον Πιλάτῳ hoc ordine C.b. )

462
“ ῥοῦ αὐτόν.” μέμνηται δὲ τούτου καὶ διὰ φωνῆς Ἱερεμίου [*](Hier. xii. 7. 8.) λέγων “ Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο- “ μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λεών ἐν “ δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα [*](d) ἀυτὴν.”

Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὔω τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τούς λαούς· καὶ διασκεδασθήσεται ἑ τῇ ἡμέρᾳ ἐκείνῃ, κα γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου εστί.

Ράβδον μὲν ὀνομάζει καλὴν, τὴν διὰ τῆς εὐαγγελικῆς μυσταγωγίας παίδευσιν, τὴν ἐξαίρετον ἐν ὡραισμῷ, δῆλον [*](c) δὲ ὅτι τῷ νοητῷ. τὸ δὲ δὴ καὶ ἀποῤῥίψαι καὶ διασκεδάσαι λέγειν λέγειν ὑπεμφήνειεν ἂν, κατά γε τὸ εἰκὸς, οὐχ ὅτι καὶ ἀποπέμψεται καὶ σκορπιεῖ, παραλύων αὐτὴν, ἤγουν ὡς ἂχρηστον ἀφανίζων· πολλοῦ γε καὶ δεῖ· φαίην δ’ ἂν μᾶλλον ἐκεῖνο χρῆναι νοεῖν ἡμᾶς. οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες, εἰ δήπου θεάσαιντο τῶν προβάτων τινὰ τῆς ἀγέλης ἀποσκιρτή- σαντα, γεγονότα τε τῶν ἄλλων ὡς ἀπωτάτω, τότε δὴ πάντως [*](765 A. a) ἐπ’ αὐτὰ τὴν ῥάβδον ἱέντες, μετασοβοῦσιν εὐθέως εἴς γε τὸ ἑλέσθαι δεῖν συναγελάζεσθαι τοῖς ἄλλοις. τετήρηκε τοίνυν τῆς προφητείας ὁ λόγος τῇ τῶν ποιμένων ἐπιστήμῃ τὸ εἰωθός. ἀποῤῥιφήσεσθαι γάρ φησιν τὴν ῤάβδον τὴν [*](9. λαούς] + τῆς γῆς F. (22. al.) invitis C.D. 10. φυλασσόμενα] + μοι Etld. invitis C.D. (Alex. XII.) In C. siiprascriptum est μοι manu recenti. 14. διασκευάσαι Edd. 15. γε assumptum ex C. 18. ἡμᾶς assumptum ex C οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες C. οἱ ποιμένες ἔσθ’ ὅτε Edd. 21. ἱέντες C. εὐθέως C. εὐθὺς Edd. 23. ποι. μένων C.D. ποιμνίων Edd. 24. ἀπορρηθήσεσθαι C. γάρ φησιν — πεμφθήσεσθαι C. τὴν ῥάβδον λέγων Edd. Neutium habet D. (a -σεσθαι -σεσθαι ut videtur transiliens).)

463
τουτέστι καὶ τοῖς ἀπωτάτω πεμφθήσεσθαι, δῆλον δὲ ὅτι τοῖς ἔθνεσιν, αὐτοὶ γὰρ ἦσαν οἱ μακρὰν, πλὴν γεγόνασιν ἐγγὺς [*](Eph ii. 13.) διὰ τῆς πίστεως. ἀποῤῥιφήσεσθαι ’δε φησιν οὕτω τὴν ῥάβδον, ὡς ἀνὰ πᾶσαν αὐτὴν σκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμηθῆναι, καὶ οἷον ἐσκορπίσθαι δοκεῖν πανταχῆ τὸν περὶ Χριστοῦ λόγον, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικόν. σκεδασθήσεται [*](b) γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείῃ, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν πατήσας τοῦ θανάτου τὸ κράτος ἀναβιῴη Χριστὸς, εἴπῃ τε τοῖς ἁγίοις ἀποστόλοις “ Πορευ- “ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς [*](S.Matth. xxviii. 19.) “ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου “ Πνεύματος.” τότε γὰρ ἅπασαν τὴν ὑπ’ οὐρανὸν ὁ τοῦ Σωτῆρος ἡμῶν περιπεφοίτηκε λόγος· καὶ ἀτρεκὲς εἰπεῖν περὶ τῶν ἁγίων ἀποστόλων ὡς “ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ [*](Ps. xviii. 5.) “ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ “ ῥήματα αὐτῶν.” ὅτι δὲ οὐκ ἀνόνητον τοῖς εθ̓́νεσι τὸ [*](c) ἀποῤῥιφῆναί τε καὶ κατασκεδασθῆναι τὴν γῆν, ἤγουν δια- νεμηθῆναι καὶ ἐν ταῖς ἑαυτῶν χώραις τὴν ῥάβδον τὴν καλὴν, ἤτοι τὴν διαθήκην ἣν οὐκέτι πρὸς μόνον τὸν Ἰσραὴλ, διέθετο δὲ μᾶλλον πρὸς πάντα τὰ ἔθνη, καταθρήσαιμεν ἂν, καὶ λίαν ἀμογητὶ, τὸν τῆς προφητείας συνιέντες λόγον· γνώσονται γάρ φησιν οἱ Χαναναῖοι τοὶ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος κυροῦ ἐστί. Χαναναίους μὲν γὰρ τὰ ἔθνη φησί. νοηθεῖεν δ’ ἃν οὗτοι τὰ πρόβατα τὰ φυλασσόμενα. τετήρηνται γὰρ τῷ [*](d) Χριστῷ, καὶ γάρ ἐστιν Αὐτὸς ἡ τῶν ἐθνῶν προσδοκία. ἐπειδὴ [*](Gen. xlix. 10.) δὲ κατεσκεδάσθη καὶ ἐν ταῖς ἑαυτῶν χώραις ἡ πρὸς πάντας [*](3. ἀπορριφήσεσθαι liabet hic C. φησιν om. C. 5. οἷον assumptum ex C. ἐσκορπεῖσθαι C. 7. κατ’ ἐκεῖνο τοῦ καιροῦ D. κατ’ ἐκεῖνο ἐκείνου prius scriptum) καιροῦ C. κατ’ ἐκεῖνον τὸν καιρὸν Edd. g. ἁγίοις assumptum ex C. 12. ἅπασαν C. ἀνὰ πᾶσαν Edd. 13. περι- πεφοίτηκε C. διαπεφ, iid. 14. ὡς assumptum ex C. 17. κατα- σκεδασθῆναι C.D. διοσκεδ. Edd. Statim ἀνὰ add. iid. invitis B.D. τὴν γῆν ἦγ’ δίαν. om. C. 18. ἑαυτῶν C. αὐτῶν Edd. 21. ἀμωγητὶ C. συνέντες C. 22. τὰ πρόβατα desunt in Edd. 24. τὰ prius assumptum ex C. τετήρηνται γὰρ τῷ Χριστῷ C. τῷ χριστῷ· τετήρηνται γὰρ αὐτῶ Edd. 26. ἑαυτῶν C. αὐτῶν iid.)
464
διαθήκη, πεπιστεύκασιν ὅτι Λόγος Κυρίου ἐστί. διαιτεόμεθα γὰρ οἱ ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὅτι Θεὸς ὣν καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος τε καὶ ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ τοὺς θείους τε καὶ εὐαγγελικοὺς προσπεφώνηκε νόμους. ταύτῃτοι προσκεκυνήκαμεν αὐτῷ, καὶ αὐτῷ λατρεύομεν, τὴν ἀρχαίαν [*](e) ἐκείνην καὶ ἀκλεᾶ μεταθέντες ἀπάτην, καὶ ἐκ πολυθέου δόξης μετενηνεγμένοι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ Ps. πρὸς αὐτὸν ὑμνούμενον “ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας [*](Ps. lxxxv. 9. Phil. ii. 10, 11.) “ ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε. “ Ἐν “ γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἕπου· “ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα “ ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “ Θεοῦ Πατρός. ”

[*](766 A. a)

Καὶ ἐρῶ πρὸς αὐτοὐς Εἰ καλὸν ενώπιον ὑμῶ ἐστι, δότε στἡσαντες τοι μισθόν μου ἣ ἀπείπασθε· καὶ ἒστησαν τὸv μισθόν μου τριάκοντα ἀργυροῦς. κω εἷπε Κύρνος πρὸς μέ Κάθεο αὐτοὺς εἰς τὸ χωνευτήριον, κω σκέψαι εἰ δόκιμόν έστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπέρ αὐτῶν. κω ἒλαβον τούς τριάκοντα ἀργυροῦς κὼ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἴκοι Κυρίου εἰς τὸ χωνευτηριον.

Διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, ἤτοι διὰ τῆς ῥάβδου [*](b) τῆς καλῆς, τουτέστι τῆς ἐξαιρέτου παιδείας, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς πεπαιδεύμεθα τὸ μυστήριον. ἀκηκόαμεν γὰρ καὶ πεπιστεύκαμεν, ὅτι Θεὸς ὢν, ὡς ἔφην, [*](S. Joan. i. 14.) ὁ ἐκ Θεοῦ Πατρὸς “ Λόγος, γέγονε σὰρξ καὶ ἐσκήνωσεν [*](1. διατεθείμεθα] Sic edidi. διατεθήμεθα C. διατιθέμεθα Edd. 2. Θεὸς C. Κύριος iid. 4. ἡμῖν B.C. ἡμᾶς iid, 5. νόμους C λόγους iid. 7. μεταθέντες C. μεθέντες iid. ἐκ πολυθέου δόξης μετενηνεγμένοι C. τὴν πολύθεον ἕξιν μεταδιδαγμένοι iid. II. ὀνόματι] + κυρίου C. 16. ἔστησαν C. 18. σκέψαι B.C. (Alex. XII.) σκέψομαι Edd. (Vat. ℵ).)

465
“ ἐν ἠμῖν,’’ καθίκετο δὲ καὶ ἐν δούλου μορφῇ, ὑπάρχων δὲ καὶ ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ γεγεννηκότος, γέγονεν “ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ “πλού- [*](Phil. ii. 8. 2 Cor. viii. 9.) “ σιὸς ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ “ πλουτήσωμεν.’’ ἐξείλατο γὰρ ἡμᾶς τῶν τοῦ θανάτου δεσμῶν, ἀπήλλαξεν ἁμαρτίας, υἱοὺς ἀπέφηνε Θεοῦ· καὶ [*](c) τί γὰρ οὐχὶ δεδώρηται τῶν ἀγαθῶν ; ἐγνώκαμεν δὲ πρὸς τούτοις, ὅτι καὶ τιμῆς ἠγοράσμεθα· “ οὐ φθαρτοῖς, ἀργυρίῳ [*](1 Cor. vi. 20. 1 S Pet. i. 18, 19.) “ἢ χρυσίῳ· ἄλλα τιμίῳ αἵματι ὡς αμνου ἀμώμου καὶ “ ἀσπίλου Χριστοῦ,” οὕτω τε λοιπὸν αὐτῷ τὴν οἰκείαν ἐπωφλήσαμεν ζωήν. εἰ γὰρ “ Εἷς ὑπὲρ πάντων ἀπέθανεν, [*](2 Cor. v. 15.) “ ἄρα οἱ πάντες ἀπέθανον’’ ἐν αὐτῷ, καὶ ζῆν ὀφείλομεν ἑαυτοῖς μὲν, οὐκέτι, κατά γε τὸν εἰκότα καὶ ὀρθῶς ἔχοντα λόγον, μᾶλλον δὲ “ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. καὶ ταύτῃτοί φησιν Εἰ καλὸν ἐνώπιον ὑμῶν· δῆλον δὲ ὅτι τὸ [*](d) τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον· εἰ σέσωσθε δι’ αὐτοῦ καὶ πεπράχατε δεξιῶς, ἐγνώκατε δέ με Σωτῆρα καὶ λυτρωτὴν, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνατλάντα θάνατον, δὀτε στήσαντες, τουτέστιν ὁρίσαντες, τὸν μισθόν μου ἢ ἀπείπασθε. πλὴν εὐγνώμονες οἱ ἐξ ἐθνῶν. ἔστησαν γὰρ τὸν μισθὸν παρισούμενον μὲν οὐδαμῶς· ἐοικότα δέ πὼς οἷς ἐσχήκαμεν παρ’ αὐτοῦ. ὥσπερ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὕτω καὶ ἡμεῖς τεθείκαμεν τὰς ψυχὰς ὑπὲρ τῆς εἰς αὐτὸν γνησιότητος καὶ ἀγάπης· πρέποι δ’ ἂν λέγειν τοῖς ἁγίοις μάρτυσι “ τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ; [*](e Rom. viii. 35.) θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ “ κίνδυνος ἢ μάχαιρα ” νενίκηκε γὰρ οὐδὲν τῶν ἁγίων τὴν εὐψυχίαν. οὐκοῦν ἡ τῶν παρὰ Χριστοῦ γεγονότων εἰς ἡμᾶς [*](1, καθείκετο C. δὲ καὶ C. τε Edd. 2. δὲ καὶ assumpta ex C. ἐν alt. assumptum ex C. 5. ἐξείλατο C. ἐξείλετο Edd. 9. ἀμώμου om. iid. 10. αὐτῶ om. C. 12. ἐν assumptum ex C. ὀφἐλͅομεν] + ἐν C. 15, καὶ assumptum ex C. ὅτι om. Edd. τὸ post οἰκονομ. tr. C. 18. ἁπάντων C. πόντων Edd. 19, μου Om. C. habet D. 20. ἔστησον C. 23. τεθήκαμεν C. 26. λιμὸς et διωγμὸς inter se transp. Edd. invito C. 28. γεγονότων om. Edd. )
466
ὁμοιότης ὑποφαίνεταί πὼς, διὰ τοῦ δεδόσθαι λέγειν εἰς μισθὸν αὐτῷ Τριάκοντα ἀργυροῦς. ὁ μὲν γὰρ προδότης καὶ βδελυρώτατος [*](767 Α. a) ἀληθῶς καὶ θεομισὴς Ἰούδας, τριάκοντα δηνάρια [*](S.Matth. xxvi. 15) λαβὼν, προὔδωκε τοῖς φονῶσι Χριστὸν, καὶ τὸν τῆς σωτηριας ἤμων καταπέπρακεν ἀρχηγὸν τοῖς ἀλιτηρίοις. προσεκομίσθησαν δὲ παρὰ τῶν ἐθνῶν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῖ, οἳ καὶ καθίενται Θεοῦ προστάττοντος εἰς τὸ χωνευτήριον, εὖ μάλα δοκιμαζόμενοι, καθὰ καὶ αὐτὸς ὁ Χριστὸς ἐδοκιμάσθη ὑπὲρ ἡμῶν. ἔσται γὰρ ἡμῶν οὐκ ἀζήτητος ἡ πίστις παρά γε τῷ πάντα εἰδότι Θεῷ οὔτε μὴν ἀβασάνιστος [*](1 Cor. iii. 13. b) ὁ βίος· ἀλλ’ ἧ φησιν ὁ μακάριος Παῦλος “ ἑκάστου τὸ “ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει.’’ γέγραπται [*](Mal. iii. 1-3) δὲ καὶ περὶ χριστοῦ ὅτι “ Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν “ αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης “ ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. “ καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ; ἢ τίς ὑποστή- “ σεται ἐν τῆ ὀπτασίᾳ αὐτοῦ ; διότι αὐτὸς εἰσπορεύεται ὡς “ πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται “ χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ “ χρυσίον. ” ψάλλει ’δε που καὶ ὁ θεσπέσιος Δαυεὶδ, ὡς [*](c) ἐκ προσώπου παντὸς τοῦ πιστεύσαντος εἰς Χριστὸν, καὶ [*](Pa. XXV. 2.) ζῆν ἐθέλοντος εὐαγγελικῶς “ Δοκίμασόν με, κύριε, καὶ “ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν “ μου. πλὴν ὅτι τὸ χωνευτήρον ἐν οἴκῳ Κύρου, φησὶν ὁ Προφήτης. δοκιμάζει γὰρ ἡ Ἐκκλησία Χριστοῦ τὸν ἑκάστου [*](Ι Cor. xii. 10.) τρόπον καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, καὶ “ δια- “ κρίσεις ἔχουσα πνευμάτων, ” οἶδεν ἀκριβῶς, τίς μὲν ἐν [*](Ib. 3.) Ἁγίῳ Πωεύματι λαλεῖ Κύριον ὀνομάζων Ἰησοῦν, τίς δὲ δὴ καὶ ἐν Βεελζεβοὺλ, ἀνάθεμα λέγων αὐτόν· καὶ τίνες [*](2. αὐτῷ C. αὐτοῦ Edd. ἀργυροῦς C. ἀργυρίους iid. βδελλυρώτ. C. 5. ἁλητηρίοις C. προεκομίσθησαν Β. invitis C.D. 6. αὐτῷ C. αὐτοῦ Edd. 7. ἀργυροῖ C. ἀργυρίοι iid. Statim οἳ om. C. 8. καθὰ C. καθὼς Edd. 12. αὐτὸ accessit ex C. 14. Κύριος assumptum ex C. 18. καὶ prius assumptum ex C. Statim ἐν pro ὡς Β. ποία C. (Vat.) 27. ἐν assumptum ex C.b. 28. λαλεῖ Πνεύματι inverso ordine b.)
467
μὲν “ οἱ ἀληθινοὶ προσκυνηταὶ, τίνες δὲ αὖ οἱ ὡς ἐν “ εν [*](d S. Joan. iv. 23. S. Matth. vii. 15.) “ ἐνδύμασι προβάτων’’ πρὸς ἡμᾶς ἐρχόμενοι “ λύκοι.”

Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον ὦι δευτέρα, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραήλ.

Ῥάβδους ἔφη δύο λήψεσθαι Χριστὸν, οὕτω τε κατανεμήσειν [*](Supra ver. 7.) ἐν αὐταῖς τὰ οἰκεῖα πρόβατα, δῆλον δὲ ὅτι τῶν διὰ πίστεως κεκλημένων τὴν ἁγίαν πληθύν. καὶ ῥάβδον μὲν εἶναι τὴν καλὴν ἐλέγομεν τὴν παιδείαν, ἤτοι τὸ κήρυγμα [*](e) τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι [*](Deut. xxxii. 9: cf. supra 762 a. Es. viii. 20.) Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν “ Νόμον γάρ φησιν εἰς βοήθειαν “ δέδωκεν.’’ ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη. σιν ἐναργές. ὥσπερ γὰρ ἀπορριφῆναί τε καὶ σκεδασθῆναι [*](a 768 A.) τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκη παρὰ Θεοῦ τεθεὶς ἀνὰ μετὸν τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἲσραὴλ, τουτέστι παντὸς τοῦ [*](1. ὡς om. D. ἐν ἐνδύμασι B.b. ἐνδύμασι D. Migne. ἐν δύμασι C. ἐν δύμασι Edd. 10–12. τουτέστι τὸ σχοίνισμα — Θεῷ] Sic C. favente b, τουτέστι τὸ σχοίνισμα otnittens, reliqua habet. στολὴν prima manu C, a manu recenti ad ἐντολὴν castigatum. ἐντολὴν habet b. Omnia omittit D. scilicet per homceoteleuton ut saepe alibi a τουτέστι ad τουτέστι transiliens. Pro his verbis, τὴν παλαιὸν διαθήκην Edd. 12. τῷ C.b. τὴν τῷ Edu. 17. μεταπλαττομένης b. Edd. μεταπλαττόμενοι C. μεταπλαττομένοις D. 19. ὥσπερ γὰρ C.b. καὶ ὥσπερ Edd. τε assumptum ex C.b. )

468
γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν [*](b) τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι· ταύτῃτοι [*](S.Matth. v. 17, 18.) καὶ ἔφασκεν ὁ Χριστός “ Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι “ τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ “ πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς “ καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ “ νόμου, ἕως ἂν πάντα γένηται.’’ πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν [*](Ib. 21, 22. c) παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν “ Ἠκούσατε “ ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ’ ἂν φονεύσῃ, “ ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ “ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.’’ [*](Ib. 27, 28.) καὶ πάλιν “ Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ “ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, “ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. ” ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν [*](d) ὀργὴν, ἢ ῥίζα τε ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ’ ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλάστη μάτα, μᾶλλον δὲ οὐδ’ ἂν ἀνάσχοιεν ὅλως.

ΤΟΜΟΣ Δ.

[*](3, Βενιαμὴν C. γεμὴν C. δὲ Edd. 4. διῳκισμένας B.D. μετῶ· κισμένας C. διακειμένας Edd. 5. Χαναὰμ (sic) Edd. μυσταγωγούμεθα C.b. μυσταγωγούμενος Edd. 7. Χριστός C. Σωτῆρ’ Edd. οὐκ pro μὴ νομ. ὅτι C. 8. Haec ἢ τοὺς προφήτας accesserunt ex C. 13. τῳ] τὸ (sic) C. 14. φονεύση̣ς C. 17. μοιχεύσῃς C. 20. φονεύσῃς C. τὸ pro τῷ (sic) C. καὶ assumptum ex C. 21. τῷ Β. τὸ C. Edd. 22. ἤγουν C. 24. ἠδικημέναις accessit ex C. 25. οὐδ’ ἂν C. οὐδὲ Edd. Statim ἀνάσχοιεν ad ἀνισχ. conexit manus recens in C.)