In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ταῦτα χαριεῖται Χριστὸς τοῖς ζητοῦσι τὰ σκηνώματα αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν· οὕτω καὶ αὐτοὺς ἀνασώσει, δουλείας μὲν ἀπαλλάξας τῆς ὑπὸ τῷ διαβόλῳ φημὶ, καὶ δαιμονιώδους πλεονεξίας ἐξελὼν, διαβιβάσας δὲ ὥσπερ διὰ θαλάσσης τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν καὶ τύρβης εἰκαίας, στῦλον δὲ καὶ ἑδραίωμα λαμπρὸν ἑαυτὸν αὐτοῖς ἀναθεὶς, φωτίζοντα τοὺς ἐν σκότῳ, καὶ οἷα νεφέλην ταῖς [*](d) νοηταῖς κατάρδοντα δρόσοις· γεγονὼς δὲ αὐτοῖς καὶ ἄρτος ζωῆς, ἄπρακτά τε καὶ ἀδρανῆ τὰ τῶν νοητῶν ὄφεων άποφήνας δήγματα, καὶ διαβιβάσας τὸν Ἰορδάνην, καὶ τῇ διὰ Πνεύματος περιτομῇ καθαροὺς ἀποφαίνων, εἰσ’ κομίζων δὲ καὶ εἰς βασιλείαν οὐρανῶν. ταῦτα χαριεῖται τοῖς ἰδίοις [*](1. Haec ὁ τῶν ὅλων—Χριστὸς accesserunt ex C. Χριστὸς habet quoque b. 2. ἀπονεῖμαι C.b. ἀπονέμειν Edd. 3. λελυτρωμένων λυτρουμένων h.] ἐξ Αἰγύπτου τῶν ἐξ C.b. λυτρουμένῳ ἐξ λίγ’. τῷ Edd. 7. καὶ deest in Edd, 8. πόντος C. (81, 57 mg. 85 mg.) πόντῳ Β. Pont. πόντων (sic) Aub. Statim τε add. C mg. manu recentiori, μόλιβος C. μόλιβδος Edd. 10. αὐτοῖς b. 11. ἐπεκρέμετο C. inv. b. 12. ἄρτον] + καὶ Edd. invitis C.b. 15. εἰσῆλθον C.b. ἦλθον Edd. 20. κόσμῳ C. βίῳ iid. 21. εἰκαίας, στῦλον] κοὶ στῦλον C. 22. σκότω C. σκότει Edd. 23. καταρδεύουσαν C. 24. ἀποφήνας C. ἀποδείξας Edd.)

487
προσκυνηταῖς, διατώσει τε αὐτοὺς κατὰ τοιούσδε τινὰς τρόπους, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ, τουτέστιν οἱ τῶν Ἰουδαίων ἡγούμενοι· μήτε μὴν ἔπαρσις εἴη, ἤγουν ἐπάρσεως ἀφορμαὶ, τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ τὴν αἰσθητὴν καὶ ἐπίγειον κατὰ τοῦ Ἰούδα. ἐφρόνουν μὲν [*](e) γὰρ μεγάλα καὶ κατωφρυῶντο λίαν τῶν πεπιστευκότων εἰς ριστὸν, καὶ κατ’ αὐτοῦ δὲ τοῦ Ἐμμανουὴλ, ἄνω τε καὶ κάτω τὰ διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις δεδωρημένα προτείνοντες, καὶ τὴν τοῖς πατράσιν αὐτῶν ἐκνεμηθεῖσαν φειδὼ προϊσχόμενοι. καὶ γοῦν ἔφασκον ποτὲ μέν “ Τί οὖν ποιεῖς [*](S. Joan. vi. 30. 31.) σὺ σημεῖον, ἴνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; τι εργάζῃ:; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῆ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν·” ποτὲ δὲ δὴ αὖ “ Ἡμεῖς οἴδαμεν ὅτι [*](a 780 A. S. Joan. ix. 29.) “ Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. ” τερατουργήσει δὴ οὖν καὶ ἐφ’ ἡμῖν ὁ τῶν ὅλων Θεὸς, εἰ καὶ μὴ ἐμφανῶς, καθάπερ ἀμέλει καὶ τότε, ἀλλ’ οὖν νοητῶς, οὕτω τε ἡμᾶς ἀνασώσει τοὺς ἐν τοῖς ἰδίοις σκηνώμασιν, ἵνα μὴ μεγαλοφρονῶσι καθ’ ἡμῶν οἱ Ἰουδαῖοι, ἤγουν· οἱ παρ’ αὐτοῖς ἡγούμενοι. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ καύχημα τοῦ οἰκοῦ Δαυείδ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶ κατοικούντων ‘ Ιερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς b ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυεὶδ, ὁ δὲ δὲ Δαυεὶδ ὡς οἶκος Θεοῦ, ως ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.

“Ὅπλῳ μὲν ἡμᾶς εὐδοκίας” ἐστεφάνωσεν ὁ Θεὸς καὶ καὶ [*](Ps. v. 13.) [*](3. ἔπαρσις εἴη C ἐπάρσεις εἶεν Edd. 6. κατωφρυῶντο B.C. κατωφρύοντο Edd. 7. κατ’ assumptum ex C. 8. ἀρχαιοτέροις C. ἀρχαίοις Edd. ii. σοι assumptum ex C. τι] + σὺ Edd. invito C. 14. αὖ assumptum ex C. 15. Μωυσῆ C. 16. καὶ ἐφ’ C. φησιν Edd. 19. μεγαλοφρονῶσι C. μέγα φρονῶσι iid. οἱ assumptum ex C 20. τουτὶ C. ταυτὶ Β. ταὐτὸ Edd. 22. ὑπέρ om. F. (42, 62, 147) cf. infra.)

488
Πατήρ. δέδωκε γὰρ ἡμῖν τὸν ἴδιον Υἱὸν προασπιστὴν καὶ πρόμαχον, δι’ οὗ καὶ σεσώσμεθα, παντὸς μὲν εὐκόλως διεκδύνοντες πειρασμοῦ· πολέμου δὲ τοῦ παρ’ ἐχθρῶν, καὶ [*](c) τῆς τῶν διωκόντων σκαιότητος κατευμεγεθεῖν εἰωθότες. ἀλλ’ ἐν γε τοῖς προκειμένοις δηλοῦται μέν τι τοιοῦτον, πλὴν ἀσαφείᾳ πολλῇ κατεσκιασμένον τὸν λόγον κατίδοι τις ἄν. ἔφη μὲν γὰρ ὑπερασπιεῖν ὁ τῶν ὅλων Θεὸς τῶν κατοικούντων Ιερουσαλὴμ, καὶ οὐχὶ δὴ μᾶλλον τῶν παροικούντων αὐτήν. καὶ νοεῖται μὲν ὁμολογουμένως Ἱερουσαλὴμ ἐν τούτοις ἡ Εκκλησία Χριστοῦ. παροικεῖ δὲ αὐτὴν ὁ μὴ λίαν ἀσφαλὴς, σεσαλευμένος δὲ ὥσπερ καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, ἢ καὶ ἄλλως ῥᾴθυμος εἰς φιλομάθειαν· [*](d) κατοικεῖ δὲ δὴ αὖ ὁ βεβηκὼς καὶ ἐρηρεισμένος εἰς ἀγάπην τὴν ἐπὶ Χριστῷ, καὶ ταῖς ἐκ τῶν θείων μαθημάτων ὠφελείαις ἀεὶ προσκείμενος, ὥστε δύνασθαι λέγειν τὸ διὰ φωνῆς τοῦ [*](Ps. cxviii. 103.) Δαυείδ “ Ὡς γλυκεία τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ “ μέλι καὶ κηρίον τῷ στόματί μου.’’ ὑπερασπιεῖ τοίνυν φησὶ τῶν κατοικούντων καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν τῆ ἡμεραἐκείνη ὡς ὁ οἶκος Δαυείδ. καὶ οἶκον μὲν τοῦ Δαυεὶδ ἐν τούτοις, τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ὠνομάσθαι φαμέν. [*](e) ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς Ἰεσσαὶ καὶ Δαυεὶδ, ἐβασίλευον κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις. ἀσθενοῦντα δέ φησιν ἐκ τῶν κατοικούντων τὴν ἁγίαν πόλιν, τὴν νοητὴν Ιερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία, τάχα που τὸν ἔτι κατηχούμενον, ὃς οὔπω βεβάπτισται, νοσεῖ δὲ ὥσπερ ἔτι τῷ τῆς ἁμαρτίας φορτίῳ κατηχθισμένος, μένος, καὶ τῶν ἀρχαίων ἀρρωστημάτων, ἤγουν παθῶν, οὐκ ἀπήλλακται. ἀλλὰ καὶ [*](781 Α. a) οὕτως ἔχων, ὅτι δὴ μόνον πεπίστευκε, καὶ τῆς νομικῆς ἀπέστη σκιᾶς, καὶ διανένευκεν ὅλως ἐπὶ τὸ ἑλέσθαι πληροῦν [*](6. κατίδοι C. ἴδοι Edd. II. εὐπάροιστρος C. 12. ἔχων C. 13. δὴ assumptum ex C. αὐτὴν pro αὖ b. 15. τὸ assumptum ex B.C. 16, γλυκεία C. γλύκια Alex.] γλυκέα Edd. 19. ὁ assumptum ex B. (240. Co.) (leest in C. καὶ οἶκόν μὲν] οἶκον μὲν γὰρ C. 20. τοῖς assumptutn ex C. deest in D. ἐντιμωτ. C. Edd. 21. ἧς assumptum ex C. 23. ἐν pro ἐκ (sic) C. 24. ἡ om. C. 26. κατηχθεσμένος Edd.)
489
τὴν ἐν πνεύματι πολιτείαν καὶ τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα, ἔσται φησὶν ὡς ὁ οἶκος Δαυεὶδ, τουτέστι, κατ’ οὐδὲν ἐλάττων εἰς σύνεσιν τοῦ σοφοῦ τε καὶ ἐντιμοτάτου παρά γε τοῖς Ἰουδαίοις. ὑπαινίττεταί τι τοιοῦτον καὶ ὁ σοφώτατος Παῦλος, τοῖς Ἰουδαίων δήμοις προσλαλῶν. ἔφη γὰρ οὕτως “Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ [*](Rom. ii. 14, 15.) νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, [*](b) “ οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς “ καρδίαις αὐτῶν.’’ καὶ πάλιν “ Περιτομὴ μὲν γὰρ ὠφελεῖ, [*](Ib. 25-29.) “ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περι- “ τομή σου ἀκροβυστία γέγονεν. ἐὰν οὖν ἡ ἀκροβυστία τὰ “ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκρο- “ βυστία τὴν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ “ περιτομῆς παραβάτην νόμου; οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ιουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἁλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν [*](c) “ πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ.’’ ὁ τοίνυν παραιτησάμενος ὡς ἕωλον τὴν εν σαρκὶ περιτομὴν, ἀγαπήσας δὲ μᾶλλον τὴν ἐν πνεύματι, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρων Ἰουδαῖον, “ οὗ ὁ ἔπαινος οὐκ “ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ,” πῶς οὐκ ἀμείνων ᾖ καὶ κατ’ οὐδὲν ἡττώμενος τῶν νομομαθῶν καὶ ἐντιμοτάτων παρὰ τῶν Ἰουδαίων, κἂν εἰ ἔχοι τυχὸν ἀσθενείας λείψανον, ὡς οὔπω βεβαπτισμένος; τῷ γὰρ ὑγιαίνοντι μέρει τῆς ἑαυτοῦ καρδίας, τουτέστι τῆ πίστει, διοίσει πάντως τοῦ τὴν πίστιν οὐ προσιεμένου. εἰ δὲ δὴ τῶν ἐκ τοῦ οἴκου Δαυεὶδ, τουτέστι τῶν παρ’ αὐτοῖς λαμπρῶν καὶ ἐντιμοτάτων, παραδέξαιτό τις τὴν [*](2. ὁ om. C. ut supra. 3. ἔλλαττον (sic) C. ἐλαττονήσει Β. Β mg. addit εἰς σύνεσιν. 7. ποιοῦσιν C. ποιῇ Edd, 8. ἐνδείκνυνται C. ἐκδ. iid. 12. οὐχὶ C. οὐχ idd. 14. σε assumptum ex C. 15. οὐ corr. manii ead. ad ὁ C. 16. ἐστιν assumptum ex C. 19-22. Haec ἐκ τοῦ—ἀλλ’ desunt in Edd., ob homoeotel. in apographo transi- liente, ut vid., scriba. Habet autem traductio Latina. 22. τοῦ as- sumptiitn ex C. ᾖ ἦ Cod.) καὶ κατ’ οὐδὲν C. κατ’ ἀρετὴν Edd. 24. τῶν Ἰουδαίων C. Ἰουδαίοις Edd. 27. τῶν priiis] τὸν C. 28. τις om. C. )
490
[*](d) πίστιν καὶ, συνεὶς εὖ μάλα τὸ Χριστοῦ μυστήριον, αὐτοῦ γένοιτο προσκυνητὴς, οὗτος ἔσται καὶ ὡς οἶκος Θεοῦ καὶ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν. τοιοῦτόν τι καὶ αὐτὸς ὁ Σωτῆρ’ [*](S.Matth. vii. 57.) εὑρίσκεται λέγων· ἔφη γὰρ ὅτι “ Διὰ τοῦτο πᾶς γραμματεὺς “ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀν- “ θρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ “ αὐτοῦ καινὰ καὶ παλαιά.” ὁ γὰρ ἔχων ἤδη τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν τοῦ νόμου γνῶσιν, εἰ προσλάβοι τὴν εὐαγγελικὴν, πλούσιος ἔσται εἰς σύνεσιν, καινά τε καὶ [*](e) παλαιὰ θεωρήματα, καθάπερ ἐξ ἀποθηκῶν, τοῖς φιλομαθέσι παρατιθείς· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν νομικαῖς ἀποδείξεσι τὸν ἐπὶ Χριστῷ λόγον ἐμπεδοῦν ἐπιχειρῶν· ποτὲ δὲ καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις συνελαύνων τρόπον τινὰ τοὺς ἀκροωμένους εἴς γε τὸ ἑλέσθαι δεῖν τῇ εἰς αὐτὸν πίστει κατασεμνύνεσθαι. ποτὲ μὲν γὰρ [*](Gal. iv. 21–26.) ἔφασκε λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον [*](782 Α. a) “ οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἁβραὰμ δύο υἱοὺς ἔσχεν, “ ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ’ ὁ μὲν “ ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς “ ἐλευθέρας δι’ ἐπαγγελίας· ἅτινά ἐστιν ἐστιν ῥοῦ μένα· “ αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς “ δοῦλε ίαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Σινᾶ, ὄρος “ ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, “ δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. ἡ δὲ ἄνω Ἱερου- “ σαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·” ποτὲ δὲ [*](Heb.i.3. b) περὶ τοῦ Υἱοῦ “ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς [*](1. συνεὶς —αὐτοῦ γένοιτο προσκυνητὴς C. εἰς σύνεσιν — αὐτῷ γ. προσκυνητὸς Edd. 2. ὡς prius assumptum ex C. 3. κυρίου] Θεοῦ C. 4. Διὰ τοῦτο assumptum ex C. 5. μαθητευθεὶς] + ἐν Edd. invito C. Cf. in S. Joann. 316 750 b, 880 c, a Tischendorf. cit.; De Ador. 286 b, 614 c (codd.). ἔσται C. 7. τεθησαυρισμένον Edd. ante Migne. 9. ὦσται] + τις Edd. invito C. 12. ἐπὶ Χριστῷ C. περὶ Χριστοῦ iid. 15. δεῖν assuraptum ex C. 18. ἁλλ’ ὁ μὲν—ἐκ τῆς ἐλευθέρας assumpta ex C. 21. ἀπὸ C. ἀπ’ Edd. 22. σινᾶ C. ἄγαρ iid. 23. Ἀρραβία C. 25. Non habet πόντων ἡμῶν C. δὲ] + καὶ iid. invito C.)
491
“ δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς “ ὑψηλοῖς. συνίης οὖν ὅπως παλαιοῖς τε ἅμα καὶ νέοις παιδεύμασι τὰς τῶν μυσταγωγουμένων ὀνίνησι ψυχάς; ἔσται τοίνυν φησὶν ὁ οἶκος Δαυεὶδ ὡς οἶκος Θεοῦ ὡς ἄγγελος κυροῦ ἐνώπιον αυτων.

Καὶ ἔσται τῇ ἐν ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ἱερουσαλὴμ, κὼ ἐκχεῶ ἐΜ τὸ οἶκον Δαυεὶδ κὼ ἐΜ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα χάριτος κω οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρὸς μέ.

Σκοπὸς ἔσται μοί φησιν ἐξᾶραι μὲν πάντα τοι ἔθνη τὰ μεμαχημένα τῇ ἁγίᾳ πόλει, τουτέστι τῆ Ἐκκλησίᾳ· χάριτι γεμὴν καὶ οἰκτιρμοῖς περιβαλεῖν τὸν οἶκον Ἰούδα Ἰούδα τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, τουτέστι τοὺς τῆς Ἐκκλησίας πολίτας, καὶ ἐν τοῖς αἰνεῖν ὀφείλουσι κατατεταγμένους· εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ προσκυνοῦντες Χριστῷ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἕπεσθαι δεῖν ᾑρημένοι τὴν εὐκλεᾶ τε καὶ ἀνεπίπληκτον κατορθοῦντες ζωήν. ὅτι γὰρ ἔμελλον ἀῤῥωστῆσαι τὸ ἄναλκι πάντη τε καὶ πάντως οἱ τῆς ἀληθείας ἐχθροὶ σαφηνιεῖ λέγων καὶ αὐτὸς ὁ Σωτῆρ’ “ Σὺ εἶ Πέτρος, [*](S.Matth. xvi. 18.) “ καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ “ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’’ ᾅδου δὲ πύλας τοὺς διώκειν αὐτὴν ἐθέλοντας, φησὶν, οἷον ὀλέθρους ὄντας καὶ φθόρους, καὶ ἐπὶ πέταυρον ᾅδου κατακομίζειν εἰωθότας τοὺς [*](e) [*](1. αὐτοῦ] + δι’ ἑαυτοῦ Edd. invito C. ἁμαρτιῶν] + ἡμῶν iifl. invito C. 2. τοῖς assumptum ex C. 3. συνίης correxi. συνιεὶς Β ut vid. C. συνιεῖς Edd. ὅπως assumptum ex C.D. Quinque fere litt. evanidae in B. Lacuna in Edd. 4. μυσταγωγουμένων C.D. παιδαγ. Edd. 5. ὡς οἶκος Θεοῦ arsumpta ex C. 8, ἐκχῶ (sic) iid. 11. Σποπός] οἶκτος (sic) D. Statim ἔσται C.D. ἐστι Edd. πάντα deest in Edd. 13. περιβάλλειν C. invito b. 15. ὠφείλουσι Edd. ante Migne. correxi ex C. 17. δεῖν assumptum ex C. 21. ταύτην τὴν πέτραν e corr. manu ut vid. prima C. ταύτῃ τῇ πέτρᾳ habet D. 22. αὐτήν C. ahov δὲ C. ἰδοὺ ὧδε Edd. 24. ἐπὶ C. εἰς iid. )

492
προσκειμένους αὐτοῖς. ἀτονήσουσι δὴ οὖν, μᾶλλον δὲ καὶ ἐξαρθήσονται, οἱ πεπολεμηκότες αὐτῇ, καὶ οἰχήσονται πρὸς [*](Ps. xxxiii. 20.) ἀπώλειαν. “ Πόλλαι μὲν γὰρ ὁμολογουμένως τῶν δικαίων αἱ “ θλίψεις· ἀλλ’ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. [*](2 Tim. iii 12.) καὶ ἔστιν ἀληθὲς ὅτι “ Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν “ Χριστῷ διωχθήσονται. πλὴν ἀνόνητα καὶ ἀδρανῆ τῶν ἐπιβουλευόντων τὰ σκέμματα καὶ αὐτὰ δὲ τὰ ἐγχειρήματα [*](S. Luc. x. 19.) τίθησιν ὁ Χριστὸς, ὃς δέδωκεν “ ἡμῖν πατεῖν ἐπάνω ὄφεων [*](783 Α. a) “ καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, [*](S. Joan. xvi. 33.) παραθαρρύνει τε λέγων “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ “ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ οὐκοῦν ἐξαίρονται μὲν οἱ τῆς Ἐκκλησίας κατεξανιστάμενοι κατὰ καιροὺς, ἐπὶ ’δε γε τοὺς ἐν αὐτῇ, τουτέστι τοὺς πιστεύσαντας, ἐκχεῖται πλουσίως πνῦμα χάριτος καὶ οἰκτιρμοῦ. στεφανοῖ γὰρ ἡμᾶς τοῖς ἄνωθεν ἀγαθοῖς ὁ Θεὸς καὶ Πατὴρ, καὶ πνευματικῶν [*](b) ἐμπίπλησι χαρισμάτων, ἵνα τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς αὐτὸν ἀνατείναντες, ἐπ’ αὐτῷ πᾶσαν ἔχοιμεν ἐλπίδα. τοῦτο γὰρ οἶμαί ἐστι τό ἐπιβλεψονται πρὸς με. διακείμενοι δὲ οὕτω, γανύμεθα μὲν ἐφ’ ἑαυτοῖς, φαμὲν δὲ δὴ τότε δοξο- [*](Ps. cii. 1, 3-5.) λογοῦντες Θεόν “ Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, τὸν “ εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας “ τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, “ τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπι- “ πλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου.

[*](c)

Ἀνθ’ ὧι κατωρχήσαντο, καὶ κόψονται ἐπ’ σὐτοῖς κοπετὸν [*](1. προκειμένους C. 2. οἱ om. C. αὐτὴν C. 6. Χριστῷ] non addit Ἰησοῦ C. 7. ἐπιβουλευόντων] Rasura duo triumve litt. ante ω, in qua inanu recenti scriptum est τ, quasi ἐπιβουλευομένων prima manu exhibuisset C. ἐπιβουλευόντων liabet D. 8. ἡμὶν] + ἐξουσίαν Eild. invito C. lO. πάρα· θαρσύνει C. ἕξετε C. ἔχετε Edd. 13. ἐν αὐγῇ C. αὐτοῦ iid. ἐκχεῖται πλουσίως oni. C. habet b. 15. τοῖς] τῆς Edd. ante Migne. 17. τὴν ἐλπίδα b. 19. γαννύμεθα Edd. correxi ex C. Statim μὲν oni. C. τότε assmnplum ex C. 21. πάσαις ταῖς ἀνομίαις B.C. πάσας τἀς ἀνομίας Edd. 25. ὄνθ’ ὧν C. (A.V. ℵ) εἰς ὃν F. Edd. κατορχ. C. et infra. In mg. C. scripsit manus recens γρ (= γράφε) ὄψονται εἰς ὃν ἐξεκεντησαν quae dicit infra D. Cynlliis lecta esse Heltraice. Haec verba habet, Nestoiins )

493
ὡσεὶ ἐπ’ ἀγαπητὸν, κω ὁδυνηοήσονται ὀδύνην ὡς πρωτοτοκῳ.

Ἡ Ἑβραίων ἔκδοσις ἀρχὴν ποιεῖται τοῦ προκειμένου κεφαλαίου τό Καὶ ἐπιβλέψονται πρὸς μέ· πλὴν οὐ συμβαίνει τῇ τῶν ἑβδομήκοντα παραδόσει τε καὶ ἑρμηνείᾳ. Ἑβραῖοι μὲν γάρ Ὅψονταί φασι, ἀντὶ τοῦ Ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ Κατωρχήσαντο, Εἰς ὃν ἐξεκέντησαν. πλὴν οὔτι που φαμὲν ἀφαμαρτεῖν τοῦ πρέποντος, οὔτε τὴν Ἑβραίων οὔτε τῶν ἑβδομήκοντα· κατορχησαντο γὰρ οἱ Ἰουδαῖοι Χριοτοῦ, καὶ πρός γε τούτῳ καὶ Ἐξεκέντησαν. διένυξαν γὰρ οἱ Πιλάτου [*](S. Joan. xix. 34.) στρατιῶται τὴν πλευρὰν αὐτοῦ, καθὰ γέγραπται. οὐκοῦν περιθήσωμεν εἰκότως τῷ προσώπῳ Χριστοῦ τὸν ἐπὶ τῷδε [*](d) λόγον. πλὴν ἐκεῖνό φαμεν βούλεσθαι δηλοῦν Ὅψονται εἰς ὃν ἐξεκέντησαν, ἤγουν κατορχήσαντο, καὶ κόψονται ἐπ’ αὐτοὺς κοπετὸν ωσει ἐπ’ σγαπητον και οδυνηθησονται οδυνην ὡς ἔπι πρωτοτόκῳ. προσηλώσαντες μὲν γὰρ τῷ ξύλῳ τὸν θεῖον ναὸν, περιεστήκασιν οἱ σταυρώσαντες, ἀνοσίως ἐπιτωθάζοντες. οἱ μὲν γὰρ ἔφασκον “ Ό καταλύων τὴν ναὸν καὶ ἐν [*](S.Matth. xxvii. 40.) τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν ἕτεροι δὲ αὖ “ Ἅλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” ἐπειδὴ δὲ ὑπὲρ [*](Ib. 42.) ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν, ἐκήρυξέν τε καὶ τοῖς ἐν ᾅδου [*](e) πνεύμασιν, ἀνεβίω τε αὖ, σεισμοῦ γενομένου, περὶ τὸ μνη- μεῖον οἱ προσεδρεύοντες ἐθαύμαζον λέγοντες “ λήθῶς Θεοῦ [*](Ib. 54.) [*]((adv. Nest. lib. iv. ρ. 114 b.) unde iisdem utitur in responsione D. Cyrillus. Verba εἰς δν ἐξεκέντησαν exhibent (22. al.). ἐπ’ αὐτοῖς C. (XII. 42.) ἐφ’ ἑαυτοῖς F. Edd. ἐπ’ αὐτοὺς Alex.] i. ὡσεὶ Β. ut infra. ὡς C. (A.V. c.) ἐπ’ ἀγαπητὸν C. (Alex.) ἐπ’ ἀγαπητῷ Β. Edd. 2. πρωτοτόκῳ D.F. Edd. In C. littera erasa, quasi ante exhibens πρωτοτόκων (95. 185). 3. προκειμένου C. παρόντος Edd. 4. τό om. C. 6. Haec ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ assumpta ex B.C. —10. Haec πλὴν οὔτι οὔτι e corr. a manu recenti ex ὅτι] που φαμὲν ἀφαμαρτεῖν [manu recenti ex ἐφαμ.] τοῦ — ἐξεκέντησαν accesserunt ex C. desunt in D. 12. περιθήσωμεν C. παραθήσομεν Edd. 13. Haec ὄψονται — κατορχήσαντο accesserunt ex C, 14. ἐπ’ αὐτοὺς C, (Alex.) et infra. αὐτοῖς supra in SS. Scr. textu exhibet C] ἐφ’ ἑαυτοῖς Edd. 15. ὡσεὶ retinui ex Edd. ὡς C. ἐπ’ ἀγαπητὸν C. ἐπ’ ἀγαπητῷ Edd. 16. πρωτοτόκῳ liabet C. 17. περιεστήκησαν C, 20. καὶ ἑαυτὸν C. ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν C. θεὶς ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν Edd. 21. τε assumptiim ex C. 22. περὶ C. παρὰ iid. 23. ἐθαύμαζον λέγοντες] ἔφασκον λέγοντες (sir) C. ἔφασκον habet b. Θεοῦ γίὸς hoc ordine B.C.b.)

494
“Υἱὸς ἦν οὖτος·” πολλὴ δὲ παρὰ πολλοῖς ἡ μετάγνωσις ἦν. ἐπειδὴ δὲ καὶ ὁ Ῥωμαίων αὐτοῖς ἐπέσκηψε πόλεμος, καταδῃωμένης αὐτοῖς τῆς χώρας, καὶ πόλεων ἐμπιπραμένων, καὶ οἴκων ἐρημουμένων, πολιορκουμένης τε ἤδη καὶ αὐτῆς τῆς Ιερουσαλὴμ, καὶ λιμοῦ κατατήκοντος ἔνδοθεν, ἐκαλοῦντό τινες [*](784 Α. a) εἰς συναίσθησιν μόλις τῶν ἐπὶ Χριστῷ τολμημάτων, ᾔδεσάν τε λοιπὸν τοῦ κακοῦσθαι τὰς αἰτίας, καὶ ὅτι πρόφασις αὐτοῖς τοῦ παθεῖν τὰ ἐπ’ αὐτῷ γέγονε δυσσεβήματα. οὐκοῦν ἐπειδὴ κατωρχησαντο, κοψονται ἐπ’ αυτους κοπετὸν ὡσεὶ ἐπ’ ἀγαπητὸν καὶ οδυνηθησονται οδύνην ὡς ἐπὶ πρωτοτόκῳ. καὶ γὰρ ἀεί πὼς ἄσχετον μὲν καταχεῖται δάκρυον τοῖς γεγεννηκόσιν, ἐφ’ υἱῷ πρωτοτόκῳ κειμένῳ καὶ ἀγαπητῷ, κομμοὶ δὲ καὶ θρῆνοι καταίρειν εἰς τέλος οὐκ ἀνεχόμενοι, μακρὰ δὲ δὴ πάντως καὶ οἷον διηνεκὴς ὀδύνη, δριμείαις τισὶ καὶ ἀφορήτοις [*](b) προσβολαῖς ψυχὴν κατατήκουσα. ὅτι δὲ ἔμελλον εἰς πείραν ἐλθεῖν Ἰουδαῖοι τῶν τοιῶνδε κακῶν, προκαταμεμήνυκεν ὁ Χριστὸς ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἐπιτιμῶν τε καὶ [*](S.Luc. xxiii. 28.) λέγων “ Θυγατέρες Ἱερουσαλὴμ μὴ κλαίετε ἐπ’ ἐμὲ, “ δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.”

Ἐν τῇ ημέρᾳ ἐκείῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἑ πεδίῳ ἐκκοπτομένου, κὼ καὶ ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες C αὐτῶι καΘ’ ἑαυτὰς, φυλὴ οἵκου Δαυεἰδ καΘ’ ἑαυτὴν, κα αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ Οἵκου Νάθαν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ οἵκου Λευὶ καΘ’ [*](3. ἐμπιμπραμένων Edd. correxi ex B.C. καὶ οἴ ἔρημ’. om. C. 5. ἕνδοθεν om. C. 6. αἴσθησιν C. ἐπὶ Χριστοῦ C. εἵεσαν C. 8. τὸ pro τοῦ (sic) C. 9. κατορχ. C. ἐπ’ αὐτοὺς C. Ut supra. ἐπ’ αὐτῷ D ut videtur. (68 al.) ἐφ’ ἑαυτοῖς Edd. ὡσεὶ retinni ex Edd. ὡς C. ἐπ’ ἀγαπητὸν C. ἐπ’ ἀγαπητῷ iid. lO. καὶ γὰρ om. C. 13. καταίρειν] καταίρειν] C. 15. ψυχὴν C.D. [prius omissum in mg. manu ut vid. prima C] ψυχὰς Edd. Statitn κατατήκουσα D. Edd. κατατήκουσιν C. 16. τοιούτων C. προκαταμεμήνυκεν C. προμεμ. Edd. 20. ἐν alt.] ἐπὶ C. (106.) 21. έκκοπτομένου Β. cf. supra 483 c. ἐνκοπτ. ( = ἐγκ.) C. Pont. ἐγκ. F. Aub. (130,311.) 24. καθ’ ἑαυτάς] καθ’ ἑαυταῖς C.)

495
ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καΘ’ ἑαυτάς. πᾶσαι αἱ ὗλαι αἱ ὑπολελειμμέναι, φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς.

Καταδῃουμένης ἁπάσης τῆς Ἰουδαίας κατὰ καιροὺς ἀπὸ [*](d) τῆς τῶν Ῥωμαίων στρατείας, καὶ αὐτῆς δὲ πολιορκουμένης τῆς Ἰερουσαλὴμ, τοιοῦτον ἔσεσθαί φησι παρὰ τῶν ἐν αὐτῇ τὸν κοπετὸν, ὁποῖον ἃν ποιήσαιτο γηπόνος ῥοῶνος ἐκκοπτομένου. εὐανθὲς μὲν γὰρ τὸ φυτὸν, καὶ συχνοὺς ἐκ ῥίζης ἀνίησι κλῶνάς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραίζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. [*](e) πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀποκείρεσθαι τὸ φυτόν. ἀλλ’ ἢν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ’ αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα [*](a 785 A.) κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ᾿ ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους; ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσπασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, [*](1. τοῦ assumptum ex C. deest in F. (Co.) 6. τῶν assumptum ex C. στρατείας C. στρατιᾶς Edd. 11. εὖ ὡραΐζοιτο C. invito b. 13. καὶ prius assumptum ex C.b. ὀρπίκων C.b. 14. ἐλύτρων C.b. λ ἐλύτρων Β. ἐλύστρων Edd. 15. ἀποκείρεσθαι] ἀποκεῖραι καὶ b. 17. ἥκει Edd. 15. εὐκάρποις C. ἐγκάρποις Β. iid. παρεικάζοιτο C. 19. γὰρ om. C. rasura trium fere litt. habet. D. 20. τέθηντο C. 21. τῆς prius assumptum ex C. 22. τε] δὲ C. 25. ἐχθροῖς] + καὶ Edd. invitis B.C.)

496
καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, [*](b) τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε „Kομμοὶ δὲ ἦσαν ἀνὰ τὴν [*](De Beilo Jud. lib. ii. cap. 1. Supra xi. 1, 2.) „πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέλευστος.” „ ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων “Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω “ πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε “ κέδρος, ὅτι μεγάλως μεγυττάνες ἐταλαιπώρησαν· ὀλολύξατε “ δρύες τῆς Bασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς 10 “ ὁ σύμφυτος·” οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. [*](c) πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς [*](S.Matth. iii. 10; S. Luc. iii. 9.) Ἰουδαίων δήμοις προσπεφωνηκώς “ Ἤδὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,” [*](S. Joan. xv.) “καὶ καίεται.” ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἃν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου. κόχεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν κ᾿ ἑόιυτιίς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν [*](d) μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστη φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιόβουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν. ταύτητοί φησιν ὅτι φυλὴ οἴκου Δαυεὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, [*](1. παντὸς τοῦ ἐν οὐτῇ λιμῷ C. πάντας τοὺς ἐν αὐτῇ λιμοῦ Edd. 2. πεπλήρωτο. μαρτυρήσει B.C. πεπλήρωται. μαρτυρεῖ Edd. Ἰώσηππος C. 5. οἰμωγαὶ δὲ διαπρύσιοι C. οἰμωγὴ δὲ διαπρύσιος Edd. 7. Α τὰς ad τὰς tiansilit Β. καὶ om. C. sed cf. supra 483 c, 755 d. 8. διότι C. ut supra ll. cc. ὅτι Edd. 12. Ἰωάννης B.C. (scil. Baptista) Mατθαῖος Edd. 16. καὶ καίεται οm. C. retinui ex Edd. φησὶν οὕτω hoc ordine C. ἐν αὐτῷ C. 17. κοπετὸς alt. assumptuin ex C ἐντεθηλ. C. 19. φυλὰς alt. om. C. (22, 51, 62, 147, 238.) 20. οὔτι C. οὔτε B. Edd. 21. εστήξει C. 24. μετὰ B.C. κατὰ Edd. 27. λέγομεν C.)
497
τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς Δαυεὶδ, ἤτοι τοῦ Ιούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, [*](e) ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλλέγειν αἰσχροκερδείας. ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας [*](a 786 Α.) ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται καθ᾿ ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ἧ φησιν ὁ προφήτης “Οἱ [*](Soph. iii. 3.) “κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.’’ συνοδύρεσθαι δὲ ταύταις ἀναγκαῖόν πὼς ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν [*](b) ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Κεφ. ιγ΄. Δαυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν.

[*](c)

Ἐπιτρέχει τῷ λόγῳ τὰ μετὰ τοῦτο πάλιν ἐσόμενα “τοῖς [*](2 Tim. iv. 8.) [*](2. ἐκπίπτοντες C. ἐκκοπέντες Edd. κατοιμώζουσιν iid. 6. ἦν om. C. 14. συννόμως C. 16. τὸ om. C. 18. τε assumptum ex C. 20. ταύτας manu prima C. 21. ἐκπεπομμένας (sic) C. 22. κατηρ. τημένου C. ἐπηρτ. Edd.)

498
“ἠγαπηκόσι τὴν ἐπιφάνειαν” τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ταῖς ἀπειθείαις ἐξυβρικότες, ἐν πολιορκίαις ἔσονται, φησὶ, καὶ ἐπί γε τοῖς σφῶν αὐτῶν κατοιμώξουσι κακοῖς. ἐν ’δε γε τῆ νοητῇ καὶ ἁγίᾳ κατὰ τὸ ἀληθὲς Ἱερουσαλὺμ, καὶ ἐν τῷ οἴκῳ Δαυεὶδ, τουτέστι, τῆ Ἐκκλησίᾳ τοῦ πεφηνότος ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα Χριστοῦ, πᾶς τόπος ἔσται διανοιγόμενος, [*](d) τουτέστι, πολλή τις εὐρυχωρία καὶ οἷον ἀνειμένη δίαιτα τριπόθητος καὶ ἀπονωτάτη.

Ἰστέον δὲ ὅτι τὸ ῥητὸν Ἑβραῖοι πάλιν ἑτέρως ἐκδεδώκασιν. ἀντὶ γὰρ τοῦ Ἐσται πᾶς τόπος διανοιγόμενος, πᾶσαν ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν [*](e) γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀποστάτις, [*](S.Matth. xxiii. 37; xiii. 34.) “ἡ ἀποκτενοῦσα τοὺς προφήτας καὶ λιθοβολοῦσα “τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν,” τὰς τοῖς ἰδίοις τολμήμασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ [*](787 Α. a) εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις; Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ [*](2. ἀπιθείαις C. 3. αὐτοῖς manu prima C. κατοιμώζουσι prima C. invito D. 15. ἀπιθὴς C. ἀποστότης C. 16. ἀποκτένουσα B.C. ἀποκτείνουσα Edd. 18. ἔχουσα (sic) C. ἀποτιεῖται C. 20. τουτέστι] + τὴν ἐκκλησίαν b. repugnantibus C.D. 21. τόπῳ παντὶ inv. ordine b. invitis C.D. 25. ἀπὸ C. Edd. ἐκ b. 27. ἐστι τις] Sic edidi. ἐστὶ τίς C. τίς ἔσται Edd. Verba desunt in b. 28. ἀμαθείας Edd.)

499
σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν [*](b) ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν [*](Gal. v. 16.) τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἃν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι ἤτοι τόπος διανοιγόμενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα [*](c) τὸ τῆς καθάρσεως ὕδωρ.

Καὶ ἔσταί ἐν τῆ ἡμἐρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τὰ ὀνόματα τῶv εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι ἔσται αὐτῶν μνεἰα· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.

Πάντα πρὸς τὸ ἄμεινον μετακεχώρηκεν ἐν Χριστῷ, καὶ καινὴ κτίσις τὰ ἐν αὐτῷ, τῆς ἀρχαίας σαθρότητος ἀποβαλόντα [*](2 Cor. v. 17.) βαλόντα τὸν μῶμον. ἀτρεκῆ δὲ ὄντα τὸν ἐπὶ τῷδε λόγον [*](d) κατίδοι τις ἃν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά [*](2. λοιπὸν assumptum ex C. 5. εἰς om. C. 7. αἵματι] + τοῦ b. 9. τὸν assumptum ex C. 13. Κύριος] + σαβαὼθ Edd. invitis B.C. (Alex. XII.) 16. ἀπὸ] ἐκ F. 18. αὐτῷ C. Χριστῷ Edd. 19. τόδε C. 20. κατείδοι C. καὶ assumptum ex C. 23. ἦν om. C. 24. δυσβουλίαις (sic) C. 25. ἀναθῆναι C. 26, τῷ assumptum ex C. )

500
[*](e) πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ ’δε γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος [*](Deut xxxii. 9.) καὶ “μερὶς Τυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- “ρονομίας αὐτοῦ,’’ τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπικουρίαν αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπονεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαι- [*](788 Α. a) μονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως, τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν. οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρησμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Σῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ [*](b) τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν. περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προφήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιά- [*](Hier. xiv. 13.) ζοντα Θεόν “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- “φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς οὐκ ἕαται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπερ τούτῳ.’’ καὶ πρός γε ταῦτα Θεός [*](Ιb. 14.) “ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ [*](c) “οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ [*](1. ταύτῃ C. ἀβελτερίας C. ἀβελτηρ. Edd. 2. ἦν assumptum ex C. ἀπόλεκτος C. ἀποδεκτὸς B. Edd. 3. τε om. C. 7. τὸ C. 8. πρὸς τὸ δεῖν] πρὸςτοδῆν (sic) C. 9. συναποκομίζεσθαι C. ἀποκομίζεσθαι Edd. 10. ἐνολισθεῖν C. στοιχεῖν iid. 11. ψευδοπροφητῶν C. ψευδωνύμων προφητῶν iid. 12. βεβήλοις C. τοῖς βεβ. iid. 16. ἐπὶ τοῦτο C. 17. ἀπηρεύγοντο] ἀπηγόρευον C. 18. ἑαυτῶν C. αὐτῶν iid. 23. ἡμῖν C. (Alex.) ὑμῖν Edd. (Vat.) 25. φησὶν assumptum ex C. ἐπὶ C. ἐν Edd. (48.) neutrum habet B. 27. ὅτι C. καὶ Edd.)
501
“προφητεύουσιν ὑμῖν’’ καὶ πάλιν “Οὐκ ἀπέστελλον τοὺς [*](Hier. xxiii. 21.) “προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, “καὶ αὐτοὶ προεφήτευον.’’ ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροωμένοις τὰ “ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ [*](Ιb. 16.) “ἀπὸ στόματος Κυρίου.” εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ιουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ [*](d) ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλολατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπον τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοι τε ἦσαν, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνησιν καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν [*](e) φησὶν απο τῆς γῆς τὼ ἐνόματα τῶν εἰδωλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνη, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνατείηῃ, [*](2 S. Pet. i. 19.) κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξηρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας 5 ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν.

[*](a 789 Α.)

Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ερεῖ πρὸς αὐτὸ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αυτόν Οὐ ζήσῃ, [*](1,2. προφητεύουσιν — οὐδὲ assumpta ex C. Statim ἐλάλησαν Edd. invito C. 3. ἐπροεφήτευον (bic) C. 8. ἐπειδὴ δὲ C. ἐπεὶ δὲ Edd. 10. ὀλοθρεύεται C. ὠλόθρευτο Edd. 12. τε assumptum ex B.C. 13. ἔμπλεοί τε C. ἔμπλεω Edd. 18. κατ’ ἐκεῖνο τοῦ καιροῦ C. κατ’ ἐκεῖνον τὸν καιρὸν iid. 19. λάμψει λάμψῃ) C. 21. διαυγάσει C. καὶ assumptum ex C. 23. ἀληθινοί τε C. ἀθληταὶ Edd. 27. αὐτοῦ prius deest in Edd.)

502
ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· κώ συμποδιοῦσιν αυτόν ὁ πατὴρ αὐτοῦ κω ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.

Τοσαύτη τις ἔσται περὶ τὸ θεῖον, φησὶν, αἰδὼς τῶν τηνικάδε, φροντιοῦσι δὲ οὕτω τῆς εἰς ἄκρον ἐπιεικείας καὶ [*](b) ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγεσθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, τουτέστι καταδεσμεύσουσιν ὡς ἔκφρονα τε καὶ μεμηνότα, μελλήσαντες δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου.

[*](c)

Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος, καὶ τὸ βέβαιον εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ’ ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν; ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ’ ἡμᾶς [*](d) πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι [*](4. φησὶ post τηνικάδε tr. Edd., hoc ordine C. 7. εἰ ζηλοῦν ἕλοιντο C. ζηλοῦν, τὸ Edd. 8. ὑποπλαττόμενοι C. ἀποπλαττομένους Β. Edd. καὶ C. Edd. κἂν Β. ἀποφθέγξοιντό Β. Edd. ἀποφθέγγοιντό D. ἀποφθέγξεταί C. Statim τὰ Edd. invitis B.C.D. 11. καὶ B.C. τὸν Edd. 12. τόδε C. 13. τὸ alt. C. τόδε iid. 15. ὅπως B.C. ὥσπερ Edd. 21. ἐναλοιει C. 22. γένοιτ’ ἂν C. τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι C. τῆς εἰς Θεὸν εὐσεβείας, ὅτι ὅτε Aub. καὶ ὅτι Β.] Edd. 26. τιμώμενα om. C. habet D. ἐστι C. εἰσι Edd.)

503
στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτὸν, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην ἀνθ᾿ ὦν ἐψεύσαντο. καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ανθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. κω ἐρῶ πρὸς αὐόν Τί αἱ πληγαὶ αὗται ἀᾶ μέσον τῶι χειρῶv σου; καὶ ἐρεῖ Ἅς ἐπλήγην ἐν τῷ οἴκῳ τῶ ἀγαπητῷ μου.

Ὅτι καὶ ποινῆς καὶ δίκης ἄξια τέθεινται παρ’ ἡμῖν τὰ [*](a 790 Α.) πάλαι τεθαυμασμένα, καὶ ἐκ τῆς τῶν προκειμένων ἐννοίας ἀταλαίπωρον ἰδεῖν. προεφήτευον μὲν γὰρ, ὡς ἔφην, ἐν τῷ Ἰσραὴλ οἱ ψευδοεπεῖς τε καὶ φένακες, καὶ πλανᾶν εἰωθότες “ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου κατὰ τὸ [*](Ezech. xiii. 19.) γεγραμμένον. εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, επέπληττε μὲν οὐδεὶς, οὐδ’ ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον [*](b) ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν ’δε γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτουμένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ κακοῦ, καὶ δεῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο, του- [*](4. αὐτὸν] αὐτοὺς F. (22. al.) 5. ἐρεῖ] + ὅτι B. 6. διότι C. (Alex.) cf. infra. διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι Edd. ὅτι ἄνθρ. ἔργ’. τὴν γῆν ἐγώ εἰμι διότι Β. 9. τῷ ἀγαπητῷ B.C. (Vat. S) cf. infra. τοῦ ἀγαπητοῦ F. Edd. (Alex.) cf. supra 415 d. in S. Joannem 463 c. [sed in S. Joannem 1107 a τῷ ἀγαπητῷ?]. 12. εἰδεῖν (sic) C. 16. οὐδ’] οὐκ C. 19. ἴεσαν C. ἐν assnmptum ex C. 20. γε assumptum ex C. 22, ἐπιτιμωμένης C. ἐπιτετιμημένης Edd.)

504
[*](c) τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῆ πλημμελείᾳ κατολοφύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πὼς εἰς [*](d) ἁμαρτίας. εἶεν δ’ ἂν αἱ τοιαίδε μετανοούντων φωναί. εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμποδισάντων [*](Supra ver. 3.) αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ αγαπητος ἑκάστῳ τῶν καθ’ ἡμᾶς, ὁ τῶν γεγεννηκότων.

Ὅρα τοίνυν ὅση τις ἐστὶν ἡ τῶν πάλαι τε καὶ νῦν πραγμάτων διαφορά. ἐθαυμάζοντο μὲν γὰρ οἱ παρ’ ἐκείνοις ψευδοπροφῆται, καὶ ἦσαν ἐν δόξη καὶ ὑπολήψει χρηστῇ, [*](e) καὶ ταῦτα δρῶντες οὐδὲ μετεμέλοντο· κατὰ δέ γε τὸν ἐνεστηκότα καιρὸν, εἰ δή πη τινὲς ἕλοιντο ταῖς ἐκείνων μανίαις κατακολουθεῖν, ἐπιτιμῶνται, καταισχύνονται, ταῖς τῶν γεγεννηκότων κολάζονται ψήφοις, μεταγινώσκουσιν ὡς ἡμαρτηκότες καὶ πενθοῦσι καὶ κλαίουσιν, αἰτοῦσι συγγνώμην τὴν τῆς ἀνθρωπείας φύσεως ὁμολογοῦντες ἀσθένειαν καὶ [*](791 Α. a) τὸ εὐόλισθον εἰς ἁμαρτίαν. ἀνῄρηται γὰρ “τὸ πνεῦμα τὸ [*](Supra ver. 2.) “ἀκάθαρτον ἀπὸ τῆς γῆς,’’ τῆ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμει τε καὶ ἐξουσίᾳ.

[*](1. κατωλοφ. C. 6. τουτέστιν] + ὅτι Edd. invito C. 8. ἑτοιμοτέρα πὼς C. ἑτοιμοτρεπὴς iid. 9. ἁμαρτίας C. ἁμαρτίαν iid. 10. ἔρεσθαι] + τι Β. Pont. 12. τῷ ἀγαπητῷ B.C. Pont. τοῦ ἀγαπητοῦ Aub. 13. τὰς] τὰ Edd. 14. ἀγαπητὸς B.C. Pont. ἀγαπητοῦ Aub. 15. γεγενηκότων (sic) C. 16. τε assumptum ex C 19. γε om. C. 20. πη assumptum ex C. 21. μανίαις C μαντείαις Edd. ἀκολουθεῖν C. καταισχύνονται C. κοὶ καὶ Β. καὶ κατ’. καὶ Edd. 23. καὶ prins et αἰτοῦσι συγγνώμην assumpta ex C. 24. ἀνθρωπίας C. 26. Ἰησοῦ om. C.)
505