In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
c Ἰδοὺ δὴ σαφῶς ἀνάστεμά τε καὶ τεῖχος ὀνομάζει Χριστὸν, δι’ οὗ καὶ ἐν ᾧ πεπυργώμεθα, κατ’ εὐδοκίαν δὲ δηλονότι καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. οἶκος γὰρ ὁ νοητὸς καὶ [*](1 Cor. iii. 9.) οἰκοδομὴ Θεοῦ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἡμεῖς που πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφήτου [*](2 Cor. vi. 16; e Lev. xxvi. 12) φωνῆς “ Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, “καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονται μοι λαός. [*](d) ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διοδεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας.
[*](1. γὰρ] + ἡ Edd invito C. 5. νῦν εἰσιν C. σύνεισιν B.D. Edd. 9. ἀνάστεμα B.C. (Alex.) ἀνάστημα D. Edd. (Vat, ℵ) 11. ἑόρακα C. ἑώρακα Β. ἑωράκασι Edd. (198.) τοῖς om. F. 12. ἀνάστεμα B.C.b. ἀνάστημα Edd. 13. Haec ἐν ᾧ accesserunt ex C.b. πεπυργ ἐμπεπυργ. Edd. 14. ὁ assumptum ex C.D.b. 15. οἰκοδόμημα b. 21. ἀνάστεμα Β. ἀνάστημα C.D.b. Edd. 22. πάλαι C.b. πόλιν Β. Edd. διοδεύωσί C.b. διοδεύσωσί Edd. 24. ποιοῦντες C.b. πορόντες Β. περιόντες Edd. περιιόντες Migne. συμπατοῦντες B.C.b. πατ. Edd. 25. τὰς om. iid.)Ἔφη μὲν γάρ που περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀρχαῖος ἀμπελὼν [*](Es. v. 1. Ib. 5.) πέλων τῷ ἠγαπημένῳ, ὅτι “Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ [*](e) “ἔσται εἰς καταπάτημα.” ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν [*](2 Tim iv. 8.) φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμμανουὴλ, ἀρρήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκείνων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφήτης πρὸς αὐτόν “καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν [*](Es. lviii. 12.) “καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.” ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέσου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω [*](a 735 Α.) ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷαπερ ἄρρηκτον περιθεὶς, καὶ ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γενέσθαι παρεσκεύασεν. ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦ μὲν εὐάλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. [*](b) ἁλλ’ ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ’ ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῶ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυμένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθείαν· οὐκ ἐξελαυνόμενοι πρὸς πλάνησιν, ἀλλ’ οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῆ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν [*](c) “ καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.” λέγων δέ Ὅτι [*](Ps. xxxix. 3.) [*](2. ἠγαπημένῳ B.C. κτησαμένῳ Edd. e conj. Pont. 5. τεῖχος C. 6. ἀῤῥήτῳ C.D. ἀῤῥήκτῳ Edd. 8. ἐφιεὶς C. 12. ἔτι C. ὑπὸ Edd. 13. ποιούντων C. παριόντων Edd. 14. ὁ assumptum ex C. 17. ἐπέλθῃ C.b. ἔλθῃ Edd. εὐάλωτοι C.b. αἰχμάλωτοι Edd. 18. καὶ alt. assumptum ex C. 20. καὶ prius om. B. habent C.b. 22. ἐκβαλεῖ C. ἐμβολῇ Edd. τὸ] τῷ iid. 25. ἐκβαίνοντες B.C. ἐμβ. iid. 26. ἐκβεβηκότες C. 28. ἐπὶ] διὰ iid.)
ΤΟΜΟΣΓ΄.
[*](1. ἑόρακα C. ἑὼρ. b. Edd. 2. τὸν τῆς τοῦ Σ. ἐπιδημίας b. Edd. τὴν τοῦ Σ. ἡμῶν ἐπιδημίαν C. 5. οὐκ ἐποπτείας C. οὐ θεοπτίας D. οὐ θεραπείας Edd. 7. ἀπεστρεμμένος C.D. Font. ἀπεστραμμένος correxit Aub. 8. μαρτυρεῖ Edd. 11. ἑώρακαμεν Edd. 12. τε D. Edd. δὲ C. 13. κεκερδάκαμεν C.D. κεκερδήκ. Edd.)ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
χαῖρε σφὸδρα ΘύΓατερ Σιὼν, κήρυσσε θύγατερ ̔Ιερουσαλήμ· ἰδοὐ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκώς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος [*](e) ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιῶν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἃν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπατημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς [*](a 736 A.) ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαΐσμένης;
Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐθὺς θυγατέρα τὴν Σιῶν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακηρύττειν τε παρεγγυᾷ τῇ ̔Ιερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε [*](1, 2. Sic Β. ΤΟΜΟΣ Δ΄. C. 4. πραὺς C. πρᾶος F. Edd. (22. al.) 5. ἐπὶ ὑποζύγιον] Fortasse ἐπὶ omiserat C. Hodie rasura 10 fere litt. ἐπὶ ὄνον manu recenti et mala. 7. ἄναντες. B.C.b, ἀνιᾶν Edd. 9. ἁπάσης b. invitis C.D. ἔτι] ἐστι C. 15. ἡμῖν b. 19. τε assumptum ex C.b.)
Ἀνέγνωμεν δὲ ὅτι “τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποίει. γράμμα μὲν γὰρ ο κολαστὴς ἐστι νόμος, η σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς [*](c) εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς ̔Ιεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν [*](S.Matth. xxi. 1 sqq.) ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκάθητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε [*](d) μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαιδαγώγητο νόμῳ. ἀλλ’ ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπομένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- [*](3. πρὸς τούτῳ D.b. πρὸς τοῦτο C. πρὸς τούτοις Edd. πρᾶος habent C.D.b. εἰσφέρων b, 6. Haec κἂν εἴτις—Πατέρα accesserunt ex C. κἂν εἴτις ἆμαρ παραβαίη, αὐτὸς πρὸς τὸν Θεὸν κοὶ Πατέρα ἀνα τὴν κλῆσιν (sic) D. 8. ἀποκτενεῖ B.C.D. ἀποκτείνει Edd. 10. ζωοποιὸν Β. ζωοποιῶν (= ζωοποιὸν) C. ζωοποιοῦν Edd. 14. δεήσῃ C. 18. ἐπανεπαύσατο b. Nik. in S. Matth. Edd. ἐπανεπαύετο C. 19. καὶ C.b. τῷ Edd. 20. ἦν γὰρ οἷά τις C.b. οἷα γάρ τις ἦν Edd. 21. ἐπαιδαγωγεῖτο b. 25. γε Nik. 1. c. Edd. γὰρ C. Neutrum habet b. 27. καὶ] + τῶν b.)
Καὶ ἐξολοθρεύσει ἄρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, [*](10 b) καὶ έξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.
Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπώντων αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας [*](Eph vi. 12.) καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε [*](6. καρδίας Nik Edd. καρδίαν C. 8. λελατρεύκασι C. invito Nik. 11. πα + γὰρ Edd. invitis C. Nik. 12. καὶ ὡμ.] ὠμοίονται γὰρ C. invito Nik. 15. πάντες C. Nik. πάντως Edd. 18. καὶ εἰρήνη C manu prima. εἰρήνης D (23) καὶ εἰρήνην F. Edd. (91, 132, 240.) 19. ἀπὸ θαλάσσης F. Ldd. (22. al.) desunt in C.D. sed cf. infra. 20. ποταμῶν διεκβολὰς C.D. ἄπο ποτάμων ἕως διεκβολῶν F. Edd. (36. al.) 23. σκότους C b κόσμου Edd. 24. ὑποτάξειν C.D. ὑποτάσσειν Edd. 25. τε om. C. habet D.)
Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε έν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.
Μέτεισιν ὁ λόγος ἐπ’ αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ [*](c) κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν [*](Phil. ii. 7.) ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέθεικε [*](Heb. xii. 2.) τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ἐν [*](Cf. ib. xiii. 20.) αιματι δὶαθηκης αἰωνίου, ἦς ἢν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιρρανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, “αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν [*](Ib. ix. 19,20. d) “ἐρράντισε, λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο [*](4. χώρα, θαλάσσῃ τε C. θάλασσά τε καὶ χώρα B.D. θαλάσσῃ τε καὶ χώρᾳ Edd. 6. γε] δὲ C. δεῖν C. 10. αὐτῷ B.C. αὐτοῦ Edd. 11. τοὺς assumptum ex C.D. (Alex. XII.) σου om. B. (240.) 12. ὀχυρώματι C.D. (Alex. XII.) ὀχυρώμασι Edd. (Vat. ℵ 13. παροικησίας F. παροικίας Β. (49. al.) 15. τὸν deest in Edd. 17. τε assumptum ex C.D. 22. καὶ prius om. Edd.)
Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, [*](Cf. Heb. xi. 13.) βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, καταθρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν; ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ [*](e) ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι “Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον [*](S. Luc. vi. 38.) “ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. οὐ γάρ [*](3. περὶ αὐτὰ C. 5. καθίσεσθε D.b. (95, 185, 233.0 7. κάθ,ισιν Β. καθήσειν C. καθίσειν D. κάθησιν Edd. 9. καθήμενος] + εἰς Edd. repugnantibus B.C.D. 13. ἕξουσι C.b. ἔχουσι Edd. 14. κα alt. assumptum ex C. 16. παροικεσίας C.b. παροικίας Edd. 18. τῆς assumptum ex B.C.b. 19. δὴ assumptum ex B.C.D. 20, 21. καταλογίσαιτο — ὂν αὐτὸν accesserunt ex B.C.D.b. καταλογίσαιται (sic) D. καταλογίσαι τὸ (sic) b. 23. παροικεσίας b. παροικίας C. Edd. του assumptum ex C.b. 26. πεπιεσμένον] + καὶ Edd. inv. C. σεσαλευμένον] + καὶ Edd. repugn. B.C.)
Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.
[*](740 A. a)τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἢ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων μένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνετεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω [*](b) τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἔπιστήμονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπαν ἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πεποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, [*](c) καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις [*](1. τοι C. που Edd. ὡς pro ὧν C. 3. Ἰούδα ἐμαυτῷ hoc ord. C.D. inv. ord, F. Edd. (22. al.) Statim ὡς add. D.F. Edd. invito C. cf. infra 740 a. 748 e. 5. ἐξ om. C. habent D.b. ταλεπωρήσειε b. 14. τουτέστιν C. 15. νευρὴν C.D.b. νευρὰν Edd. 16, 17. Haec τε — ἀναπηδῶντά τε accesserunt ex B.C.D. 18. αὐτὸ D. Edd. αὐτῶ C. τοαυτὸ b. 19. πεφρασμένον B.C.b, περιπεφρασμένον D. πεφαμένον Edd. 22. τε assumptum ex C. 24. δαιμονίων B.C. δαιμόνων Edd.)
Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶι ̔Ελλήνων, καἰ [*](a 741 A.) ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.
Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον [*](1. καὶ] + τοὺς Edd. inv. C. μαχόμενοι C. 3. σωτῆρα] + καὶ Edd. invitis C.D. 9. οὐκ alt.] πλὴν οὐκ Nik. in Ps. xliv. 10. ἀποφέροντες Nik. 1. c. Edd. ἐπιφέροντες C. ἐπὶ pro ἐν C. 11. καὶ om. C καὶ habet Niket. Codd. nonnulli. πίπτοιεν] τύπτοιεν Edd. [τύπταιεν ἡ deest in Edd. 12. τε assumptum ex C. 14. τε assumptum ex C. 15. σοφώτατος C. σοφὸς Edd. 17. μὲν om. C. invito Nik. in Ps. cxxvi. 18. ἐκπεπτωκότας Nik. Edd. ἀποπεπτ. C. 19. ἐξ assumptum ex C, Nik. 22. γὰρ assumptum ex C.)
Καὶ ἔσται Κύριος ἐπ᾿ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς.
Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, [*](d) συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ’ αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀντανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλιον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστολος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ [*](2. κατεξανιστάμενα C.D.b. κατεξιστ. Edd. 14. βλαστῶσαν C. βλαστήσασαν D. 18. δαιμόνων C. 20. αὐτοὺς] + ὀφθήσεται F. Edd. invitis C.D. βολὶς] + αὐτοῦ F. Edd. (22. al.) invitis C.D. 21. Κύριος ὁ om. C.b. habet D. 22. συγκαταδῃώσει C.b. καταδ. Edd. 23. ἀντανίστασθαι C. ἀνθίστ. iid. 25. τουτέστιν assumptum ex C.b.)
Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν [*](a 742 Α·) σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶ· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς έν λίθοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἶμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.