In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παραταττόμενόν τε οὕτω. καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν [*](b) καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ’ ἐχθρῶν, ὅλη χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις [*](1. ἀστραπὴ] + δὲ Edd. invitis C.D.b. 2. ἀμογητὶ] ἀμαχεὶ C.b. 3. γὰρ 4. δὲ Edd. 4. οἱ assumptum ex C. 7. αὐτὸς C. αὐτὸ D. Edd. Statim δηλῶν add. Edd. invitis C.D. 9. λυχνίαν C. λυχνίας Edd. εἰσπ. C. ἐκπ. iid. 11. εἴδωσιν C, ὑμῶν τὰ καλὰ C. τὰ κ. ὑμῶν Edd. 14. σαλπίζει manu prima ut opinor C. 16. αὐτοὺς alt. assumptum ex C. deest in F. Edd. καὶ καταχ. αὐτοὺς om. B.D. (23. al.) 18. τὸ θυσιαστ. F. (22, al.) 21, 22. κρατοῦντα et τε assnmpta ex C. deest utrumque in D. εἰρημένον C. 23. ἐξηρτύσθαι C. ἐξηρτῆσθαι Β. ἐξηρτῆσθαι D. Edd. μέλλοντα C. μᾶλλον καὶ τῇ D. Edd. 24. χρήσασθαι C. χρῆσθαι 1). Edd. ταῖς ἐνούσαις εὐσθενείαις αὐτῷ C.D. τῆς ἐνούσης εὐσθενείας αὐτοῖς Edd.)

426
αὐτῷ. καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν [*](1 Cor. xvi. 9.) κατεσήμαινε λέγων “Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- “εργὴς, καὶ ἀντικείμενοι πολλοί.” σαλπιεῖ τοίνυν, φησὶν, ὁ [*](c) Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ’ οὐρανὸν, ἐξάκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπεφώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν [*](d) ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδοναις αὐτοὺς καταχῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αιμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θάνατος· [*](e) εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι;

[*](2. κατὰ assumptum ex C.D.b. ἀνοσίως C.D.b. ἀθλίως Edd. 3. ἡμῖν assumptum ex C. deest in D. 4. κατεσήμαινε C.D. κατησήμηνε Edd. ἐνεργὴς D. ἐναργὴς Edd. καὶ ἐνεργ. om. C. 5. κοὶ] + οἱ Edd. repugn. C.D. φησὶν ὁ Κύριος hoc ordine C.b. φησι κύριος D. 6. Χριστὸς Cb. Κύριος D. Edd. 7. διατάττων (sic) b. 8. χριστοῦ deest in Edd. invitis B.C.b. 9. ὁ om. C. habet b. 11. παρὰ C.D. περὶ Edd. Neutrum habet b. 12. μακρὰ C.D. λαμπρὰ Edd. 13. ἠχεῖν C. 14. ὑπερασπιεῖ τε B.C.D.b. καὶ ὑπερασπιεῖται Edd. 15. δαπανᾶσθαι] ἀνασπάσθαι b. invitis C.D. 16. σφενδόναις C,D. σφενδόναις λίθοις b. σφενδόνης λίθοις Edd. καταχῶσαι καταπαίοντας C.D. καταχώσουσι καταπαίοντες Edd. 17. γεννικῶς retinui ex Edd. γενικῶς B.C.D. 23. ἐλεεῖν C.D. ἐλεεῖσθαι Edd. 25. περὶ τῶν οἳ D. Edd. πέρι τινων εἰ C. φθόροι C.D. φθορεῖς Edd.)
427

Εἰεν δ᾿ ἃν οὗτοι πάλιν οἱ Ἑλλήνων λογάδες, καὶ τῆς ἐν κόσμῳ σοφίας ἡμμένοι τὴν δόξαν, οἱ ἄνω τε καὶ κάτω θεοὺς καὶ θεὰς ὀνομάζοντες, καὶ τῇ κτίσει παρὰ τὸν ποιητὴν ἀναπείθοντες προσκυνεῖν, καὶ ἑκάστῳ τῶν στοιχείων τὴν Θεῷ [*](a 743 Α.) πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ. ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχήκότες [*](Cf. 1 Tim. iv. 7.) κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπεποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας [*](b) δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιόμενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, κα ὑπὸ χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἐστι γὰρ αὐτὸς ὁ [*](S. Joan x. 14, 15.) ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.

[*](c)

Διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γὴς αὐτοῦ. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.

Λίθους μὲν γὰρ ἁγίους τοὺς ἐν τῇ γῇ τοῦ Θεοῦ κυλιομένους τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιροὺς ἁγίους, οἵπερ [*](1. πόλιν om. C. habet D. 5. οὗτοι C. καίτοι Edd. 7. γὰρ assumptum e.x C. 12. καὶ τοῖς C τοῖς γὰρ iid. 14. τε assumptum ex C. 17. οἱ om. C. habet D. 18. πλὴν C.D. οὓς Edd. 19. Χριστὸς C.D. Κύριος Edd. 21. τὴν ψυχὴν αὐτοῦ τεθεικὼς C. τιθεὶς τὴν ψυχὴν αὐτοῦ iid. 26. γὰρ assumptum ex C.)

428
ἂν γένοιντο μυσταγωγοὶ καὶ διδάσκαλοι κατωνομάσθαι φαμέν. σύμμορφοι γὰρ γεγόνασι τῷ λίθῳ τῷ ἐκλεκτῷ καὶ [*](E x viii. 16. d) ἀκρογωνιαίῳ καὶ ἐντίμῳ, τῷ τεθειμένῳ παρὰ τοῦ Θεοῦ Πατρὸς εἰς τὰ θεμέλια Σιῶν· εἰ δὲ λίθος ὁ θεμέλιος, οἱ [*](Eph. iv. 16; ii. 21.) συναρμολογούμενοί τε καὶ συμβιβαζόμενοι καὶ εἰς ναὸν ἅγιον ἀνιστάμενοι τῶ Θεῶ, λίθοι κατ’ αὐτὸν πιθανῶς ὀνομάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ [*](e) γοργὸν, διὰ τούτου σημαίνων. οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πὼς εἰσὶν ἀμείνους, καὶ τῶν ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγωγος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾿ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, [*](744 A. a) καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπονενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ’ [*](Ps. ciii. 15.) αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἃν εἰκότως, οἶνος δοθήσεται ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, [*](Ib. b) ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου. οὐκοῦν νεανίσκοι τε καὶ παρθενοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονται τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ [*](6. κατ’ αὐτὸν C.D. καὶ αὐτοὶ Edd. 7, 8. αὐτοὺς om. C. habet D. Asisumpta ὡς ex D., οἶμαι ex C.D. εὔτροφον manu prima C. invitis D.b. 10. πὼς] Sic correxi. πῶς C.D. παντός Edd. 11. ἥτις C. invito D, 12. τὸ] + τῷ Edd. inv. C.D. οὕτως] + οὖν Edd. inv. C.D. 15. τὰ prius assumptum ex C. Haec καὶ ζωὴν accesserunt ex C. desunt in D. 16. ταῦτ’ ἐστὶ D. 18. αὐτῷ om. C. habet D. 20. νοουμένης C.b. 22. ἀμώλυντο (sic) C. 24. Θεοῦ] χριστοῦ b. inv. C.D. 26. οἱ om. C. habet D. 28. δὴ assumptum ex C.)
429
λέγοντος “Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον. [*](Cant. v. 1.) πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ διανοίας τῶ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτὸν. ὡσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· [*](c) οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν.

Αἰτεῖσθε ὑετὸν παρὰ κυρίου καΘ’ ὥρα, πρώϊμον καὶ ὄψιμον.

[*](Κεφ. ί.)

Ὥσπερ γὰρ οὔτ᾿ ἂν σῖτος ἐν ἀγροῖς γένοιτ’ ἂν πόνου [*](d) δίχα, οὔτ᾿ ἂν εὔβοτρύς τε καὶ εὔοινος ἀμπελών· οὕτω καὶ ἐν ἡμῖν οὐκ ἂν γένοιτό τις εὐκαρπία πνευματικὴ, μὴ οὐχὶ Θεοῦ καθιέντος ὑετοῦ δίκην εἰς νοῦν καὶ καρδίαν τῶν ἑαυτοῦ λογίων γίων τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστάζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώιμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλλον [*](e) λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτῆρ’ τοῖς Ἰουδαίων δήμοις “Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· [*](S. Joan v. 45, 46.) “ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὂν ὑμεῖς ἠλπίκατε. “εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ “ἐμοῦ ἐκεῖνος ἔγραψεν.” ἔφη δέ που καὶ περὶ τῶν γραμ- [*](3. φράσαι B.C. φρονῆσαι Edd. 4. τῶν ὁριστῶν ἐφέσει D. Edd. ἀρίστῳ ἐφέσει C. 7. τὸ διιστᾶν D. τὸ δὲ ἱστᾶν manu prima (ἐξ δὲ manu recentiori suprascripto) C. τὸ διιστῶν Edd. 8. παρασκευάζον e castigatione C. 10. αἰτεῖσθαι C. ὑετὸν παρὰ κυρίου hoc ordine C.D. (Alex. XII.) 11. οὔτ᾿ ἂν C.D. οὔτε b. Edd. γένοιτο b. 15. οἱονείπως C.D.b. οἱονείπερ Edd. ἐνστάξαντος b. 17. καὶ prius] + τοῦ Edd. invitis C.b. 19. πνευματικὴ D. Edd, πνεύματι C. παιδαγωγῇ C. 24. Μωυσῇ C. Μωσεῖ Edd.)

430
ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλου- [*](745 A. a S.Matth. xiii. 52.) μένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν “Διὰ “τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- “βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.” οὐκοῦν αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπιστήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε [*](b) ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες ’τον νοῦν.

Κύριος ἐποίησε φαντασίς, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διά τοῦτο ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν, καὶ ἐκακώθησαν ὡς πρόβατα, διότι οὐκ ἦν ἴασις.

Ὠδίνει τινὰ κεκρυμμένην ἔννοιαν τὸ προκείμενον, ἣν [*](c) ἀναγκαῖον οἶμαί που προδιατρανοῦσθαι σαφῶς, συνεῖεν γὰρ ἂν οὕτω τῶν τοῦ Προφήτου ῥημάτων τὸν σκοπὸν οἱ φιλεπιστήμονες. ἦν μὲν γὰρ ὁ λόγος αὐτῷ περὶ τῶν ἁγίων, [*](Supra ix. 16. Ib. 17.) οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτέστιν [*](Gal. v. 24.) ἁγνούς τε καὶ ἀβεβήλους. “Οἰ γὰρ τοῦ Χριστοῦ “Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ “ταῖς ἐπιθυμίαις,” καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν [*](1. καλουμένους Β. invitis C.D. 2. Haec τὸ ἄμεινον τουτέστι accesserunt ex C.D. τὴν ἀμείνω τουτέστι Β. 3. τῇ om. C. 5. κενὰ = καινὰ C. 9. τὰ assumptum ex C. πλείστης τε D. Edd. πλήρης τε C. 14. ὡς οὐκ—ὡς πρόβατα F. Edd. cf. infra. ὡς πρόβ. καὶ ἐκακ. C.D. (A.V. c.) 19. ἂν assumptum ex C. 25. Ἰησοῦ suprascriptum manu ut vid ead. C. om. D.)

431
δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· [*](d) εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ’ οὐδὲ ὑετοῖς καταρδεύεσθαι αρδεύδεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές. Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ [*](e) τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευδοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαγήκασι κόπους, τουτέστιν οὐ τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι’ ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους· οἱ δέ γε μαντεις καὶ τα ενυπνια ψευδξ παρεκαλουν, ἐνηχοῦντες αὐτοῖς [*](a 746 A.) δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐΛπίσι καταπιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ’ εἰς ἀπάτην καὶ πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώθησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ [*](b) ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατερραγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον.

Προσεκτέον δὴ οὖν, οὐχὶ τοῖς ἀποφθεγγομένοις τὰ μάταια, [*](1. τε assumptum ex C. 2. παρεισβαλούσης B.D. παρεισβαλλούσης C. παρεμβαλ. Edd. 4. αὐτοὺς B.C. αὐτὰς Edd. καταρδεύεσθαι C. κατάρδεσθαι iid. 10. χειμέριον C.b. χειμερινὸν D. Edd. καταχέοντος C.b. χέοντος D. Edd. καὶ prius assumptum ex C. deest in D. 11. κτηνῶν assumptum ex C.b. deest in D. 15. ἦν assumptum ex C.b. 16. καμεῖν] καὶ μὴν (sic) C. 17. καὶ] + οἱ b. παρεκάλουν C.D.b. ἐλάλουν Edd. ἐνηχοῦντες B.C.b. εὐηχ. Edd. 20. καὶ assumptum ex C. καταδεικνύντες C. καταδεικνύοντες Edd. 21. δωτῆρα C. 25. ἀνιστὰς C ἀνιστῶν Edd. 27. προσεκτέα C. ἀποφθεγμένοις Aub.)

432
ψευδοετέσι τε καὶ βωμολόχοις καὶ ἐνυπνιασταῖς· Θεῷ δὲ δὴ μᾶλλον τῷ καὶ εἰς νοῦν ἡμῖν ἐναστράπτοντι τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, καὶ νοητοὺς ὑετοὺς καταχέοντι, τὰς διὰ τοῦ Ἀγίου Πνεύματος παρακλήσεις, λέγω, καὶ βοτάνην ἀναφύοντι τοῖς ἐν ἀγρῷ, τουτέστι πάλιν, εἰς εὐανθεστάτην ὥσπερ ἡμᾶς κατανέμοντι πόαν, τῆς θεοπνεύστου γραφῆς τὴν ἀμώμητον [*](Ps.xlviii. 13. c) γνῶσιν. “Ἄνθρωπος μὲν γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρα- “συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ἀλλ’ εἰ ἕλοι πὼς εἰς νοῦν τῶν θείων λογίων τὴν γνῶσιν, καὶ τροφῆς μετάσχοι τῆς πνευματικῆς, τότε δὴ τότε τὴν νώθειαν ἀποβαλὼν, ἐν τιμῇ πάλιν ἔσται, λογισμῷ τῷ σώφρονι διοικούμενος, καὶ τὴν ἀνθρώπῳ πρέπουσαν ἀναλαβὼν φρένα.

Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς [*](d) ἐπισκέψομαι.

Ποιμένας ἐν τούτοις, καθάπερ ἐγῷμαι, τοὺς ψευδοπροφήτας καὶ ψευδομάντεις ἀποκαλεῖ, καὶ τοὺς τῆς ἀπάτης καθηγητὰς, ὄλεθρόν τε καὶ πάγην γεγονότας τισὶν οἳ, τῆς ἀληθοῦς ἐπὶ Θεοῦ δόξης ἡμαρτηκότες, τὴν αὐτῷ πρέπουσαν τιμὴν καὶ [*](Hier. i. 16.) λατρείαν ἀνατεθείκασι τῇ κτίσει, “καὶ προσεκύνησαν τοῖς “ἔργοις τῶν ἰδίων Χείρων’ καθὰ γέγραπται.

Οὐκ ἀπίθανον δὲ τοῖς ψευδομάντεσι καὶ τοὺς τῶν Ἑλ- [*](e) ληνῶν συνάψαι λογάδας, οἳ δοκησισοφοῦντες ἄγαν ταῖς ἑαυτῶν εὐγλωττίαις τοὺς αὐτοῖς προσκειμένους πεπλανήκασι, καὶ ὥσπερ τινὲς ποιμένες οὐκ ἀγαθοὶ κατεβόσκησαν ἐν ἀκάν- θαις καὶ εἰς πολλὴν ἀχρειότητα σαθρῶν ἐννοιῶν· τί γὰρ παρ’ ἐκείνοις τὸ εἰς ἐπίγνωσιν ἀληθείας ὠφελοῦν; κατὰ [*](2. Assumpta δὴ ex C., καὶ ex B.C. 5. εἰς assumptuin ex B.C. 9. ἕλοι] ἔλθοι C. 12. ἀναλαβὼν B.C.D. ἀναβαλὼν Edd. ante Migne. 17. τισὶν C. τοῖς Edd. 18. ἐπὶ C. περὶ Edd. 22. δοκησισοφοῦντες b. δοκισησοφοῦντες (sic) D. δοκήσει σοφοῦντες C. δὴ σοφοὶ δοκοῦντες Edd.)

433
τούτων ἃν γένοιτο καὶ τὰ ἐκ θείας ὀργῆς, καὶ μάλα ὁσίως· ὠλόθρευσαν γὰρ οὐχὶ δὴ μόνας τὰς ἑαυτῶν ψυχὰς, ἀλλὰ γὰρ πρὸς τούτῳ καὶ τὰς ἑτέρων. πεπλανήκασι γὰρ, ὡς ἔφην, τῷ τῆς λέξεως κόμπῳ μονονουχὶ καταχρυσοῦντες τὸ ψεῦδος καὶ τὴν τοῦ λόγου χρείαν δαπανῶντες εἰς φενακισμούς. [*](a 747 Α.) ἐπισκέπτεται γεμὴν τοὺς ἀμνοὺς, ἐποικτείρων δηλονότι, μετατιθεὶς ἐξ ἀπάτης εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ ἐκ τοῦ πεπλανῆσθαι μετασοβῶν εἰς εὐθεῖαν ὁδόν. ὥσπερ γὰρ ἦν ἀκόλουθον τοῖς ἠδικηκόσιν αὐτοὺς τὴν τοῖς ἀδικήμασι μαστι πρέπουσαν ἐπαρτῆσαι δίκην· οὕτω δὴ πάλιν θεοπρεποῦς ἡμερότητος καὶ ψήφου δικαίας ἀμοιρήσειεν ἃν οὐδαμῶς τὸ ἐπὶ τοῖς πεπονθόσι φιλάνθρωπον κρῖμα. ἐδεῖ γὰρ ἔδει σώζεσθαι [*](b) τοὺς ἠδικημένους, ἀμνησικακοῦντος Θεοῦ καὶ ποινῆς ἀπαλλάττοντος τοὺς ταῖς ἐκείνων πλεονεξίαις τάχα που καὶ ἀβουλήτως ὑπενηνεγμένους.

Καὶ ἐπισκέψεται Κύριος ὁ Θεός ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τόν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὠς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ, καὶ ἐξ αὐτοῦ ἐΠέβλεψε, κὼ ἐξ αὐτοῦ ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ, καὶ ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταὶς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, [*](c) διότι Κύριος μετ’ αὐτῶν.

Τίνα δὴ τρόπον ἐποίσει μὲν τοῖς ποιμέσι τὰ ἐξ ὀργῆς, ἐπισκέψεται δὲ καὶ ἀνασώσει τοὺς ἀμνοὺς, καθίστησιν [*](1. ὁσίως C.D. αἰσίως Edd. δικαίως b. 2. μόνας B.C.b. μόνον Edd, τ 3. γὰρ prius assumptura ex C. deest in D. τούτῳ C. του D. ταύταις Edd. γὰρ alt. assumptum ex C. 5. φαινακισμοὺς C. 6. ἐποικτείρων C.b. οἰκτείρων Edd. 8. πεπλανῆσθαι C. [πεπλανεῖσθαι Cod.] περιπλανᾶσθαι 10. ἐπαρτίσαι C. 17. αὐτοὺς] αὐτὸν C manu recentiori. (26, 130, 311) cf. infra. αὐτοὺς habet D. 19. Haec καὶ ἐξ αὐτοῦ prius desunt in F. Edd. (Co.) invitis B.C.D. τὸ om. C. (Vat. ℵ XII.) invitis B.D.F. Edd. (Alex.) θυμῷ C.D. cf. infra. πνεύματι θυμοῦ F. Edd. (22. al.))

434
ἐναργές. ἀναδείξας γὰρ ἐξ Ἰουδαίων τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, κατηγωνίσατο μὲν δι’ αὐτῶν τοὺς Ἑλλήνων σοφοὺς, ἐξείλετο δὲ τοὺς ἀμνοὺς τῆς ἐκείνων ἀθυροστομίας καὶ, τῶν τῆς [*](d) ἀπάτης βρόχων ἀπαλλάξας, μετέστησεν εἰς θεογνωσίαν τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αύτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ’ ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ ἀκαλλὲς καὶ ἀνόνητον. ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων διασποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, [*](e) μονονουχὶ καταχρεμετίζοντες τῆς παρ’ αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειε τις; Χριστοῦ [*](Acta SS. App. ix. 15.) λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά “μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν σραήλ.” ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν κύριον [*](Habac. iii. 8.) ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι “Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους “σου καὶ ἡ ἱππασία σου σωτηρία.” οὐκοῦν οὐκοῦν αὐτὸν φησὶν ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὅμοιον [*](748 A.) ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ ὑπουργοὺς, καὶ τῆς παρ’ ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι ’δε φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ’ ἐναντίας. [*](5. μετέστησαν Edd. 8. εὐτρεπῆ (hic) Β. Pont. 9. κατεστράτευσε b. inv. C.D. 11. ἀνόνητον habet C. 16. ἐστι μοι hoc ord. C. 17. τε ora. C. κοὶ alt. om. (sic) C. 18, 19. ὁ om. C. αὐτὸν et τὸν alt. assumpta ex C. 20. σου prius om. C. 21. εὐπρεπει C. 22. ὡς alt. D.b. Edd. ὁ C. 24. ἐξ αὐτοῦ C.b. ἐξ οὕτων Edd. 26. ἑαυτοῦ C. αὐτοῦ iid. 27. ἔστι B.D. ἔσται C. ἔτι Edd. καὶ assumptum ex B.C.D. δῆλον δὲ ὅτι C.D. τουτέστι Edd. 28. ὑπ ἐναντίας C.D. ὑπεναντίων Edd.)
435
ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῶ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν λεηλατοῦντά τε καὶ [*](b) αἰχμαλωτίζοντα.

Δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἐξ Ἑλλήνων ἁρπάζοντες, καὶ τῷ μεγάλῳ προσκομίζοντες βασιλεῖ, φημὶ δὴ Χριστῷ, ἵνα ὑπ’ αὐτῷ τε εἶεν, καὶ τὰ αὐτοῦ φρονεῖν ἕλοιντο, τῆς τοῦ διαβόλου πλεονεξίας ὀψὲ καὶ μόλις ἀποσεισάμενοι τὸν ζυγόν. κατηνδρίσαντο δὲ οὕτω τῶν παρ’ Ἕλλησι σοφῶν οἱ θεσπέσιοι μαθηταὶ, ὡς ἤδη πὼς δοκεῖν πηλὸν ἐν διεῤῥιμμένον διερριμμένον συμπατεῖν. καὶ γὰρ ἦν Κύριος μετ᾿ αὐτῶν, ὁ ποιῶν “μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξα τε [*](c Hiob v. 9.) “καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός.” ἐπεφώνει ’δε που καὶ ὁ Χριστὸς τοῖς πιστεύσασιν εἰς αὐτόν “Ἰδοὺ δέδωκα ὑμῖν [*](S. Luc. x. 19.) πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἔπι πάσαν τὴν “δύναμιν τοῦ ἐχθροῦ.

Ἰστέον δὲ ὅτι πνευματικὴν μὲν ἡμεῖς ἐξυφαίνοντες θεωρίαν, τὰ τοιαῦτά φαμεν· Ἰουδαίοις γεμὴν οὐχ ὧδε ἔχειν τὸ χρῆμα δοκεῖ, δέχονται δὲ μᾶλλον ἱστορικῶς, καί φασιν, ὅτι μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς πεπολέμηκεν αὐτοῖς ὁ ἐπίκλην ἐπι- [*](d) φανῆς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ’ ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἁλλ’ ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ισραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο. τότε γὰρ συμβέβηκε καὶ τοὺς ἐκ τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀναδήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούντων εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ [*](e) [*](1. ὁ deest in Edd. 4. καὶ assumptum ex C.b. 6. χριστὸν manu prima C. αὐτοῦ] αὐτῷ C. lo. ἐν C.b. ταῖς pro ἐν Edd. 12, ἐξεσία C. 13. ὑμῖν] + ἐξουσίαν τοῦ C. Desunt haec verba in D. 17. Ἰουδαίους (sic) C. 18. δοκεῖν (sic) C. τοὺς τ. αἰχμ. καιροὺς C.D. τὸν τῆς αἰχμ. καιρὸν Edd. 19. αὐτοὺς C. invito D. 20. συνενεγκὼν C. συναγαγὼν D. Edd. 22. πόρ’ ἐκείνων C. παρ’ ἑτέρων Edd. ὀφρυωμένος C. 23. ἐκείνου] ἐκεί (sic) C 24. ἄμεινον C. 25. τῶν assumptum ex C. 27. μὴν καἰ assumpta ex C.D.)

436
[*](Supra ix. 13-15.) λίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως “Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ, καὶ ἐπεγερῶ τὰ τέκνα σοῦ Σιῶν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.”

[*](749 A. a 6)

Kαὶ καταισχυνθήσονται ἀναβάται ἵππων, καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπηκα αὐτούς.

Φᾶσί δὴ πάλιν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες διηγήμασιν, ὅτι συγκεκροτημένης τῆς πρὸς Ἕλληνας μάχης, οἱ μὲν ἐκείνων ἱππεῖς διολώλασι, κεκρατήκασι γεμὴν οἱ ἐξ αἵματος Ἰσραὴλ, ὡς κατοικῆσαι τὴν χώραν αὐτοὺς, δῆλον δὲ ὅτι τὴν Ἰουδαίαν, παντὸς ἐλευθέρους δείματος, καὶ οὐδενὸς [*](b) τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου. ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ· σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατησχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατερραγμένων κεκράτηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ. κατασημαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, [*](c) ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν [*](Rom. ii. 29.) εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· [*](1. Ἰούδα ἐμαυτῷ hoc ordine C.D. Statim ὡς add. Edd. invitis C.D. Cf. supra 739 fin. 5. βολὶς] + αὐτοῦ Edd. invitis C.D. 11. δὴ D per rasuram. Edd. δὲ C. 13. κεκρατήκασι D. Edd. καὶ κεκρατήκασι C. 15. ἐλεύθεροι ι per cast. ut vid. ex υ) C. 16. ἀπῳκισθέντος C. invito D. 18. νοημάτων] ὀνομάτων C. invito D. 24. ἡ post δεδικ. transp. C. invitis D.b. καὶ assumptum ex C.D.)

437
ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατωκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι “Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” ἔφη ’δε που [*](Ps. lxvii. 7.) καὶ ὁ θεσπέσιος Ἠσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον “Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, [*](Es.xxxiii. 15, 16.) “μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος [*](d) “ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν “αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη ἀδικίαν, “οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς. οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν ιι Μακάριοι [*](Ps lxxxiii. 5.) πάντες οἱ κατοικοῦντες ἐν τῳ οἴκω σου, εἰς τοὺς αἰῶνας “τῶν αἰώνων αἰνέσουσί σε.” καὶ πάλιν “Ὅτι κρεῖσσον [*](Ib. 11.) “ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην “παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν “με ἐν σκηνώμασιν ἁμαρτωλῶν.”

Καὶ ἔσται ὃ τρόπον οὐκ ἀπεστρεψάμην αὐτοὺς, διότι ἐΓὼ Κύριος [*](e) ὁ Θεὸς αὐτῶ, καὶ ἐπακούσομαι αὐτῶ, καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ.

Kατῃσχυμμένων τῶν παρ’ Ἕλλησι σοφῶν, οἳ καὶ ἱππεῖς [*](Supra ver. 5.) ὠνομάσθησαν, κατισχύσειν ἐπαγγέλλεται καὶ κατοικίσειν [*](Ib. 6.) [*](2. ἐρειρισμένην C. 5. τὸν assumptum ex B.C. ἐπασκοῦντος C. ἀσκοῦντος Edd. 6. Haec λαλῶν εὐθεῖαν ὁδὸν accesserunt ex C.D. 7. ἀπεχόμενος D. Edd. ἀποσειόμενος C. (omnes). 9. καμμύων C. καὶ μύων Edd. 14. τῶν deest in Edd. καὶ om. C. 15. πάντες assuinptura ex C, 16–19. Haec καὶ πάλιν—ἁμαρτωλῶν accesserunt ex 18. παραπτεῖσθαι (sic) C. 21. ἐπακούσονται (sic) D. αὐτῶν alt. D.F. Edd. (22. al.) αὐτοῖς ut vid., manu prima C. et infra. 23. ἕλλησι] + καὶ Edd. invitis omnibus. 24. κατοικίσειν] κατοικίσειν] C.D. Desunt haec duo verba in b.)

438
τοὺς ἠλεημένους, ἐπιφέρων “Ὅτι ἠγάπηκα αὐτούς.” καὶ τί κερδανοῦσιν ἐκ τοῦ ἠγαπῆσθαι παρὰ Θεοῦ, διερμηνεύει [*](750 A. a) πάλιν. ὥσπερ γὰρ, φησὶν, οὐκ ἀπεστρεψάμην αὐτούς. οὐ γὰρ περιεῖδον εἰς ἅπαν, ἐπεσκεψάμην δὲ κεκινδυνευκότας, [*](Rom. iii. 29.) ὅτι ἐγὼ Κύρος ὁ Θεὸς αὐτῶ· οὐ γὰρ “Ἰουδαίων ὁ Θεὸς “μόνον, ἀλλὰ καὶ ἐθνῶν, ὡς Δημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτό φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς· τὰς παρ’ αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθήσονται ὡς ἤδη πὼς ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραΐα [*](b) ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ [*](Eph. vi. 12.) νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθεστηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ [*](c) ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας.