In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐγένετο λόγος Κθρίου παντοκράτορος πρὸς μὲ λέΓω Τάδε [*](18 19) λέΓει Κύριος παντοκράτωρ Νηστεία ἠ τετάρτη καὶ νηστεία ἠ πέμπτη καὶ νηστεά ἠ ἐβδόμη καὶ ηστεία ἠ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰ κὼ εἰς εὐφροσύνγν κω εἰς ἑορτὰς ἀφαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν κω τὴν εἰρήνην [*](c) ἀφαπήησατε.

Ἀναγκαῖον οἶμαι τοῖς φιλομαθέσι προαφηγήσασθαι τῶν ἐνθάδε λεγομένων νηστειῶν τὰς αἰτίας, καὶ ποία μὲν ἡ [*](2. ὁ pro οὐ Edd. inv. B.C. 3 ἐκπεποίηται C. πεπ. Edd. 4. τὰ om. C. 5. προσήκει Edd. correxi ex C. 7. πέτρος D. Edd. παῦλος C. 10. εἰ pro οἱ Edd. inv. B.C. 11. γλώττης C. 15. διαμέμνηται Β. δὲ C. γὰρ Edd. 16. δὲ prius et ὁ λόγος om. C. Haec τὸ δὲ — ἐστιν accesserunt ex C.D. 17. τοῦτο pro τούτων D. 19. τετάρτη C. (36. al.) τετρὰς Edd. 21. εἰς secundum assumptum ex C. (Alex. XII.) 22. εὐφρανθήσεται (= εὐφρανθήσετε) prhna manu C. 23. ἀγαπήσετε F. 24. πάλιν om. C. habet D.)

398
τετάρτη. τίς δὲ καὶ ἡ πέμπτη, καὶ αἱ τούτων ἐφεξῆς ἑβδόμη τε καὶ δεκάτη. προσεποίσομεν γὰρ οὕτως ἐπὶ καιροῦ, καὶ ἐν κόσμῳ λοιπὸν τῶν προστεταγμένων τὴν δύναμιν. οὐκοῦν μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, καὶ κατεμπρησθῆναι τὸν ναὸν, ἀποκομισθῆναι δὲ ὁμοῦ τοῖς ἱεροῖς σκεύεσιν αἰχμάλωτον [*](d) τὸν Ἰσραὴλ, οἱ σεσωσμένοι τε καὶ περιλειφθέντες κατὰ τὴν Ἰουδαίαν τὰς ἡμέρας ἐν αἷς τὰ τοιάδε παθεῖν συμβέβηκεν ἀποφράδας ἡγοῦντο καὶ στυγητὰς, καὶ δὴ κατὰ πληθὺν συνθέοντες, κομμὸν ἐποιοῦντο καὶ θρῆνον, ἀσιτοῦντες ὡς ἐν νηστείαις. τίνα δὲ δὴ τὰ συμβεβηκότα, καὶ ὡς ἐν ἑκάστη τῶν ἀρτίως ἡμῖν ὠνομασμένων ἡμερῶν, φέρε λέγωμεν ἐκ τῶν ἱερῶν γραμμάτων.

[*](Hier. lii. 4-7.)

Ἔφη τοίνυν ὁ μακάριος Ἱερεμίας " καὶ ἐγένετο ἐν τῷ " ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ· δῆλον δὲ ὅτι Σεδεκίου· " ἐν τῷ μηνὶ τῷ δεκάτῳ τῆ δεκάτῃ τοῦ μηνὸς ἦλθε Ναβου- [*](e) " χοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐ- " τοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν καὶ " περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ, καὶ " ἦλθεν ἢ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασι- " λεῖ’ Σεδεκίᾳ, ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτη τοῦ μηνὸς, " καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι " τῷ λαῷ τῆς γῆς, καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ " ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς [*](726 Α. a) “πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ " ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως." εἶτα διὰ μέσου παρενθεὶς τῶν Σεδεκίου παίδων τὴν σφαγὴν, αὐτοῦ δὲ τὴν [*](Ib. 12-14.) τύφλωσιν, ἔφη πάλιν " Ἐν μηνὶ τῷ πέμπτῳ δεκάτη τοῦ [*](1. τετάρτη C. τετρὰς Edd. καὶ prius assumptum ex C. 3. πρὸ . τεταγμένων (litera una erasa) C. habet προστ. D. 5. ἱερεῖς Edd. ante Migne. 10. ὡς assumptum ex C.D. 11. ὠνομασμένων C.D. εἰρημένων Edd. λέγομεν C. ἐκ τῶν ἱερῶν γρ. assumpta ex C.D. 14. ἐνάτῳ C. ἐννάτω Edd. 15. τῇ assumptuin ex C. (sol.) 18. τετραπέδοις C. (Vat.) τετραπόδοις D. Edd. (Alex. XII.) τετραπόδων Β. κατῆλθεν pro καὶ ἦλθεν. Β. 20. τῷ prius assumptum ex C. ἐνάτῃ B.C. ἐννάτῃ Edd. 24. πύλης C.D. πόλεως Edd. (Frid-Aug. manu prima.) 25. διὰ μέσου C. δὴ μέσον Edd.)

399
“μηνὸς ἦλθε Nαβουζάρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς " πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ " ἐνέπρησε τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, " καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν με " γαλῆν ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν τεῖχος Ἰερουσαλὴμ " κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ [*](b) " ἀρχιμαγείρου " ἀκούεις ὅπως ἐν τῷ δεκάτῳ ἔτει πεπολιόρκηεν ὁ αβουχοδονόσορ τὴν Ἱερουσαλὴμ, εἶτα τῷ τετάρτῳ μηνὶ τοῦ ἑνδεκάτου ἔτους διακεκόφθαι φησὶ τὴν πόλιν, ἐν ’δε γε τῷ πέμπτῳ μηνὶ καὶ αὐτὸν ἐμπεπρῆσθαι τὸν ναὸν καὶ ἅπασαν δὲ τὴν πόλιν διισχυρίζεται παρὰ τοῦ ἀρχιμαγείρου. ἀποφράδας δὴ οὖν τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὴν δεκάτην ἡμέραν ἐποιοῦντο, τοὺς μῆνας εἰς ἡμέρας παραφέροντες. τίς δὲ καὶ ἡ ἐβδόμη, πάλιν εἰπεῖν ἀναγκαῖον. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἱερουσαλὴμ ὁ ἀρχιμάγειρος, κεχειροτόνηκε [*](c) τὸν Γοδολίαν εἰς καθηγητὴν τοῖς καταλοίποις τῶν [*](4 Reg. xxv. 22.) Ἰουδαίων ἐν τοῖς ἱεροσολύμοις. εἶτα τοῦτο δεδρακὼς ἀπῆρκεν εἰς Βαβυλῶνα. ἐπειδὴ δὲ τοῦτο οὕτω πεπρᾶχθαι μεμαθήκασιν οἱ περισωθέντες ἐξ Ἱουδαίων, συνέδραμον ἐν τοῖς Ἱεροσολύμοις, [*](Ib. 23.) καὶ ἦσαν ἐν ἐλπίσι τοῦ κατοικεῖν ἔτι τὴν γῆν. ἁλλ’ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καθ’ ἁ γέγραπται, τὸν Γοδολίαν [*](Ib. 25.) ἀνεῖλεν ὁ Ἰσμαήλ· καὶ διεσπάρη πᾶς ὁ λαὸς τότε, καὶ [*](Ib. 26.) ἀπέδραμον εἰς τὴν Αἰγυπτίων, καὶ διολώλασιν ἐκεῖ. στυγητὴν οὖν ἐποιοῦντο καὶ τὴν ἑβδόμην ἡμέραν, καὶ αὐτὸν δὲ τὸν [*](d) μῆνα ταύτης ἕνεκα τῆς αἰτίας. ἥδε μὲν οὖν τῶν νηστειῶν ἡ πρόφασις. ἐπειδὴ δὲ ἦν ἀκόλουθον, πεπαυμένων τῶν ἐξ ὀργῆς καὶ ἀνακομισθέντος τοῦ Ἱσραὴλ εἰς Ἱεροσόλυμα καὶ τῶν σκυθρωπῶν παρεληλακότων, μὴ νηστεύειν ἔτι καὶ [*](3. τοῦ deest in Edd. 5. ἐν om. C. (33, 91, 228.) 7. Habet ἐν τῶ δεκότῳ ἔτει C. 9. ἑνδεκάτου ὒ· δεκάτου Β. Edd. 10. γε assumptum ex C. 13. τοὺς μῆνας εἰς ἠμ’. παραφέροντες C.D. δι’ ἃς εἶπον αἰτίας Edd, 17. ἀπῆρκεν C. ἀπῆλθεν Edd. 20. ἔτι C. ἐπὶ Β. Edd. 24. οὖν om. C 25. ἕνεκα C.b. ἕνεκεν Edd. 26. ἦν ἀκόλουθον hoc ordine C.D.b. 28. μὴ b. Edd. μὴ om. B.C.D. C. corrector quidam seculo forte xii mo., οὐκ ante ἦν ἀκόλ. paulo supra addidit.)
400
κόπτεσθαι, μεταπλάττεσθαι κελεύει τὸ πένθος εἰς θυμηδίαν, ἥδεσθαί τε μᾶλλον ἐφ᾿ οἷς ἔχουσι λαβόντες παρὰ Θεοῦ, ἤγουν διὰ μνήμης ἔχειν τὰ ἐφ᾿ οἷς τετιμώρηνται κατὰ καιροὺς, πλημμελοῦντες ἀφυλάκτως καὶ πρὸς πᾶν ὁτιοῦν τῶν [*](e) ἐκτόπων ἀναίδην ὠλισθηκότες.

[*](Ps. xxix. 12.)

Δέδρακε δὲ τοῦτο καὶ εἰς ἡμᾶς ὁ Χριστός. “ Ἔστρεψε “ γὰρ ἡμῖν τὸν κοπετὸν εἰς χαρὰν, διέῤῥηξε τὸν σάκκον καὶ “ περιέζωσεν εὐφροσύνην,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἐπαιτιώμεθα δὲ οὐδαμῶς, ὅτι Θεὸν οὐκ εἰδότες ποτὲ, καὶ [*](Rom. i. 25. Ib. 28) προσκυνοῦντες τῆ κτίσει παρὰ τὸν κτίσαντα, πεπτώκαμεν ὑπὸ πόδας ἐχθρῶν καὶ εἰς νοῦν ἀδόκιμον· εὐχαριστοῦμεν δὲ [*](727 A. a) μᾶλλον ἐφ᾿ οἷς ἠλεήμεθα καὶ σεσώσμεθα, καὶ ἐκ χειρὸς [*](S. Luc. i. 14.) ἐχθρῶν λελυτρώμεθα, καὶ τὴν ἁγίαν οἰκοῦμεν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν, ἠξιώμεθά τε λοιπὸν εὐχαῖς καὶ θυσίαις ταῖς πνευματικαῖς καταγεραίρειν αὐτὸν, ἀηαπῶμεν δὲ καὶ ὡς εἰς εἰρήνην καὶ ἀλήθειαν, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα καταλογίζεσθαι παρὰ τῆς θεοπνεύστου δεδιδάγμεθα [*](Εph. ii. 14.) γραφῆς. “ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν·” αὐτὸς, ὡς ἔφην, ἡ ἀλήθεια· καὶ δι᾿ αὐτόν ἐσμεν ἐν ἐλπίσιν ἀγαθαῖς, b καὶ ἐν τῷ κατευφραίνεσθαι δεῖν, κατηφείας ἁπάσης ἐξῃρημενης.

Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι ἤξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλὰς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μὰ πόλιν λέφοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ προόσωπον Κυρίου παντοκράτορος, πορεύσομαι κἀγώ. καὶ ἣξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλά ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκρά- [*](1. μεταλλάττεσθαι b. θυμηδίαν C.D.b. εὐθυμίαν Edd. 5 ἀναίδην C. Edd. ἀνέδην B.D. 6. δὲ assumptum ex C.D. 11. ἀδόκιμον] + παρεδόθημεν Β. Edd. invitis C.D. 15. εἰς assumptum ex C. 17. θεοπνεύστου C. θείας Edd. 19. καὶ assumptum ex C. ἀγαθαῖς C. Pont. Migne. ἀγαθοίς Aub. 22. πολλοὶ om. C. 24. πέντε πόλεις om. C. (22. al.) )

401
τορος ἐν Ἱερουσαλὴμ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον [*](c) Κυρίου.

Μεταπλάττοντος τοῦ Χριστοῦ τὸ πένθος ἡμῶν εἰς χαρὰν καὶ εἰς ἑορτὴν καὶ εἰς εὐφροσύνας ἀγαθὰς, καὶ μεθιστῶντος εἰς θυμηδίαν τοὺς ὀδυρμοὺς, οὐ καθ’ ἕνα λοιπὸν ἔσται, φησὶ, τῶν καλουμένων εἰς σωτηρίαν ἡ ὡς ἐν πίστει πρόσοδος καὶ ἡ πρὸς Θεὸν οἰκείωσις δι’ ἁγιασμοῦ· ἀλλ’ αἱ μὲν πόλεις ἀλλήλας εἰς τοῦτο παροτρυνοῦσι λοιπὸν, ἥξει τε κατὰ πληθὺν πάντα τὰ ἔθην, τοῖς εἰς τοῦτο φθάσασιν ἐπιφωνούντων [*](d) ἀεὶ τῶν δευτέρων τό Πορεύσομαι καγώ. γέγραπται γὰρ ὅτι " Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον [*](Prov. xxvil. 17.) " ἐτέρου." πρόκλησις γὰρ ἀείπως ἑτέροις εἴς γε τὸ χρῆναι πληροῦν τὸ ἀγαθὸν, ἡ τινῶν εὑρίσκεται προθυμία. τίς δὲ δὴ ταῖς πόλεσιν ἤτοι τοῖς ἔθνεσιν ὁ σκοπός; τὸ ἐξιλάσασθαί τε καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυροῦ, τουτέστι Χριστὸν, ὅς ἐστιν εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ " χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθὰ γέγραπται, καὶ [*](e Heb. i. 3.) " ἀπαύγασμα τῆς δόξης,’’ περὶ οὗ φησι καὶ ὁ θεσπέσιος Δαυείδ "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. [*](Ps. cxviii. 17.) ἐπέλαμψε γὰρ ἡμῖν ἡ εἰκὼν καὶ τὸ πρόσωπον, ὡς ἔφην, τοῦ Θεοῦ καὶ Πατρός· αὐτὸν ἔχοντες εὐμενῆ καὶ ἵλεω, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διακρουσόμεθα βλάβη, δικαιούμενοι διὰ πίστεως οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, [*](Tit. iii. 5.) " ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος·" φιλοικτίρμων γάρ ἐστι καὶ ἀγαθὸς καὶ ἀφίησιν ἐγκλήματα τοῖς προσιοῦσιν αὐτῷ· αὐτὸν ἐκζητοῦντες φιλομαθῶς καὶ διὰ τοῦ χρῆναι πληροῦν [*](a 728 Α.) [*](1. ἐξιλάσκεσθαι B.C. (Alex.) ἐξιλάσασθαι Edd. (ℵ Vat. XII.) cf. 728 fin. 3. ἡμῖν b. 5, 6. ἐσται et ὡς assumpta ex C.b. desunt in D. 7. οἶμοι pro οἱ C. 8. παροτρύνουσι C. τε C. δὲ Edd. 12. πρόκλησις C.b. παράκλησις D. Edd. γε assumptum ex C. 14. ἐξιλάσασθαι b. Edd. ἐξιλάσκεσθαι C. 20. Ἀπέλαμψε Migne. ἡμίν ἡ εἰκὼν B.C. Nik. in Ps. cxviii. ἡ εἰρήνη Edd. 21. ἔχοντας iid. ante Migne. ἵλεω C.D. ἴλεων b. Edd. λᾶ βλάβη C.b. τὴν–βλάβην D. Edd. 23. ἅ C. ὧν D. Edd. 24. τὸ assuraptum ex B.C. 26. φιλομαθῶς καὶ accesserunt ex C.D. τοῦτο pro τοῦ C. )

402
τὰ νενομισμένα, πάντη τε καὶ πάντως εὑρήσομεν, καὶ δι’ [*](Eph. ii. 14.) αὐτοῦ κολλώμεθα τῷ Θεῷ καὶ Πατρὶ, καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς γραφάς.

Τάδε λέγει Κύριος παντοκράτωρ Ἐν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶ γλωσσῶν τῶι ἐθνῶν, κω ἐπιλάβωνται του κρασπέδου ἀνδρὀς Ἰουδαίου λέφοντες Πορευσόμεθα μετὰ σου, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ᾿ ὑμὼν ἑστιν.

[*](b)

Τίνα δὴ τρόπον ἡ κατὰ πόλεις τε ὁμοῦ καὶ ἔθνη γενήσεται πρόσοδος τῶν ἐπιζητούντων τὸ πρόσωπον κυρίου, διατρανοῖ πάλιν. ἔσται γὰρ τοῦτο φησὶν ἐν ταῖς ἡμέραις ἐκείναις, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἄν ἐπιλάβοιντο δέκα ἄνδρες ἑνὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ. διὰ μὲν οὖν τῶν δέκα, τὸν τέλειον τῶν προσιόντων νοήσεις ἀριθμόν· τελειότητος γὰρ σύμβολον ὁ δέκα πὼς ἐστὶν ἀριθμός. ὅτι δὲ τοῖς ἁγίοις ἀποστόλοις οἱ ἐξ ἐθνῶν κολλώμενοι τὴν αὐ- τὴν ὥσπερ ἐκείνοις βαδίζειν ὁδὸν ἐπεχείρουν δικαιούμενοι [*](c) διὰ πίστεως τῆς ἐν Χριστῷ, καθίστησιν ἐναργὲς, καὶ τὸ σχῆμα λέγων, ὡς ἐξ εἰκόνος τῆς καθ’ ἡμᾶς διαπεπλασμένον εὖ μάλα. οἱ μὲν γὰρ μικροὶ τῶν παίδων εἰ τοῖς ἰδίοις πατράσιν ἕλοιντό ποτε κατακολουθεῖν, ἐπιδραξάμενοι τοῦ κρασπέδου καὶ οἷον ἐπικουρούμενοι ταῖς ἁφαῖς καὶ τῶν ἐσθημάτων ἀπαρτώμενοι, ἀπλανῆ τε καὶ ἀσφαλῆ ποιοῦνται τὴν βάδισιν· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῇ κτίσει λελατρευκότες παρὰ τὸν τῶν ὅλων Δημιουργὸν, πατέρας [*](1. εὑρήσομεν C. εὕρισκ’. Edd. 2. ἐστιν αὐτὸς hoc ordine C. 4. ἐὰν ἐπιλάβωνται C.D. ἐπιλήψονται F. Edd. (22. al.) 6. ἐπιλάβωνται] Sic correxi. ἐπιλάβονται C.D. (106.) ἐπιλήψονται F. Edd. (22, al.) ἀνδρὸς Ἰουδαίου] ἑνὸς Ἰουδαίου infra. cf. ἑνὸς ἀνδρὸς Ἰουδ. (Co.) 11. τοῦτο assumptum ex C.D. 12. κατ’ ἐκείνω C. καθ’ ὃν ἄν ἐπιλάβοιντο C. ὅτε ἐπιλήψονται Edd. 15. δέκα πώς] Sic edidi ex C. qui δέκα πῶς scribit. δέκατος D. Edd. 19. Haec τῆς καθ’ ἧμᾶς accesserunt ex C. desunt in D. 20. μὲν assumptum ex C,D. εἰ] ἐν Migne. 22. καὶ prius assumptum ex C.)

403
γνησίους ἐπιγραφόμενοι τοὺς τῶν εὐαγγελικῶν δογμάτων εἰσηγητὰς, καὶ συναπτόμενοι δι’ ὁμοψυχίας, ἕπονταί τε αύτοῖς, [*](d) νηπιάζοντες ἔτι τὰς γνώμας, καὶ εἰς τὴν ὁμοίαν ἵενται τρίβον, ζηλωταί που πάντως τῆς αὐτῶν πολιτείας ἀναδεικνύμενοι, καὶ ταῖς ἀεὶ πρὸς τὸ ἄμεινον ἐπιδόσεσιν " εἰς ἄνδρα [*](Eph. iv. 13.) " τέλειον ἀναβαίνοντες καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρῶ· " μάτος τοῦ Χριστοῦ." ἕπονται δὲ διὰ ποίαν αἰτίαν ; πεπληροφόρηνται γὰρ ὅτι ὁ Θεὸς μετ’ αὐτῶν ἐστι, τουτέστιιν ὁ Ἐμμανουήλ· ἑρμηνεύεται γάρ Ὁ Θεὸς μεθ’ ἡμῶν. ὅτι δὲ οὐ μόνων ἔσται τῶν ἐξ αἵματος Ἰσραὴλ ἡ τὸ τηνικάδε κλῆσις, ἁπάντων δὲ μᾶλλον τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην [*](Eph. iv. 13.) ἐθνῶν, διαμεμήνυκεν εἰπὼν, ὡς ἐκ πασῶν ἔσονται τῶν γλωσσῶν οἱ ἐπιδραττόμενοι τοῦ κρασπέδου. πότε δὲ κέκληνται τὰ ἔθνη πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πότε βεβούληνται ἐκζητῆσαι τὸ πρόσωπον κυρίου, ἐξιλάσασθαί τε αὐτὸ, καὶ [*](Supra ver. 22.) εἰς τὸ χρῆναι τοῖς ἁγίοις ἀποστόλοις τὴν αὐτὴν ὥσπερ δια- στείχειν ὁδὸν, εἰ μὴ ὅτε γέγονε καθ’ ἡμᾶς ὁ Μονογενής ; ὅς [*](a 729 A.) ἐστι προσδοκία ἐθνῶν· πρὸς ὃν καὶ ὁ θεσπέσιος ἀναμέλπει [*](Gen. xlix. 10. Ps. lxxxv. 9.) Δαυείδ "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσ- “κυνήσουσιν ἐνώπιόν σου, Κύριε·" σέσωσται γὰρ δι’ αὐτοῦ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς.

Λῆμμα λόφου κυρίου ἐὺ γῇ Σεδρὰχ κὼ Δαμασκοῦ ἀνάπαυσις [*](Κεφ. θ΄.) αὐτοῦ, διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλάς τοῦ [*](b) Ἰσραήλ· καὶ "Ημὰθ έν τοῖς ὁρίοις αὐτῆς.

Οὐκ ἄτραχυ μὲν τὸ προκείμενον, δυσέφικτος δὲ κομιδῆ καὶ αὐτὴ τῶν λέξεων ἡ συνθήκη, πλὴν ὡς ἔνι λελέξεται [*](2. αὐτῷ C. ἔτι] ἐπὶ manu prima C. ἵενται Β. invitis C.D. 4. τῆς αὐτῶν π. όναδ. hoc ordine C. ἀναδ. ante τῆς transp. Edd. 13. δὲ om. C. 15. ζητῆσαι C. Habet ἐξιλάσασθαί C. αὐτὸ C. αὐτὸν D. Edd. 16. εἰς τὸ χρῆναι accesserunt ex C.D. 20. κύριε om. C. habet D. 22. Σεδρὰχ C.D. Ἀδρὰχ F. Edd. (22. al.))

404
πρὸς ἡμῶν. τὰ γεμὴν ἐφ’ οἷς εἰρῆσθαι ταυτὶ νομιοῦμεν, εἰ· κότως προαγορεύειν ἀνάγκη, νοηθείη γὰρ ἂν ὧδε τε καὶ μόλις τῆς προφητείας ὁ νοῦς. ὅτε τοίνυν τῶν τῆς αἰχμαλωσίας [*](c) δεσμῶν ἀνείθη τε καὶ ἀπήλλακται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἧκόν τε λοιπὸν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνατειχίζειν ἐπεχείρουν τὴν Ἱερουσαλὴμ, τότε δὴ τότε τὰ περίοικα τῶν ἐθνῶν, οἵ τε τὴν Σαμάρειαν οἰκοῦντες καὶ οἱ τὰς τῆς Παλαιστίνης καὶ μὴν καὶ Φοινίκης νεμόμενοι πόλεις, κατεδάκνοντο φθόνῳ, ὁμοῦ δὲ καὶ ἐδεδίεσαν, μὴ ἄρα δὴ πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένου τοῦ γένους, εἶτα πόλιν ἔχοντες τὴν οὕτω δυσάλωτον καὶ εὐπυργοτάτην, καταστρατεύοιντο [*](d) πάλιν αὐτῶν, καὶ ἄμαχόν τινα, καθὰ καὶ πάλαι, κατεξαναστήσειαν αὐτῶν τὴν χεῖρα, ταύτῃτοι τειχίζειν ἐθέλουτας διακωλύειν ἤθελον, πικροὺς ἀρτύοντες δόλους, καὶ μὴν καὶ ἐφόδους λῃστρικὰς ἱστάντες αὐτοῖς. ἧκον δὲ εἰς τοῦτο βασκανίας καὶ φθόνου, ὥστε καὶ γεγράφασι τῷ Περσῶν βασιλεύοντι τὸ τηνικάδε τὰ ἐν τῷ Ἕσδρᾳ κείμενα. [*](3 Esdr. ii. 16-18) ἔχει δὲ οὕτως " Βασιλεῖ Ἀρταξέρξη κυρίῳ οἱ παῖδές σου " Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμμα- [*](e) " τεῦς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν " τῆ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ " κυρίῳ βασιλεῖ διότι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες παρ’ ὑμῶν " πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν [*](1. ἐφ’ οἷς D. Edd. εὐθὺς C. ταυτὶ C. ταῦτα Edd. 2. προσαγορεύειν C. ἄν om. C. habet D. 6. γὰρ pro δὴ C. 9. τε pro δὲ C. 14. τειχίζει Aub. 15. δόλους B.C. λόγους Edd. 20. προσπίπτοντα C. πραττόμενα γράφων Edd. σαμέλλιος C. σαβέλλιος D. σεμέλιος Edd. σαμέλλιος (Vat,) σεβέλλιος hic (Alex.) sed v. praec. σεμέλλιος. 22. — 405. 7. καὶ νῦν –τὸ τοιοῦτον C.D. Pro qnibus Β. Edd. habent γινώσκειν σὲ δεῖ, βασιλεῦ, ὅτι Ἰουδαῖοι οἱ εἰς Βαβυλῶνα ἀναχθέντες, ἐληλύθασιν εἰς τὴν ἡμετέραν, κοὶ τήν τε πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι, καὶ τὰς ἀγορὰς ἐπισκευάζουσι ταύτης, καὶ τὰ τείχη, καὶ τὸν ναὸν ἀνεγείρουσιν [ἀνεγείρ. Β. ἄναγ’. Εdd.] ἴσθι μέντοι γε, τούτων γενομένων, οὔτε φόρους αὐτοὺς τελεῖν ὑπομενοῦντας, οὔτε δὲ ὑπακούειν ἐθελήσοντας· ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται, καὶ ἄρχειν μᾶλλον, ἢ ὑπακούειν ἐθελήσουσιν. ἐνεργουμένων οὖν τῶν περ τὸν ναὸν καὶ σπουδαζομένων, καλὼς ἔχειν ἔδοξεν ἡμῖν γράψαι σοι, βασιλεῦ, καὶ μὴ περυδεῖν τοιοῦτον. 23. οἱ utruinque om. D. 24. πόλιν τὴν om. D.)
405
" ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς " καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν " οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, " φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασι- " λεῦσιν ἀντιστήσονται, καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν [*](a 730 Α.) " ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοι- " οῦτον." οὐκοῦν ἐπειδήπερ ἑαλωκότι μὲν τῷ Ἰσραὴλ καὶ παθόντι τὴν αἰχμαλωσίαν ἐπετώθαζον οὐ μετρίως, ἀνασεσωσμένῳ δὲ μόλις καὶ δεσμῶν ἀνειμένῳ πάλιν οὐδὲν ἧττον ἐπέθρωσκον, μυρίοις τε ὅσοις αὐτὸν ἐνίεσαν πόνοις, πολυτρόπως ἐπιβουλεύοντες, καὶ οὔτε τὸν θεῖον ἐγεῖραι ἐῶντες ναὸν, οὔτε μὴν τὴν ἁγίαν τειχίζειν πόλιν, παρωξύνετο Θεὸς ἐπ’ αὐτοῖς ἀναγκαίως, καὶ παραδέδωκεν αὐτοὺς εἰς χεῖρας [*](b) Ισραήλ. πεπαυμένων γὰρ τῶν ἔργων, ἐγηγερμένου τε τοῦ ναοῦ, πάσας αὐτῶν τὰς πόλεις καταδῃώσαντες εἵλοντο ὑπ’ ὁ χεῖρα τοὺς ἐν αὐταῖς, καὶ χρημάτων γεγόνασιν ἀναριθμήτων δεσπόται.

Λῆμμα τοίνυν λόγος κυροῦ φησὶν ἐν γῆ Σεδρὰχ καὶ Δαμασκοῦ, τουτέστιν, ὁ ἐν χερσὶν ἡμῖν λόγος ὁ παρὰ Θεοῦ, κατά τε τῆς γῆς τῆς Σεδρὰχ καὶ τῆς Δαμασκοῦ γενήσεται καὶ μέντοι καὶ Ἡμὰθ, ἥτις ἐστὶν ἐν τοῖς ὁρίοις αὐτῆς, δῆλον δὲ ὅτι τῆς Δαμάσκου. γῆ δὲ Σεδρὰχ χώρα που πάντως ἐστὶ κατὰ τὴν ἑῴαν κειμένη, ἧς γείτονες ἥ τε Ἡμάθ· ἢ νῦν [*](c) ἐστιν Ἐπιφάνεια τῆς Ἀντιοχέων προσωτέρω βραχὺ· καὶ ἡ Δαμασκὸς, ἥ ἐστιν ἐπὶ Φοινίκων τε καὶ Παλαιστίνων μη- τρόπολις· ὑποκείσονται δὲ δηλονότι ταῖς μητροπόλεσι καὶ πόλεις αἱ ὑπ’ αὐταῖς. διατί τοίνυν κατ’ αὐτῶν τὸ λῆμμα ; [*](3. συντελεσθῇ om. C. 4. ὑπομείνουσι C. 7. μὲν assumptum ex C. 8. ἀνασεσωσμένων — ἀνεμένων Edd. 11. ἐγεῖραι C. ἐγείρειν Edd. 12. τὴν ἁγίαν τειχίζειν C. τειχίζειν τὴν Εdd. 13. παραδέδωκεν C, παρέδ. iid. 15. εἵλοντο C. ἑλόν τε iid. 18. φησὶν om. C. Σεδρὰχ C. Ἀδρὰχ Edd. 20. τῆς Σεδρὰχ C. Ἀδρὰχ Edd. 22. Ἀδρὰχ iid. 23. γείτονες C. γείτων Edd. νῦν C. τις Edd. 24. προσωτέρω C. προσωτέρα Edd. 25. ἐπὶ assumptum ex C. παλαιστινῶν C. Παλαιστίνης Edd. 26. δηλονότι] + σὺν Edd. invitis libris.)

406
ὅτι καὶ ἐν αὐταῖς γέγονεν ἀνάπαυσις αὐτοῦ, τουτέστι τοῦ πάντων κρατοῦντος Θεοῦ. ἀναπέπαυται δὲ ὅτι τεθέαται τετιμωρημένας. οὐ γὰρ ἃν σεσίγηκεν ὁ πάντα ἐφορῶν, [*](d) φειδοῦς τε καὶ ἐπισκέψεως ἀξιῶν τὸ ἀπόλεκτον γένος, τουτέστι τὸν Ἰσραήλ. ἐφορᾷ γὰρ ἀνθρώπους ὁ τῶν ὅλων Θεὸς, καὶ τὴν ἑκάστου τρίβον κατασκέπτεται, καὶ τοῖς μὲν ἀδικοῦσιν ἐπιφέρει τὰ ἐξ ὀργῆς, ἐκρύεται δὲ τοὺς ἀδικουμένους.

Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ἐν τοῖς προλαβοῦσι ’τον περὶ τῶν τεσσάρων ἁρμάτων εἰσκομίσας λόγον καὶ τὰς τῶν [*](Supra vi. 8.) ἵππων ἰδέας, προστέθεικε πάλιν Ἰδοὺ οἱ ἐκπορευόμενοι " ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. ἀναπαύεται δὲ ὥσπερ ὁ μισοπόνηρος τοῦ Δεσπότου θυμὸς, [*](e) ἐκτετικότων τὰς δίκας τῶν αὐτῷ προσκεκρουκότων διὰ πλώ στῆν ὅσην καὶ ἀχάλινον ἁμαρτίαν. Tupoς καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα, κοὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ στνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶ. διὰ τοῦτο αὐτὴν, καἰ κατάξει εἰς θἀλασσαν τῆν εύναμιν αὐτῆς, κὼ αὐτὴ ἐν πόμ’ καταναλωθήσεται.

[*](731. Α. a)

Ἐπιτρέχει τῷ λόγῳ τὰ συμβεβηκότα ταῖς πόλεσι, καθ’ [*](Supra ver. 1.) ὧν γεγενῆσθαι διισχυρίσατο τὸ " λῆμμα Κυρίου." ἄρχεται δὲ ἀπό τε τῆς Τύρου καὶ τῆς Σιδῶνος, αἳ δὴ μάλιστα τῶν ἄλλων διαφερόντως τετίμηντο, προὔχουσαι μὲν ἰσχύἱï καὶ πλούτῳ, καὶ ταῖς εὐανδρίαις τῶν κατῳκηκότων, ἔχουσαι δὲ ὥσπερ ὑπὸ [*](3. πάντας b. invitis C.D. 1 1, ἵππων B.C.D.b. ἱππέων Edd, προστέθεικε B.D.b. Migne. προστέθηκε C. Edd. 13. ἀναπαύσεται b. invitis C.D. 16. ἠφρόνευσαν hodie C. εὑ manu recentiori in rasura.) ἠφρόνησαν XII.] 17. καὶ prius om. F. Edd. 18. Κύριος κληρ. ordine C. inv. ord. F. Edd. 19. τὴν assumptum ex C. (Alex.) 21. τὸ deest in Edd. 23. τε om. C. 24. προὔχουσαι C. προέχ. Edd. 25. εὐανδρίαις C. ἀνδρ’. Edd. 26. προεκκείμεναι C. ὑπερκ. Edd.)

407
χεῖρα τὰς ἃς ἄλλας, καὶ τῶν ὁμόρων προεκκείμεναι. οὐκοῦν ἐπειδήπερ, φησὶν, ὑψηλὴν ἀνασπῶσι τὴν ὀφρὺν Σιδών τε καὶ Τύρος, οἴονται δὲ εἶναι δειναί τε καὶ ἄθραυστοι, καὶ τεθαρσήκασι μὲν ἐπ’ ὀχυρώμασι, τουτέστι τειχῶν περιβολαῖς, ἤγουν [*](b) καὶ ἑτέροις πράγμασι, δι’ ὧν ἃν εὖ ἔχοι καὶ σώζοιτο πόλις, πεφρονήκασι δὲ καὶ ἐπὶ πλούτῳ μέγα, ταύτῃτοι μαθήσονται διὰ πείρας αὐτῆς, ὅτι Κύριος κληρονομήσει αὐτήν. πεπορθηκότων γὰρ αὐτὴν τῶν ἐξ ’Ισραὴλ, ἤγουν τάχα που Οὐεσπασιανοῦ καὶ Τίτου, κληρονομήσεσθαί φησιν αὐτὴν παρὰ Θεοῦ. καὶ γὰρ ἦν αὐτὸς ὁ παραδιδοὺς καὶ ὑπὸ χεῖρα τιθεὶς τῶν ᾑρηκότων αὐτήν. Ῥωμαῖοι γὰρ τοῖς ἰδίοις ὑποφέροντες σκήπτροις τὴν σύμπασαν γῆν, τοῖς μὲν εἴκουσιν ἀμαχεὶ [*](c) πρᾶοί τε ἦσαν καὶ προσηνεῖς· τοῖς γεμὴν ἀντεξάγειν εθέλουσιν ἐπεφύοντο καὶ αὐτοὶ δριμεῖς τε καὶ μάχιμοι. κατεμπρησθήσεσθαι δὴ οὖν φησιν αὐτὴν κατεσπασμένων ἐν θαλάσσῃ τῶν ὀχυρωμάτων, καὶ διηρπασμένου τοῦ πλούτου, εἰ καὶ ἦν ὡς χοῦς τὸ χρυσίον καὶ ὡς πηλὸς όνων τὸ ἀρηύριον αὐτῆς. ἔμποροι γὰρ γεγόνασι δεινοὶ καὶ φιλοκερδέστατοι λίαν, οἱ τῆς Τυρίων οἰκήτορες, καὶ περί γε τούτου πλατὺς καὶ μακρὸς ἐκπεποίηται λόγος ἐν τοῖς Ἰεζεκιὴλ τοῦ προφήτου [*](Ezek. xxviii.) συγγράμμασιν. οὐδὲν οὑν ἄρα τοὺς Θέῳ προσκρουοντας [*](d) ὀνήσει ποτὲ τοὺς ἐπιτωθάζοντας μὲν ἁγίοις, εἰ δή που τι συμβαίνοι παθεῖν αὐτοὺς, πλατὺ δὲ γελῶντας εἰ δοκιμάζοι Θεὸς τῶν ἰδίων τὴν πίστιν. ἀτονήσει γὰρ αὐτῶν πᾶν ὀχύρωμα, τουτέστι πᾶσα περιβολὴ καὶ πᾶς ἀσφαλείας τρόπος· οὐδὲν δὲ ὅλως ὁ πλοῦτος, ἀλλ’ ἔσται τις καὶ πολέμου [*](3. δειναί C.b. δεινοί Edd. 8. Haec τάχα που accesserunt ex C.D.b. 9. κληρονομήσεσθαι Ch. κληρονομηθήσεσθαι Εdd. 1 1, ὑποφέροιτες D. Edd. ὑποφέρονται C. 12. εἴκουσιν D. Edd. ἥκουσιν ἤ = εἴ] C. οἰκοῦσιν Β. 14. μάχιμοι C. ἄμαχοι D. Edd. κατεμπρησθήσεσθαι C. καταπρησθ. D.b. Edd. 17. ἀργύριον et χρυσίον inter se tr. C. ordinem hunc dant D.b. Edd. (cf. XII.) 19. Τυρίων C.b. Τύρου Edd. 20. ἐκπεποίηται C. πεπ. b. Edd. 22. μὲν deest in Edd. 23. συμ- βαίνοι C. συμβαίη Edd. 24. ἀτονήσει] ἀπονήσει 26. ὁ πλοῦτος] + ὀνήσει Edd. invitis C.D. ἀλλ’ assumptum ex C.D. τις τισι Cod.] καὶ πολέμου τροφὴ καὶ C. τις καὶ πολεμίων τροφὴ· καὶ D. δὲ μᾶλλον οὗτος Edd.)
408
τροφὴ καὶ τοῖς εἰωθόσι καταδῃοῦν προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός.

Ἴδοι δ' ἄν τις ἲς καὶ νῦν τοὺς Ἑλλήνων παῖδας μέγα μὲν [*](e) φρονοῦντας ἐπὶ σοφίᾳ κοσμικῇ, καὶ οἷον ἐπ’ ὀχυρώμασι, ταῖς ἐκ πολυπλόκων συλλογισμῶν ἀπάταις, μόνον δὲ οὐχὶ τὴν ἰδίαν πλάνησιν τῇ τῆς εὐγλωττίας δυνάμει διατειχίζοντας, καὶ καταπλουτοῦντας λίαν τὸ ὡς ἐν λέξει λαμπρὸν ὡς ἄργυρον], καὶ ὡς ἐν τάξει χρυσοῦ τὸ ἐν νοήμασι τίμιον. πλὴν καὶ οὕτως ἔχοντας κεκληρονόμηκεν ὁ Χριστὸς, καθεῖλε μὲν γὰρ τὰ ὀχυρώματα, τουτέστι, πεπτώκασι τὰ ἐξ ἀπάτης εὑρήματα, διήρπασται δὲ τὸ χρυσίον καὶ τὸ ὰργύριον. οἱ γάρτοι [*](732 Α. a) κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστηκότες, ἄνδρες ἐλλό- γιμοι καὶ σοφοὶ, καὶ τῆς ἐκείνων εὐγλωττίας τὴν δύναμιν εἰς ἑαυτοὺς ἁρπάσαντες ἱερὸν ἀνάθημα πεποίηνται τῷ Θεῷ, τοῖς τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις, καὶ τῆς παρ’ ἐκείνοις ἀπάτης πλείστην τε ὅσην καὶ ἀληθῆ ποιούμενοι τὴν κατάῤῤησιν. [*](Exod. xiii. 35. 36. Exod. xxv. 1-8; xxxv. 20-29; xxxvi. 5, 6. b) πεπράχασι τι τοιοῦτον οἱ ἐξ Ἰσραήλ. χρησάμενοι γὰρ πάρα τῶν Αἰγυπτίων σκεύη χρθσα τε καὶ αργυρα καὶ σκυλεύσαντες τοὺς πλεονεκτήσαντας, προσήγαγον ταῦτα κατὰ τὴν ἔρημον τῷ παναγίῳ Θεῷ, κατασκευαζομένης τῆς ἁγίας σκήνης καὶ τῶν ἐν αὐτῇ σκευῶν ἱέρων.

Οὑκοῦν οἱ διὰ σοφίας κοσμικῆς καὶ διὰ λόγου φαιδρότητος οἰκονομοῦντες τὴν Ἐκκλησίαν, διαρπάζουσί τε τοὺς Ελλήνων παῖδας, καὶ οἱονεὶ τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον ἐκ πολλῆς ἄγαν ἐπιεικείας καταπλουτήσαντες, κλῆρον αὐτὸ ποιοῦνται Θεοῦ, τὰ εἰς δόξαν αὐτοῦ λαλοῦντες ἑτέροις, καὶ [*](1. προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός C.D. τῆς εἰς τοῦτο προθυμίας ὁλκός Edd. 4. οἷον C. ὅσον D. ὥσπερ Εdd. ἐπ’ C.D. ἐπὶ Edd. τοῖς (sic) C. 7. λέξει] τάξει D. ὡς ἄργυρον retinui ex Edd. desunt in C.D. 8. χρυσοῦ habent C.D, 9. καθεῖλε C.D. καθῄρηται Edd. 11. εὑρήματα C.D. εὐρέμ. Edd. δὲ] + καὶ iid. 12. καιρὸν C.D. καιροὺς iid. 13. καὶ alt. assumptum ex C. 14. αὐτοὺς C. 17. τι assuinptum ex C. καὶ post τοιοῦτον add. Edd. invito C. 18. τε assuinptum ex C. 21. αὐτοῖς Edd. 22. διὰ alt. assumptum ex C. 23. οἰκονομοῦντες C.D. οἰκοδομ. B. Edd. τῶν pro τοὺς C. invito D. 25. αὐτὀ C. αὐτὸν Β. Edd.)

409
τὰ μὲν ἐκείνων ὀχυρώματα καταστρέφοντες, οἰκοδομοῦντες δὲ νοητῶς τὴν ἁγίαν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν. Ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, κω φάζα κὼ ὀδυνηθήσεται σφόδρα, καἰ Ἀκκαρῶν, ὄτι ᾐσχήνθη ἀπό τῆς ἐλπίδος αὐτῆς· [*](c) κα ἀπολεῖται βασιλεὺς ἀπὀ Φάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ. καὶ κατοικήσουσιν ἀλλοτ ενεῖς ἐν Ἀζώτῳ, καἰ καθελῶ ὕβριν ἀλλοφύλῳ.

Ὅτε πολέμου καὶ μάχης ἐμβολὴ κατανέμεται χώραν, εὐθαρσέστεραί πὼς εἰσὶ καὶ ἐν ἐλπίσιν ἔσθ' ὅτε χρησταῖς, αἱ κατ’ αὐτὴν πόλεις· οἴονται γὰρ, ὅτι περιέσονται τῶν ἐχθρῶν ἢ τῷ πλήθει τῶν ἐνοικούντων ἐν αὐταῖς, ἢ τειχῶν ὀχυρότητι [*](d) καὶ ταῖς τῶν τακτικῶν ἐπιστήμαις· εἰ δὲ δὴ γένοιτο τῶν παρά σφισιν ἁλῶναι μίαν, ἥπερ ἂν λέγοιτο δυνατωτάτη, τότε δὴ τότε πᾶσα μὲν ὀκλάζει πρὸς δέος, ἀποσείεται δὲ τὴν ἐλπίδα, τὴν τοῦ διαφυγεῖν δύνασθαί φημι, καὶ ὡς πεσοῦσα θρηνεῖ. ἁλούσης δὴ οὖν τῆς Τυρίων, τῆς οὕτω διαφανοῦς καὶ ἀλκιμωτάτης καὶ πλούτῳ κομώσης, φοβηθήσεται μὲν, φησὶν, Ἀσκάλων, ὀδυνηθήσεται δὲ Γάζα καὶ μὴν καὶ Ἀκκαρών. πόλεις δὲ αὗται τῶν Παλαιστίνων. ὀδυνηθήσεται δὲ, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. ᾤοντο μὲν γὰρ, ὅτι αὐταῖς ἀρκέσει πρὸς ἐπικουρίαν ἡ Τυρίων ἰσχύς. ἐπειδὴ δὲ [*](e) κειμένην τεθέανται, ταύτῃτοι λοιπὸν ἀπωλισθήκασι τῆς ἐλπίδος. καὶ ὁ μὲν Γάζης ἡγούμενος οἰχήσεταί φησιν, ἀπολωλὼς δηλονότι, κατοικησουσι δὲ καὶ ἀλλογενεῖς ἐν Ἀζώτῳ, δεδαπανημένων, κατὰ τὸ εἰκὸς, τῷ πολέμῳ τῶν αὐθιγενῶν. [*](4. κατῃσχύνθη F. (22, al.) 5. ἀπὸ C. (Alex. XII.) ἐκ Edd. (Vat. ℵ) 8. εὐθαρσέστεροί C. 11. ἐν assumptum ex C. 15. διαφυγεῖν C. φυγεῖν D. Edd. 16. Haec τυρίων τῆς accesserunt ex C. desunt in D. 18. φησὶν] + ἡ Edd. invito C. ὀδυν. δὲ C. καὶ ὦδ’. ὁδ’. Β.] Edd. 19. ὦδ’. Edd. 20. ὅτι alt.] + καὶ Edd. invito C. 21. ἀρκέσει C. ἰσχύσει Edd. 24. καὶ assumptum ex C.)

410
ἐπιλέγει δὲ τούτοις, ὅτι καθελῶ ὕβριν ἀλλοφύλων. καὶ ἀλλοφύλους μὲν τοὺς Φυλιστιαίους, ἤτοι τοὺς Παλαιστίνους, ὀνομάζει συνήθως. ἥκοι δ’ ἃν, εἴ γε τῳ δοκοίη, καὶ καθ’ [*](733 A a) ἑτέρων ἐθνῶν ὁ λόγος τῶν ἠδικηκότων τὸν Ἰσραὴλ, οἳ καὶ ἦσαν ὅμοροι καὶ τῆς Ἰουδαίων γείτονες. ἀλλὰ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὸν ἐν τῷ γράμματι λόγον, εἰρήσεται πάλιν.

Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι διωκομένης, ὡς ἔφην, παρ’ ἐχθρῶν ἔσθ’ ὅτε τῆς Ἐκκλησίας, συνεπιφύονταί τε δεινῶς [*](Ps. xxxiv. 21.) καὶ ἐπιμειδιῶσιν οἱ ἐχθροὶ, τάχα που λέγοντες τό “εὺγε εὖγε, κατὰ τὸ γεγραμμένον. πλὴν ἐπαμύνει χριστὸς, καὶ ἅπασαν μὲν αὐτῶν συνθραύσει δύναμιν, τὸν ἴδιον ἐγείρων [*](b) ναὸν, ἐπιφέρων δὲ τοῖς ἐπιβουλεύουσι τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ὥσπερ τινὰς πόλεις τὰς τῶν αἱρέσεων κατασείων συναγωγὰς, καὶ πρὸς ταύταις ἔτι τὰ τῶν εἰδωλολατρῶν ἀνόσια στίφη.

καὶ ἐξαρῶ τὸ αἰνὰ αὐτῶι ἐκ στὀματος αὐτῶι, κω τὰ βδελύγματα αὐτῶ ἐκ μέσου ὀδότων αὐτῶν· καὶ ὑπολειφθήσοναι καὶ οὗτοι τῷ Οεῷ ἡμῶν, κω ἒσοναι ὡς χιλίαρχος ἐν Ἰούδᾳ, κω ὁ Ἀκκαρὠς ὡς ὁ Ἰεβουσαῖος.

Κατεδηδόκασι μὲν καὶ οὗτοι τὸν Ἰσραὴλ, καὶ οἷά τινες [*](c) θῆρες, μονονουχὶ καὶ αἵματι πεφυρμένον εἶχον τὸ στόμα. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, καὶ ταῖς τῶν ματαίων θεραπείαις προσκείμενοι, ἀεί πὼς ἐπὶ γλώττης, ἤγουν ἐπ’ ὁδόντων, ἐδέχοντο τῶν ἰδίων βδελυγμάτων τὰς κλήσεις, ἄνω τε καὶ [*](1. Haec ὕβριν — φυλιστιαίους accesserunt ex C. Statira τοὺς ἀλλοφύλους add. Edd. τοὺς φυλιστιεὶμ D. 2. Παλαιστινοὐς + οὒς D. Edd. invito C, 3. συνήθεις D. δοκοίη C.D. δοκεῖ Edd. 5. ταύτῃ C. 6. ἡμῶν C. τῷ assumptum ex C.D. γρόμμοσι Edd. repugnantibus omnibus. 8. Haec παρ’ ἐχθῶν desunt in Edd. 10. οἱ om. C. habet D. II. ἐπομύνει C. Edd. ἐπαμυνεῖ D. 12. συνθραύσει C.D. Edd. συνθραύει Β. 15. τῶν om. Edd. 19, 20. Assumpta ὁ prius ex C, (cum nullis Codd. Parsonsianis) ὁ alt. ex C. invito F. (62, 106, 147.) cf. infra. ιεβουσεως C. 25. ἐδέχοντο C. εἶχον Edd.)

411
κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες “Θεός μου εἶ σὺ, καὶ σὺ [*](Hier. ii. 27) “ἐγέννησάς με.” ἀλλ’ ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσήκουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προαναθροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν [*](d) ἐν Χριστῷ. ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥόφησαν τὸν Ἰσραὴλ, ἀλλ’ ἥξει καιρὸς, καθ’ ὃν ἔσονται καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιωθήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνόματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμεμνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ κα) αὐτοὶ τῷ Θεῷ [*](e) ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευματικῶς, χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· “Αὐτὸς γάρ ἐστιν Eph.ii. (??) “ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- “τοῖχον τοῦ φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς [*](Ib. 15, 16. 18) “ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων “τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα” ταύτῃοί [*](a 734 A.) φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα. ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς [*](3. προσήκουσάν D. Edd. πρέπουσάν C. 5. προαναθροῦντος C. προαθρ. D. Edd. 6. Haec ἐν κ. assumpta ex C. desunt in D. αὐτῶν] αὐτοῖς C, Haec ἐπιστροφὴν — αἷμα αὐτῶν desunt in Edd. inv. B.C.D. 13. μέσου C. Edd, μέσων B.D. Statim τῶν addit C. (42) invito D. supra non addit τῶν C. 16. μὲν om. C. 29. τῆς pro γῆς C, πόλιν assuinptum ex C.)
412
αὐτὸς ὁ κάτοικος τῶν ̔Ιεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ιερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ ̔Ιεροσολυμίτης [*](b) ἐνθάδε νοεῖται. πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλήκτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν.

Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ᾿ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.