In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

c Ἰδοὺ δὴ σαφῶς ἀνάστεμά τε καὶ τεῖχος ὀνομάζει Χριστὸν, δι’ οὗ καὶ ἐν ᾧ πεπυργώμεθα, κατ’ εὐδοκίαν δὲ δηλονότι καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. οἶκος γὰρ ὁ νοητὸς καὶ [*](1 Cor. iii. 9.) οἰκοδομὴ Θεοῦ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἡμεῖς που πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφήτου [*](2 Cor. vi. 16; e Lev. xxvi. 12) φωνῆς “ Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, “καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονται μοι λαός. [*](d) ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διοδεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας.

[*](1. γὰρ] + ἡ Edd invito C. 5. νῦν εἰσιν C. σύνεισιν B.D. Edd. 9. ἀνάστεμα B.C. (Alex.) ἀνάστημα D. Edd. (Vat, ℵ) 11. ἑόρακα C. ἑώρακα Β. ἑωράκασι Edd. (198.) τοῖς om. F. 12. ἀνάστεμα B.C.b. ἀνάστημα Edd. 13. Haec ἐν ᾧ accesserunt ex C.b. πεπυργ ἐμπεπυργ. Edd. 14. ὁ assumptum ex C.D.b. 15. οἰκοδόμημα b. 21. ἀνάστεμα Β. ἀνάστημα C.D.b. Edd. 22. πάλαι C.b. πόλιν Β. Edd. διοδεύωσί C.b. διοδεύσωσί Edd. 24. ποιοῦντες C.b. πορόντες Β. περιόντες Edd. περιιόντες Migne. συμπατοῦντες B.C.b. πατ. Edd. 25. τὰς om. iid.)
413

Ἔφη μὲν γάρ που περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀρχαῖος ἀμπελὼν [*](Es. v. 1. Ib. 5.) πέλων τῷ ἠγαπημένῳ, ὅτι “Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ [*](e) “ἔσται εἰς καταπάτημα.” ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν [*](2 Tim iv. 8.) φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμμανουὴλ, ἀρρήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκείνων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφήτης πρὸς αὐτόν “καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν [*](Es. lviii. 12.) “καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.” ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέσου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω [*](a 735 Α.) ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷαπερ ἄρρηκτον περιθεὶς, καὶ ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γενέσθαι παρεσκεύασεν. ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦ μὲν εὐάλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. [*](b) ἁλλ’ ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ’ ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῶ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυμένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθείαν· οὐκ ἐξελαυνόμενοι πρὸς πλάνησιν, ἀλλ’ οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῆ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν [*](c) “ καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.” λέγων δέ Ὅτι [*](Ps. xxxix. 3.) [*](2. ἠγαπημένῳ B.C. κτησαμένῳ Edd. e conj. Pont. 5. τεῖχος C. 6. ἀῤῥήτῳ C.D. ἀῤῥήκτῳ Edd. 8. ἐφιεὶς C. 12. ἔτι C. ὑπὸ Edd. 13. ποιούντων C. παριόντων Edd. 14. ὁ assumptum ex C. 17. ἐπέλθῃ C.b. ἔλθῃ Edd. εὐάλωτοι C.b. αἰχμάλωτοι Edd. 18. καὶ alt. assumptum ex C. 20. καὶ prius om. B. habent C.b. 22. ἐκβαλεῖ C. ἐμβολῇ Edd. τὸ] τῷ iid. 25. ἐκβαίνοντες B.C. ἐμβ. iid. 26. ἐκβεβηκότες C. 28. ἐπὶ] διὰ iid.)

414
νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῦ μου, ἐπισκοπῆς ὄντα καιρὸν κατέδειξεν ἐναργῶς τὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας. [*](S. Luc. i. 78. Ps. ci. 20.) “Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,” καὶ ᾗ φησιν ὁ Δαυείδ “κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, καίτοι πάλαι διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν οὐκ ἐποπτείας ἀξιῶν, οὐ φειδοῦς ἢ ἀγάπης, οὐχ ἑτέρου τινὸς τῶν τοιούτων ὅλως, ἁλλ’ οἱονείπως ἀπεστρεμμένος· ταύτῃτοι καὶ τεταράγμεθα. [*](Ib. ciii. 29.) καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἀποστρέψαντός [*](d) “σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐ- “τῶν ἐπιστρέψουσιν.” ἐπειδὴ δὲ νῦν, τουτέστι κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἑόρακεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, σεσώσμεθά τε καὶ ἠλεήμεθα, καὶ τί γὰρ οὐχὶ τῶν ἐπέκεινα λόγου καὶ ἀξιαγάστων ἀληθῶς κεκερδάκαμεν;

ΤΟΜΟΣΓ΄.

[*](1. ἑόρακα C. ἑὼρ. b. Edd. 2. τὸν τῆς τοῦ Σ. ἐπιδημίας b. Edd. τὴν τοῦ Σ. ἡμῶν ἐπιδημίαν C. 5. οὐκ ἐποπτείας C. οὐ θεοπτίας D. οὐ θεραπείας Edd. 7. ἀπεστρεμμένος C.D. Font. ἀπεστραμμένος correxit Aub. 8. μαρτυρεῖ Edd. 11. ἑώρακαμεν Edd. 12. τε D. Edd. δὲ C. 13. κεκερδάκαμεν C.D. κεκερδήκ. Edd.)