In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

καὶ ἐξαρῶ τὸ αἰνὰ αὐτῶι ἐκ στὀματος αὐτῶι, κω τὰ βδελύγματα αὐτῶ ἐκ μέσου ὀδότων αὐτῶν· καὶ ὑπολειφθήσοναι καὶ οὗτοι τῷ Οεῷ ἡμῶν, κω ἒσοναι ὡς χιλίαρχος ἐν Ἰούδᾳ, κω ὁ Ἀκκαρὠς ὡς ὁ Ἰεβουσαῖος.

Κατεδηδόκασι μὲν καὶ οὗτοι τὸν Ἰσραὴλ, καὶ οἷά τινες [*](c) θῆρες, μονονουχὶ καὶ αἵματι πεφυρμένον εἶχον τὸ στόμα. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, καὶ ταῖς τῶν ματαίων θεραπείαις προσκείμενοι, ἀεί πὼς ἐπὶ γλώττης, ἤγουν ἐπ’ ὁδόντων, ἐδέχοντο τῶν ἰδίων βδελυγμάτων τὰς κλήσεις, ἄνω τε καὶ [*](1. Haec ὕβριν — φυλιστιαίους accesserunt ex C. Statira τοὺς ἀλλοφύλους add. Edd. τοὺς φυλιστιεὶμ D. 2. Παλαιστινοὐς + οὒς D. Edd. invito C, 3. συνήθεις D. δοκοίη C.D. δοκεῖ Edd. 5. ταύτῃ C. 6. ἡμῶν C. τῷ assumptum ex C.D. γρόμμοσι Edd. repugnantibus omnibus. 8. Haec παρ’ ἐχθῶν desunt in Edd. 10. οἱ om. C. habet D. II. ἐπομύνει C. Edd. ἐπαμυνεῖ D. 12. συνθραύσει C.D. Edd. συνθραύει Β. 15. τῶν om. Edd. 19, 20. Assumpta ὁ prius ex C, (cum nullis Codd. Parsonsianis) ὁ alt. ex C. invito F. (62, 106, 147.) cf. infra. ιεβουσεως C. 25. ἐδέχοντο C. εἶχον Edd.)

411
κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες “Θεός μου εἶ σὺ, καὶ σὺ [*](Hier. ii. 27) “ἐγέννησάς με.” ἀλλ’ ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσήκουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προαναθροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν [*](d) ἐν Χριστῷ. ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥόφησαν τὸν Ἰσραὴλ, ἀλλ’ ἥξει καιρὸς, καθ’ ὃν ἔσονται καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιωθήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνόματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμεμνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ κα) αὐτοὶ τῷ Θεῷ [*](e) ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευματικῶς, χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· “Αὐτὸς γάρ ἐστιν Eph.ii. (??) “ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- “τοῖχον τοῦ φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς [*](Ib. 15, 16. 18) “ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων “τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα” ταύτῃοί [*](a 734 A.) φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα. ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς [*](3. προσήκουσάν D. Edd. πρέπουσάν C. 5. προαναθροῦντος C. προαθρ. D. Edd. 6. Haec ἐν κ. assumpta ex C. desunt in D. αὐτῶν] αὐτοῖς C, Haec ἐπιστροφὴν — αἷμα αὐτῶν desunt in Edd. inv. B.C.D. 13. μέσου C. Edd, μέσων B.D. Statim τῶν addit C. (42) invito D. supra non addit τῶν C. 16. μὲν om. C. 29. τῆς pro γῆς C, πόλιν assuinptum ex C.)
412
αὐτὸς ὁ κάτοικος τῶν ̔Ιεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ιερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ ̔Ιεροσολυμίτης [*](b) ἐνθάδε νοεῖται. πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλήκτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν.

Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ᾿ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.