In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.

χαῖρε σφὸδρα ΘύΓατερ Σιὼν, κήρυσσε θύγατερ ̔Ιερουσαλήμ· ἰδοὐ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκώς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος [*](e) ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιῶν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἃν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπατημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς [*](a 736 A.) ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαΐσμένης;