In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τάδε λέγει Κύριος παντοκράωρ εἰ ἀδυνατήοει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατὴσει; λέγει Κύριος παντοκράτωρ.

Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πὼς ἐφ’ ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν. καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν [*](b) ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ’ ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς καταδονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω- μένους, καὶ οὐ σφόδρα θαρρεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γενέσθαι τὴν Ἰερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ [*](4. περινοήσεις C.b. νοήσεις Edd. κοὶ prius assumptum ex b. deest in C.D. 5. στηρίζει C.b. ὑποστηρ. Edd. ἡ ult. assumptum ex C.b. 7. ἐπὶ τούτῳ D.b. Edd. ἐπὶ τοῦτο C. 8. αὗταί D. Edd. αὐτοί C.b. 10. Εἰ C. Edd, Διότι εἰ B. (Alex. 106.) 13. ὑπερφυῆ C. ὑπερφερῆ Edd. 14. ἔχειν C. 17. ἀντιτιθεῖσα B.D. ἀνατιθεῖσι C. ὑπερφερῆ Edd. 21. τοσαύτην αὐτοῖς εὐημερίας C.D. τ. αὐτοῖς εὐημερίαν Edd. 22. βαδιεῖται D. Edd. βαδιεῖσθαι C. 23. παίδων B.C. πόντων Edd. 25. δὴ assumptum ex C.)

385
τείχη κατεῤῥιμμεν́α, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς [*](c) ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς ἀκάνθης μεστοὺς, οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύτῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου [*](d) ἐν ταις ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύρος παντοκράτωρ ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐκατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἐστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν.

Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, [*](e Hab. i. 5.) ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ “μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.’’ ὅσον μὲν γὰρ ἡκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία,[*](a 718 Α.) [*](2. θηρῶν C. θηρίων Edd. 4. ὀκάνθης C. ἀκάνθων iid. Statim ὑπάρχειν add. iid. invito C. 6. ὡς ἔφην ἐντεῦθεν hoc ord. C. 10. Haec λέγει Κύριος παντοκράτωρ accesserunt ex C.D. 11. ἐν ἡμῖν C. ἐν ὑμῖν D. ἥμιν b. ὑμῖν Edd. 12. κομιδὴ C.b. δηλαδὴ D. Edd. 13. τῶν ὁ (sic) inverso ordine Edd. ante Migne. 14. ὑπερφερῆ C. 17. εἴδετε Edd. invitis B.C.D. ἀφανίσθητε C.D. θαυμάσατε Edd. 18. ἔργον assumptum ex C. 19. πιστεύσετε C. 20. ἥκει Edd. 26. ἀβελτερίας] Sic correxi ex C. ἀβελτηρ. Edd. τὰ βλάβη C. τὰς παροινίας Edd. 27. ἡ om. C. )

386
κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατηγλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμεραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἃν οἶμαί που τὸ ἀντιστατοῦν οὐδέν.

[*](b)

Τάδε λέγει Κύριος παντοκράτωρ ’Ιδού ἐγώ ἀνασώζω τὸ λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἁπὸ γῆς δυσμῶν, κοὶ εἰσάξω αύ- τοὺς καὶ κατασκηνώσω ἐν μἐσῳ ῾Ιερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθεία κω δικαιοσύνη.

Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι [*](c) ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπληροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουήλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ’ οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν Ι Tim. “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος,’’ καὶ ἐπουράνιος ῾Ιερουσαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς [*](Baruch. iii. 38. d) εἰπεῖν; γέγονε γὰρ καθ’ ἡμᾶς, καὶ “τοῖς ἀνθρώποις συν- [*](4. ἀδυνατήσειεν C. invito D. 7. που assumptum ex C. 12. καὶ ἠῶ C. (Alex. ℵ XII.) κἀγὼ Edd. ἐν ἀληθείᾳ καὶ δικαιοσύνη] Haec quasi commentariorum init. ponunt B. D. πε manu aliquant. recentiori ut vid. l8. ἀποραινειν C 20. πρέποιεν C. πρέποι Edd. 24. καὶ C.D. ἡ Edd. 25. οὐκ ἀτρεκὲς εἰπcιν C.D. ἔστιν ἀμφιβαλεῖν Edd.)

387
“ανεστράφη’’ μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι’ ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων “Θάρσει Σιῶν, μὴ [*](Soph. iii. 16, 17.) “παρείσθωσαν αἱ χεῖρές σου· κύριος ὁ Θεός σου ἐν σοὶ “δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ “σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.’’ ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ [*](S. Joan. 18.) γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ’ ἑαυτοῦ τὸν Παράκλητον, καὶ σύνεστι δι’ αὐτοῦ τοῖς ἀγαπῶσιν αὐτόν· καὶ πληροφορήσει λέγων “Ἴδου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας [*](S.Matth. xxviii. 20. 1 S. Pet. ii. 10.) “τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. γεγόναμεν τοίνυν αὐτοῦ λαὸς, οἱ ποτὲ οὐ λαὸς, καὶ οἱ τῶν λίθων [*](e) θεραπευταί· τὴν ἀρχαίαν καὶ βέβηλον καταμυσαττόμενοι πλάνησιν· Θεὸν αὐτὸν ἐπεγραψάμεθα, καὶ τοῦτο ἐν ὰληθείᾳ καὶ δικαιοσύνῃ. οὐ γὰρ ἐν ἴσῳ τοῖς τοῦ γράμματος φίλοις, τύποις καὶ σκιαῖς προσκείμεθα, παραδεξάμενοι δὲ μᾶλλον εἰς νοῦν καὶ καρδίαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων λαμπρότητα, τὴν ἀληθῆ πληροῦμεν λατρείαν, καὶ τῆς ἁνδανούσης [*](a 719 Α.) αὐτῷ δικαιοσύνης ἀπρὶξ ἐχόμενοι, τὴν ἐν πνεύματι πληροῦμεν προσκύνησιν. “Πνεῦμα γὰρ ὁ Θεὸς,’’ καθά [*](S. Joan. iv. 24.) φησιν αὐτὸς ὁ Υἱὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν ἑ πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.

Τάδε λέγει Κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταὶς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἂψ ἦς ἡμέρας τεθεμελίωται ὁ [*](b) οἶκος Κυρίου παντοκράτος, καὶ ὁ ναὸς ἂψ οὗ ᾠκοδόμηται.

Ὑπισχνεῖται μὲν τοῖς ἀγαπῶσιν αὐτὸν ὁ τῶν ὅλων Θεὸς τὰ ὑπὲρ ἐλπίδα πολλάκις, ψευδομυθεῖ δὲ οὐδαμῶς, ἀλλ’ ἰδίᾳ δυνάμει καὶ ἀπορρήτοις τισὶν ἐνεργείαις ἀποπεραίνει κατὰ [*](2. ὁ assumptum ex C. 3. σου alt. assumptum ex C. ἐν σοὶ δ. hoc ordine C. 4. καινήσει pro καινιεῖ σε C. invito D. 5. νῦν ἐστιν C. σύνεστιν B.D. Edd. 9. γεγόναμεν C. γέγονε Edd. 10. λαὸς alt. C. λαοὶ iid. 11. θεραπευταὶ C. προσκυνητοὶ Edd. 12. ἀπευραψάμεθα C prima manu invito D. τοῦτον Edd. inv. B.C. 16. πληροῦ· μὲν C.D. τελοῦμεν Edd. )

388
καιροὺς, ἅπερ ἂν βούλοιτο, καὶ λίαν ἀκονιτί. πρέποι δ’ ἃν ἡμᾶς οὐκ ἀσθενοῦντας τῇ πίστει, πάντη τε καὶ πάντως ἐπιμαρτυρεῖν αὐτῷ τὸ πάντα δύνασθαι διαπεραίνειν εὐκόλως· ἀνδρίζεσθαι δὲ πρὸς ἔργα τὰ δι’ ὧν ἐσόμεθα λαμπροὶ, καὶ [*](c) τὸν εὐκλεᾶ τῆς ἐπιεικείας ἀποκερδανοῦμεν στέφανον· καταπείθεσθαι δὲ τοῖς παρ’ αὐτοῦ λόγοις, καὶ ποδηγοὺς ποιεῖσθαι σπουδάζειν τοὺς, οἵπερ ἂν εἶεν κατὰ καιροὺς τῶν θείων ἡμῖν θεσπισμάτων ἀπλανέστατοι διακομιοταί. τατεπηυγέλλετο δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων προφητῶν τὰ ἐκ τῆς ἐνανθρωπήσεως ἀγαθὰ, καὶ ὅσον μὲν ἧκεν εἰς ἀνθρωπίνας ἐννοίας, ἀπιστίας, ὡς ἔφην, οὐ μακρὰν τὸν λόγον ἐτίθει, τῶν χαρισμάτων τὸ μέγεθος ἀφηγούμενος. ἀλλ’ ἐν πίστει πεποιήμεθα δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες, τοῖς τῆς [*](d) εὐσεβείας εἰσηγηταῖς εὐαφῆ τρόπον τινὰ καὶ εὐήνιον τὸν τῆς διανοίας αὐχένα δεδώκαμεν. καιρὸς δὲ ὁ πρέπων ταῖς τῶν ἀγαθῶν χορηγίαις καὶ τῇ παρ’ ἡμῶν αὐτῶν ὑποταγῇ, τῆς Εκκλησίας ἡ ἀνάδειξις. θέα γὰρ ὅπως καὶ τοῖς πρὸς ἡμῶν προσέταττεν ὁ τῶν ὅλων Θεὸς κατισχύειν καὶ ἔργα πληροῦν, καὶ τοῖς τῶν προφητῶν καταπείθεσθαι λόγοις, ἀφ' ἦς ἡμέρας τεθεμελίωται ὁ οἰκος Κυρίου ἐνιαυτοκράτορος καὶ ὁ ναὸς ἀφ' ὁδ’ ῳκοδομηται.

[*](e)

Διότι πρὸ τῶν ἦμερῶν ἐκείνων ὁ μισθός τῶv ἀvΘρώπωv οὐκ ἔσται'εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ [*](2. ήμῖν C. 3. τὰ pro τὸ C. εὐκόλων Edd. ante Migne. 4. τὰ assumptum ex C. 5. εὐκλεᾶ C. εὐκλεῆ Edd. 6. δὲ C. τε Edd. 9. καὶ et ὁ alt. assiunpta ex C. 11. ἥκει Edd. ἀπιστίας B.C. ἀπιστίαν Edd. 12. ἐτίθη C. 13. δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες D. δεκτὰ τὰ ὑπερφερῆ κοὶ εἰς ἔργα τὸν νοῦν παρατρέποντες C. καὶ τὰ ὑπὲρ ἔννοιαν Edd. 15. εἰσηγηταῖς CD. ὑφηγ. Edd. 16. αὐχένα δεδώκαμεν C. δεδωκότες αὐχένα Edd. 1 7. αὐτῶ C. iS. θέα] δρᾶ D. τοῖς C.D. τὸ Edd. πρὸς Edd. πρὸ. una litt. erasa C. παρ’ D. 20. κατα- πείθεσθαι C. κατατἰθ. Edd. 23. ἐκείνων B.C.D. cf. infra. γρ. (= γράφε) τούτων Β mg. τούτων F. Edd. τῶν alt. om. F. Edd. invitis B.C. 24. ὑπάρχει B.C. Αlex.) ὑπάρξει Edd. (Vat. ℵ))

389
τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται ἐμ ἀπὸ τῆς θλίψεως· καί ἐξαποστελῶ πάντας τοὺς ἀθρώπους ἔκαστον ἐπὶ τόν πλησίον αὐτοῦ.

Ἡ τῶν Ἑβραίων ἔκδοσις οὐχ ὡς ἐπὶ μέλλοντος καιροῦ ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρωχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ανθρώπων οὐκ ἦν εἴς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε· καὶ πάλιν [*](a 720. Α.) Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἠν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους. ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παραστήσει τῶν διηγημάτων ἢ δύναμις. βούλεται γάρ τι τοιοῦτον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ’ οὐκ ἦν αὐτοῖς ἁγιάσματος τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἢ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην [*](b) θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀποπεραίνειν εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κωλυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσκρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθορίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. [*](3. ἐπὶ C. πρὸς F. Edd. (42.) 7, 8. ἦν—ὑπῆρχε—ἦν] Haec verba, quae dicit D. Cyrillus Hebraice legi, exhibent quoque (22. al.) 8. τῷ alt.] τὸ (sic) C. 8-10. Haec καὶ ἀντὶ—ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους accesserunt ex C. κοὶ ἀντὶ—ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἐξαπέστειλα D. 11. τὸ δὲ ἀτρεκὲς C. καὶ τὸ ἀληθὲς Edd. παραστήσει C. παρίστησι Edd. 14. οἱ deest manu prima C. ἁγιάσματος τόπος C. ἁγίασμα τῷ τόπῳ Edd. 15. κατασεισμένου (sic) C. ἡ accessit ex C. 21. διανεβάλοντο Edd. ante Migne. invitis B.C. 22. τὰς deest in Edd. 24. διὰ C. πρὸς Edd. 25. κατεπαίοντο C. ἐπαίοντο Edd. 26. ταῖς assumptum ex C.)

390
[*](c) ἐπίκλημα δὲ αὐτοῖς ἐποιεῖτο τὸ ῥᾴθυμον ὁ τῶν ὅλων Θεὸς, [*](Agg. i. 2, 4.) οὕτω λέγων διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Ὁ “οὗτος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν “οἶκον κυρίου. εἰ καιρὸς ὑμῖν μέν ἐστι τοῦ οἰκεῖν ἐν “κοιλοστάθμοις, ὁ δὲ οἶκος κυρίου οὐκ ᾠκοδόμηται;” ἐπειδὴ δὲ ἀναπέπτωκαν, ὡς ἔφην, ἐκ ῥᾳθυμίας, ταῖς τῶν ἀναγκαίων ἐνδείαις κατεπαίοντο συχνῶς, καὶ πολέμοις τοῖς γείτοσιν. ἐπειδὴ δὲ ἀνεγηγέρκασι τὸν νεὼν, πέπαυται τὰ ἐξ [*](d) ὀργῆς, πάντα δὲ ἅλις ἦν αὐτοῖς, καὶ πολὺ τῆς εὐημερίας παρέκειτο πλάτος. ταύτῃτοί φησιν Ὅτι πρὸ τῶν ἡμερῶν ἐκείνων, τουτέστι πρὶν ἀναστῆναι τὸν νεὼν, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἠν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχεν. ἄμισθοι γὰρ οἱ γηπόνοι, καὶ οὐδὲν ὅλως συναγηγερκότες, ὁμοῦ τοῖς συγκεκμηκόσι βουσὶν ἀπηλλάττοντο τῶν ἀγρῶν. ἀλλ’ οὐδὲ τοῖς ἐκπορευομένοις, ἢ τοῖς εἰσπορευομένοις ἦν εiρήνη. εἰσπορευομένους μένους δὲ καὶ ἐκπορευομένους μένους τοὺς ἐκ πόλεως εἰς πόλιν ἰόντας ἔσθ’ ὅτε φησὶν, ἢ τὸ [*](e) ἔχοντας ἐπιτήδευμα, ἤγουν καὶ ἑτέρων ἕνεκα πραγμάτων. οὐκ ἦν οὐδὲ ἐκείνοις φήνη, τῶν ὁμόρων ἐθνῶν, ὡς ἔφην, ἐκλελυττηκότων ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἑκάστου βλέποντος ὡς ἕνα τῶν ὅτι μάλιστα ἐχθρῶν τὸν ἐγγὺς ἐξ αἵματος, ἢ καὶ ἀδελφὸν, ἢ καὶ γείτονα.

Ἰστέον δὲ, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν Μονογενῆ, καὶ ἀναδειχθῆναι τὴν Ἐκκλησίαν, οὐδεὶς ἦν ἀνθρώπῳ μισθὸς, οὔτε [*](721 A. a) μὴν τοῖς κτήνεσιν. οἵ τε γὰρ ἐν τῷδε τῷ βίῳ λογικώτεροι καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν [*](1. τὸ ῥᾴθυμον post Θεὸς transp. Edd. invitis B.C. 4. ὑμῖν μέν hoc ordine C. (Alex.) 5. Κυρίου C. Τυρίῳ Edd. ἐπειδὴ δὲ ἀναπέπτωκαν C.D. ἀναπεπτωκότες yap Edd. 6. ἐκ C. εἰς D. Edd. 7. συχνῶς C, συνεχῶς Edd. 8. ἐγηγέρκασι C. νεὼν C. ναὸν Edd. 9. ἅλις ἦν hoc ordine C. 10. ὅτι assumptum ex C. 11. ἐκείνων C. τούτων Edd. νεὼν C. ναὸν iid. 17. εἰς πόλιν εἰσιόντος C. εἰς πόλιν orn. D. 19. οὐκ ἦν C. οὐκ ἦν οὖν D. οὐκοῦν Edd. εἰρήνη] + φησὶ Edd. inv. C.D. ὡς ἔφην ἐκλελυττηκότων ἐπὶ C. ὡς ἔφην ἐκλελυπηκότων ἔτι D. ἐκλελυπ. ὡς ἔφην ἔτι Edd. 21. ἐχθρῶν τὸν] πολεμιωτάτων τῶν C. ἐξ] καὶ ἐξ Β. 22. ἢ om. C. habet D. 24. ἀνθρώπῳ C. ἀνθρώποις D. τοῖς ἀνθρώποις Edd.)

391
ἃν, ἀκερδῆ καὶ ἄχρηστον τὴν ἐν τοῖς λόγοις εἶχον σπουδὴν, οὔτε συγγράφοντές τι τῶν ἀναγκαίων, οὔτε μὴν νοεῖν ἢ λαλεῖν ἑτέροις δυνάμενοι. ὁμοίως δὲ καὶ οἱ τὸν ἀγελαῖον καὶ κτηνώδη τρίβοντες βίον, ἄμισθοι διετέλουν. οὐ γὰρ ἢν ἐργάσασθαί τι τῶν ἐπαινουμένων παρὰ Θεῷ. ἀλλ’ οὐδὲ ἦν ὅλως ἐπὶ γῆς φήνη, τῆς τῶν δαιμονίων ἀγέλης διακυκώσης τὰ πάντα, καὶ θορύβου μεστὴν ἀποφαινούσης τὴν γῆν, ὡς [*](b) εἶναι τὰ πάντων πράγματα καὶ μέντοι τὰς διανοίας ὡς ἐν δονήσει καὶ σάλῳ, καὶ τὸ βεβηκὸς οὐκ ἔχειν.

Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποήσω τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ· ἀλλ’ ἤ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸ καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα.

[*](c)

Συμμεθίστησι ταῖς ὀργαῖς καὶ τὰ ἐξ αὐτῶν συμβαίνοντα, καὶ ἀποδραμεῖσθαί φησιν ὁμοῦ τοῖς τῶν πλημμελημάτων καιροῖς τὰς δίκας. πεπαυμένης γὰρ τῆς ἁμαρτίας, μᾶλλον δὲ ἤδη ποινὰς τὰς ὑπὲρ αὐτῆς ἐκτετικότος τοῦ Ἰσραὴλ, καταλήξειν ἔφη τὰς συμφορὰς, καὶ μάλα εἰκότως, καὶ ἀπρακτήσειν ἔτι τῶν ἀνιαρῶν τὴν ἔφοδον. βεβούλευται γὰρ ἐπ’ αὐτοῖς οὐκ ἀδελφὰ τοῖς πρώτοις, ἀλλ’ ὅσα βλέπει πρὸς ἡμερότητα τοῦτο δὲ ἦν εἰρήνης ἐπίδοσις, καὶ ἀμφιλαφὴς [*](d) τῶν ἡδίστων αὐτοῖς χορηγία, ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, βαθὺ δὲ κομῶσαν ληΐοις τὴν ἀρόσιμον γῆν τοὺς [*](1. τοῖς om. C. 3. δὲ καὶ om. C. 6. διακυκλωσάσης C. 13. γενήματα C.F. 15. μου]+τούτου Edd. (Vat. ℵ) inv. B.C. (Alex. XII.) ταῦτα πάντα C.D. Edd. (Vat. ℵ) πάντα ταῦτα B.F. (Alex. ;XII.) 19. ἐκτετηκότος Β. 21. τῶν ἀνιαρ. τὴν hoc ordine C. 23. τοῦτο C.b. ταῦτα Edd. 24. αὐτῆς C. invito b. 25. κομῶσαν C.b. κομῶσι Edd. ληΐνοις (sic) b.)

392
τῶν γηπόνων ἱδρῶτας ἀμείβεσθαι, οὐρανοῦ δηλονότι μονονουχὶ καὶ συνθέοντος, καὶ δρόσοις καταπιαίνοντος ἀγροὺς δηλονότι καὶ τὰ ἐν αὐτοῖς. ἕψεται γὰρ πάντως τοῖς τοῦ Δεσπότου νεύμασιν οὐρανός τε καὶ γῆ, καὶ ἁπαξαπλῶς ἡ κτίσις. κλῆρος δὲ ταῦτα τῷ Ἰσραὴλ, Θεοῦ κατευρύνοντος τὴν εὐημερίαν, καὶ παντὸς τοῦ πεφυκότος ἀνιᾶν [*](e) ἀπαλλάττοντος.

Ἁρμόσειε δ’ ἂν ὁ ἐπὶ τῷδε λόγος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν ἐβαδίζομεν ἕκαστος κατὰ τὸ αὐτῷ δοκοῦν, κτηνώδη τε καὶ ἀλογώτατον διαβιοῦντες βίον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις συνεζευγμένοι. ἐπειδὴ δὲ πεπραμένους μόνον δὲ οὐχὶ, καὶ κατερριμμένους εἰς γῆν, καὶ ὑπὸ πόδας ὄντας ἐχθρῶν, ᾤκτειρεν ὁ Πατὴρ, οὐκέτι πεποίηκεν ἡμῖν κατὰ τὰς ἡμέρας [*](722 Α. a) τὰς ἔμπροσθεν. οὐ γὰρ περιεῖδεν ἔτι πλεονεκτουμένους, καὶ ὑπὸ τυράννῳ πράττοντας ὠμῷ πρὸς πᾶν ὁτιοῦν ἡμᾶς τῶν αἰσχίστων ἀποφέροντι· δέδωκε δὲ μᾶλλον ἡμῖν τὴν ἐξ οὐρανῶν εἰρήνην, τουτέστι Χριστὸν, ὃς καὶ ἁπάσης ἡμῖν εὐκαρπίας τῆς νοητῆς δεδώρηται χορηγίαν. ἐμπεπλήσμεθα γὰρ σίτῳ τε καὶ οἴνῳ, καὶ δέδωκεν ἡμῖν ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστος, τὸν εαυτης καρπόν, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. αὐτὸς δὲ ὑπάρχων [*](S. Joan. xii 24. Lev.xxiii. 10, 11. S. Joan. vi. 35. b) καὶ ὁ κόκκος τοῦ σίτου καὶ τὸ δράγμα τὸ ἱερὸν, ἄρτος ἡμῖν ἀπεφάνθη ζωῆς· ἀπέδειξε δὲ καὶ εὐανθεστάτους, ταῖς ἐξ οὐ. ρανοῦ καταπιαίνων dr;osoiw, δῆλον δὲ ὅτι ταῖς νοηταῖς καὶ διὰ τοῦ Πνεύματος, ὧν καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμεμ́νηται [*](Ps. cxxxii. 3.) λέγων “Ὡς ὗς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη [*](1. δηλονότι καὶ τὴν ἐν αὐτοῖς (3) quasi a δηλονότι ad δηλονότι transiliens D. 3. δηλονότι assumptum ex C. 5. κλῆρος C.b. κλῆροι D. Edd. 6. τοῦ πεφυκότος πεφοικὸς b.] ἀνιᾶν CD.b. ἀνιαροῦ lidd. 8. ἁρμόσει C.D. τῳ] τῶν Edd. ante Migne. 10. αὐτῷ om. C. τε assumptum ex B.C. 12. ἐπειδὴ C. ἐπεὶ D. Edd. πεπραμένους D. πεπραχότας ἀθλίως C. πεπτωκότας Edd. δὲ alt. assumptum ex C.D. 16. ἡμᾶς τῶν αἰσχίστων hoc ordine C.D. 18. ἡμῖν] + τῆς Edd. inv. C. 20. σίτῳ τε καὶ οἴνῳ C. σιτοῦ τε καὶ οἴνου Edd. δέδωκεν B.C. δεδώρηκεν Edd. 22. ὑπάρχων B.C. ὑπάρχει Edd. 23. ἄρτος—ζωῆς C. αὐτὸς—ζωὴ Edd.)

393
“Σιών." ταῦτα δὲ ἡμῖν ἐν κλήρου μοίρᾳ παρὰ Θεοῦ καὶ μερὶς ἀγαθὴ, ἐπεί τοι γεγόναμεν Ἰσραὴλ, τουτέστι, νοῦς ὁρῶν Θεὸν, τεθεάμεθα γὰρ ἐν Υίῷ τὸν Πατέρα.

Καὶ ἔσται ὅ τρόπον ἦτε ἐι κατάρα ἔν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραἦλ, οὕτω διασώσω ὑμᾶς κω ἒσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε κὼ κατισχύετε ἐν ταῖς χερσίν ὑμῶν.

Αἰχμάλωτοι γεγονότες οἱ ἐξ Ἰσραήλ, καὶ ταῖς τῶν ἐλόντων πλεονεξίαις ἐνειλημμένοι, κεχρηματίκασι καὶ ἐπάρατοι, φασκόντων τινῶν, κατά γε τὸ εἰκὸς Οὕτω μὴ γενοίμην ὡς ὁ Ἰσραήλ. ἐπειδὴ δὲ σέσωκέ τε αὐτοὺς ὁ φιλοικτίρμων Θεὸς, καὶ ἐν τοῖς ἀρχαίοις γεγόνασιν ἀγαθοῖς, συναποβεβλήκασι [*](d) ταῖς συμφοραῖς καὶ τὸ δοκεῖν εἶναι κατηραμένοι. ηὐλόγηνται γὰρ, καὶ οὐδὲν ἧττον γεγόνασι ζηλωτοὶ καθὰ καὶ πάλαι, Θεοῦ κατευφραίνοντος τοῖς ἄνωθεν ἀγαθοῖς, καὶ ἁπάσης αὐτοῖς εὐθυμίας ἁπλοῦντος μέθεξιν.

Τοῦτο δὲ αὐτὸ καὶ ἐφ’ ἡμῶν αὐτῶν ἀτρεκὲς ἐνορῷτο πάλιν. ἦμεν γὰρ ἐπάρατοι, ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένοι, καὶ πρὸς πᾶν εἶδος φαυλότητος διὰ τῆς ἐκείνῶν δυστροπίας κατενηνεγμένοι. ἐπειδὴ δὲ Θεὸν ἐγνώκαμεν τὸν τῶν ὅλων δημιουργὸν, καὶ ἐγνώσθημεν τῷ Χριστῷ, τότε [*](e) δὴ τότε καὶ ἀναμέλπειν ἐφ’ ἑαυτοῖς δεδιδάγμεθα “Εὐλογη- [*](Ps. cxiii. 23.) “μένοι τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." ἐπειδὴ δὲ εἰς τοῦτο κεκλήμεθα τιμῆς τε καὶ δόξης, φιλεργεῖν ἀναγκαῖον καὶ κατανδρίζεσθαι παθῶν, καὶ στυγητὴν ποιεῖσθαι τὴν ἁμαρτίαν, καὶ τοῖς εὐαγγελικοῖς ἐμπρέπειν νόμοις, ὡς ἐπείγεσθαι κατορθοῦν τὸ ἁνδάνον Χριστῷ. άκηκόαμεν γὰρ ἐπιφωνοῦντος ἡμῖν Θαρσεῖτε καὶ κατισχύετε ἐν [*](a 723 Α) [*](1. παρὰ Θεῷ Β. 4. ἐν κατάρᾳ] κατάρα C. (68. al.) ἔθνεσιν] + ὁ Εdd. invitis B.C.F, (ℵ Alex. XII.) 15. μέθεξιν] τὴν μ. Edd. inv, 16. ἀτρεκὲς ἐνορῷτο C. ἀληθὲς ὂν ὁρᾶται iid. 20. ἐγώσμεθα b. 24. φιλεργοὶ ἀναγκαῖον κατανδρίζ. C. invito D. τῶν παθῶν Edd. invitis C.D. 2(5. ὡς C.D. καὶ Edd. ἁνδάνον C.D. ἀρέσκον Edd. Statim τῶ add. iid. invitis C.D. Χριστῷ C. Θεῷ D. Edd. ἀκηκόασι C. )

394
ταῖς χερσὶν ὑμῶν, ἐσχήκαμεν δὲ παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἔδειξε ναὸν, καὶ τὸ τῆς ἀνομίας ἐνέφραξε στόμα, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν τούτοις. νενίκηκε γὰρ, ὡς ἔφην, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν τοῖς ἠσθενηκόσι τὰ ἐκ τοῦ νικῆσαι κατορθῶν ἀγαθά.

Δῶτ’ τάδε λέγει Κύριος παντοκράτωρ Ον τρόπον διενοήθην b κακῶσαι ὑμᾶς ἐν τῷ παρορΓίσαι με τοὺς πατέρας ὑμῶ, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οΰτω παρατέταγμαι κω διανενόημαι ἑ ταῖς ἡμέραις ταύταιψ του καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ κὼ τοι οἶκον Ἰούδα· θαρσεῖτε. Οτι ταῖς θείαις σκέψεσιν εἴτ’ οὖν βουλαῖς τὸ ἀντιστατοῦν οὐδὲν, κἀκ τῶνδε δὴ πάλιν ἐφίησι νοεῖν. ὃ γὰρ ἂν βου- λεύσαιτο Θεὸς καὶ δὴ καὶ ἕλοιτο πληροῦν, τοῦτο δὴ πάντως ἐκβήσεται καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἐξέρπει τέλος. οὕτω 1 [*](c) που φησὶ καὶ διὰ φωνῆς Ἠσαΐου, τῆς ἑαυτοῦ φύσεως τὸ Es. κλνί. παναλκὲς ἀποφαίνων " καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στή- "σεται, καὶ πάντα ὅσα βεβούλευμαι ποήσω." οὐκοῦν ἐξ ὧν συνέβη παθεῖν αὐτοὺς ἐπενηνεγμένης τῆς θείας ὀργῆς, ἐκ τούτων αὐτῶν συνιέναι, καὶ μάλα σαφῶς, ἔστιν, ὅτι καὶ ἡ τῆς εὐθυμίας αὐτοῖς κατευρύνεται τρίβος ἐθέλοντός γε αὐ- τοῦ καὶ ἐφιέντος εὐημερεῖν, μᾶλλον δὲ καὶ ὀρέγοντος εἰς φιλανθρωπίας τὸ ἐν παντὶ δὴ χρῆναι γενέσθαι καλῷ. ὥσ- περ γὰρ, φησὶ, κακοῦν ὑμᾶς ἐθέλοντα διὰ πολλὴν ἁμαρτίαν, [*](d) ἀπεῖρξεν οὐδέν· οὕτω καὶ χρηστὰ βουλευομένῳ, καὶ κατοι- [*](4. δι’ αὐτὸν ἐν τούτοις C. His εὐδοκιμῶμεν add. Edd. αὐτὸν μιμησόμεθα ἐν τού. τοῖς D. II. θαρσεῖτε om. C. sed vide infia. habet D. 12. Haec σκέψεσιν εἴτ' οὖν ἤτουν Cod.] accesserunt ex C. σκέψεσιν ἤτοι D. 14. δὴ καὶ assumpta ex B.C. 15. Haec καὶ πρὸς τὸ ἁ. δ. ἐξέρπει τέλος accesserunt ex C.D. 16. φησι καὶ δ. φ. Ἡσ. hoc ordine C. φησι post Ησ. transp. Εdd. ἑαυτοῦ C. αὐτοῦ Edd. 20. τούτων οὐτῶ (sic) C. βούλεται κοὶ μ. σ. pro καὶ μ. σ. ἔστιν C. invito D. 22. καὶ alt. om. C. εἰς φιλανθρωπίας C. φιλανθρωπίᾳ Edd. 23 δὴ assumptum ex C.)

395
κτείρειν ἐθέλοντι πεπονηκότας ἀρκούντως, οὐδὲν ἔσται τὸ ἐμποδών. παρατέταγμαι γὰρ εὖ ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ἰούδα. ἐμΦαντικὴ δὲ λίαν ἡ λέξις. οὐ γὰρ ἔφη μόνον ὅτι βεβούλευμαι καὶ διανενόημαι τυχὸν, ἀλλ’ εἰς τοῦτο προῆλθον γνώμης καὶ τῆς ἐφ’ ὑμῖν ἡμερότητος, ὥστε καὶ παρατέαγμαι. τοῦτο δέ ἐστι σκέψεως ἐντόνου μήνυσις ἐναργής. κατασφραγίζει δὲ τὴν ὑπόσχεσιν εἰς ἀλήθειαν, τὸ θαρσεῖτε προστιθείς.

Οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς διὰ τῆς πίστεως κεκλῇ’· [*](e) μένους εἰς ἐπίγνωσιν ἀληθείας ἀσφαλίζεται Χριστός. ὣσπερ γὰρ πρὸ τῆς κλήσεως πρὸς πᾶν εἶδος φαυλότητος κατωλισθηκότας, παραδέδωκε μὲν εἰς ἀδόκιμον νοῦν, ἐκάκωσε [*](Rom. i 28.) δὲ δι’ ἀκαθαρσίαν· οὕτω καὶ ἐν ταῖς ἡμέραις ταύταις δεινοήθη τε καὶ παρατέτακται, καθά φησιν αὐτὸς, εἴς γε τὸ εὖ ποίησαι τὴν Ἐκκλησίαν καὶ τὸν οἶκον Ἰούδα, τουτέστιν ἡμᾶς τοὺς ἐξομολογουμένους αὐτῷ, καὶ ταῖς εὐφημίαις καταγεραίροντας ὡς Δεσπότην, ὡς σωτῆρα καὶ λυτρωτήν· αἴνεσις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. οἶκος δὲ Ἰούδα καὶ ἑτέρως νοοῖτ’ ἃν ἡ [*](a 724 Α) Ἐκκλησία. κεχρημάτικε γὰρ οἶκος Χριστοῦ, ὃς ἀνατέταλ- [*](Ηeb. vii. 14. Ib. iii. 6.) “κεν ἐξ Ἰούδα," κέκληται δὲ οὕτω καὶ παρὰ τῇ θεοπνεύστῳ γραφῆ. καὶ γοῦν ὁ πατριάρχης Ἰακὼβ οὕτως αὐτοῦ διαμέμνηται λέγων " Ἰούδα, σε αἰνέσαισαν οἱ ἀδελφοί σου, καὶ [*](Gen. xlix 8. Ib. 9.) πάλιν " Ἐκ βλαστοῦ ἀνέβης υἱέ μου Ἰούδα." ἀνέφυ γὰρ ὁ Χριστὸς ἐκ ῥίζης Ἰεσσαὶ, καὶ καθάπερ ἀπὸ βλαστοῦ ἁγίας παρθένου Βακτηρία εὐκλεὴς καὶ ἡ ῥάβδος μεγαλώ- [*](Hier. xxxi. 17.) ματος," κατὰ τὴν τοῦ προφήτου φωνήν. ἡμῖν οὖν ἄρα καὶ [*](b) τὸ θαρσεῖτε λελέξεται, καὶ μάλα εἰκότως. ὅπλῳ γὰρ ἡμᾶς [*](Ps. v. 13.) [*](1. πεπονθότας Edd. invitis B.C. 3. ἐμφατικὴ C. 5. ἡμῖν C. inv. b. 6, ἐντόνου C.D. Edd. εὐτόνου b. 9. Assumpta δὲ ex C.D.b. τοὺς ex C.b. 12. παραδέδωκε μὲν D. Edd. παρέδωκε μὲν b. παραδέδωκεν C. 14. καθὰ] καὶ καθὰ D. καὶ C. αὐτοῖς (sic) C. 16. καὶ ταῖς assumpta ex B.C. 17. ὁ om. C. 23. ἀνέβης υἷε μον hoc ordine C Ἰούδα accessit ex B.C. ἀνέφυ C. ἀνέβη Edd. 25. Assumpta εὐκλεὴς ex C.D., ἡ ex C. μεγαλώματος C.D. δυνάμεως Edd. 27. λελέξεται B.C. λέγεται Edd. ἡμᾶς assumptum ex C.)

396
εὐδοκίας ἐστεφάνωσεν ὁ Πατὴρ τῇ διὰ ριστοῦ σωτηρίᾳ καὶ χάριτι.

Oὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεὶτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἓκαστος τὴν κακία τοῦ πλησίον αὐτοῦ μἠ λογίζεσθε ἑ ταῖς καρδίαις ὑμῶ, κὼ ὅρκον ψευδῆ μἠ ἀγαπᾶτε· διότι [*](c) ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.

Οὐκ ἀπειθεῖν ἑλομένοις καὶ εἰς ἐξίτηλον πολιτείαν ἀπο- φοιτᾶν εἰωθόσιν ἐπαγγέλλεται Θεὸς τὰ ἐκ τῆς ἰδίας ἡμερό- τητος ἐπιδώσειν ἀγαθὰ, καὶ μὴν καὶ παρατετάχθαι πρὸς τὸ χρῆναι λοιπὸν εὖ ποιεῖν αὐτούς· ἠγαπηκόσι δὲ μᾶλλον τὴν αὐτῷ θυμήρη διαστείχειν ὁδὸν καὶ ζῆν εὐαγῶς ᾑρημένοις. ἥκιστα μὲν γὰρ ψευδοεπεῖς ὁρᾶσθαι προστέταχε, ποιεῖσθαι δὲ μᾶλλον ἐν ἀτρεκείᾳ τοὺς λόγους, ὀρθότητα δὲ τὴν ἐπί γε [*](d) τοῖς ἀγαπᾶν, καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι ψῆφον εὐθῆ τε καὶ ἀνεπίπληκτον πάντη τε καὶ πάντως ἐκφέρειν, οὐ λημματίων αἰσχρῶν ἡττωμένους, οὐκ εἰς κέρδη βλέποντας αἰσχρὰ, καὶ χρημάτων ἕνεκα τὴν τοῦ δικαίου παρασημαί- νοντας χάριν· ἀλλ’ εἰς μόνον ὁρῶντας τὸ ἁνδάνον Θεῷ· ἀνιέντας δὲ καὶ ἀδελφοῖς, εἰ δή που τι παραπταίσειαν ἢ δρῶντες ἢ λέγοντες, καὶ προσέτι τούτοις παρωθουμένους εὖ μάλα τὸ ψευδορκεῖν. μεμισηκέναι γὰρ δὴ διισχυρίζεται τὰ [*](e) τοιάδε τῶν κακῶν. Αθρει δὲ ὅπως οὐδὲν ἐπιτάττει δρᾶν τῶν ἐν σκιαῖς ἢ τύποις. οὐ γάρτοι χρῆναι βουθυτεῖν οὐδὲ μὴν λιβανωτῷ τιμᾶν ἐντέλλεται, ἀλλ’ οἷον ἰσχνήν τινα καὶ τετορνευμένην, [*](9. εἰωθόσιν assumptum ex C.D. Qiiae sequuntur ἐπαγγέλλεται — ποιεῖν αὐ- τοὺς post ᾑρημένοις (12) transp. Edd. invitis C.D. 12. αὐτῷ θυμήρη C.D, εὐθεῖαν Edd. τὴν pro ζῆν Edd. εἰρημένοις pro more C. 14. γε σημαίνοντας ex C. 17. λημματίων C. λημμάτων Edd. 18. παρασημαίνοντας C προδιδόντας iid. 22. δὴ assumptum ex C. 25. λιβανωτῷ C. λιβάνῳ iid.)

397
μόνον δὲ οὐχὶ καὶ εὐαγγελικὴν ἐπασκῆσαι βούλεται ζωήν. ἐπειδὴ γὰρ οὐ βραχὺς ἡμῖν ἐν τούτοις περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐκπεποίηται λόγος, ταύτῃτοι καὶ ἀναγκαίως ἐντολὴ συνεισάγεται τὰ δι’ αὐτοῦ λαλοῦσα θεσπίσματα. εἰ γὰρ δὴ προσήκοι τοῖς θείοις ἡμᾶς ἐπομένους λόγοις λαλεῖν τὴν ἀλήθειαν, τὰ Χριστοῦ πάντως διαλεξόμεθα· Χριστὸς γάρ [*](a 725 A.) ἐστιν ἡ ἀλήθεια. διὰ τοῦτο καὶ ὁ σοφώτατος Πέτρος ἑτοιμοτάτους ἡμᾶς γενέσθαι προστέταχε " πρὸς ἀπολογίαν παντὶ [*](1 S. Pet. iii. 15.) " τῷ ἐρωτῶντι ἡμᾶς λόγον περὶ τῆς οὔσης ἐν ἡμῖν ἐλπίσος." οἱ δὲ δὴ τὰ Χριστοῦ λαλεῖν εἰθισμένοι, καὶ αὐτὸν ἔχοντες ἐπὶ γλώσσης ἀεὶ, καὶ νοῦ καὶ καρδίας μελέτην πεποιημένοι, δίκαιοί που πάντως εἶεν ἂν, καὶ τῆ κατὰ πᾶν ὁτιοῦν ὀρθότητι διαπρέποντες, εἰρηνικοί τε καὶ πρᾶοι καὶ πρός γε τούτῳ καὶ ἀνεξίκακοι, καὶ ψευδορκεῖν οὐκ εἰδότες, μᾶλλον δὲ οὐδὲ [*](b) ὀμνύντες ὅλως. διαμέμνηνται δὲ λέγοντος αὐτοῦ Ἔστω [*](S.Matth. v. 37.) " δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν " τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.”