In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὅν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις; καἰ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι [*](b) ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ νὼ ἕε εὐωνύμων.

Τὸ ἐπέστρεφεν ἐν τούτοις οὐχ ὡς ἐκ τόπου νοήσομεν· εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁράσεως τῆς ἐν χερσὶν ἐφ’ ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοίτησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς, [*](c) μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πὼς ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν [*](1, 2. Sic Β. ΤΟΜΟΣ Β΄ C. 4. ἐγερθῃ F. (49.) 7. παρυστρ. (sic) Β. τῆς pro τοῖς alt. Edd. ante Migne. inter errata corrigit Pont. 10. νοήσωμεν C. 11. κομιδῆ om. C. 12. ἐν χερσὶν C. ἐξ ἀμφοῖν Edd. 15. ἐνετίθει] Sic correxi post Migne. ἐνετίθη C. ἐνετέθει Edd. ἐγρήγορσιν B, ἐγρηγόρησιν C. ἐπιγρήγορσιν Edd. 10. μεσιτεύοντος C. μαθητεύοντος Edd. καὶ assumptum ex C.)

329
ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἃν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ’ ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συνιέναι λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἃν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα. ἀπλανεστάτην γεμὴν ὁ Προφήτης [*](d) τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρακέναι λέγων, ὅλην τε δι’ ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδισν, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανέστερα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἃν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγε φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις [*](e) καὶ τάδε.

Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι καὶ βόθρον ὀρύξει καὶ [*](Supra iii 9.) ψηλαφήσει πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ, προὔτρεπεν δὲ καὶ ἑτέρους συγκαλεῖν ἀλλήλους ὑποκάτω [*](Ib. 10.) ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν [*](Supra 679 b.) ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτηρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας [*](a 683 Α.) τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες ἀνοσίως· τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ [*](2 Τim. iv. 8.) τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε; γεγόνασι γὰρ ὡς ὑπὸ συκῆ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. [*](Supra 681 d.) [*](1. ἐγρηγόρησιν C. 2. τὴν pro τὰ prius C. 3. γνώμην τε καὶ νοῦν Edd. correxi ex C. τούτω iid. inv. B.C. 8. τε assumptum ex C. ἐπάνωθεν C. ἐπάνω δὲ Edd. 10. παρυστρίδας Β. τε assumptum ex B.C. 13. ταύτην C. ταῦτα Edd. δεῖν δὲ ἔγωγέ φημι C. χρὴ δὲ D. Edd. τοὺς om. C. το]ι C.D. τῆς Edd. ἐσώτατον D, 19. προὔτρεπεν C. προτρέπει Edd. ἑτέρους C. ἑτέροις Edd. 27. ὑπῆρξαι C. 28. συκαῖς καὶ ἀμπέλοις Edd. inv. C. )

330
ἀλλ’ ἰδοὺ καὶ καθ’ ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φαμεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, [*](b) ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ’ ᾗ τὸ λαμπάδιον, [*](Es. lxii. 1.) τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ “Διὰ Σιῶν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως “ἂν ἐξέλθῃ ὡς φῶς ἢ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.’’ τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ’ οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς [*](S. Luc. xi. 33. S. Matth. v. 15.) καὶ Πατὴρ, ἴνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι,” “καὶ λάμπῃ πάσι τοῖς ἐν τῇ οἰκίᾳ. ἑπτὰ δὲ οἱ λύχνοι, [*](c) φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ’ ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι’ ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας ἴνας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῆ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ σύγ’ καταυγάζοντας τοὺς πεπιστευκότας.

Ἐπιτήρει δὲ, ὅτι τοῖς μὲν ἑπτὰ λύχνοις ἐπαρυστρίδες ἦσαν, [*](d) δι’ ὧν αὐτοῖς εἰσεχεῖτο τὸ ἔλαιον, ἐπαρυστρίδα γεμὴν τὸ λαμπάδιον οὐκ ἔχει. διὰ ποίαν αἰτίαν; φῶς μὲν γάρ ἐστι τὸ ἀληθινὸν ὁ Υἱὸς, οὐκ ἔξωθεν, οὐδὲ ἐπακτὸν, οὔτε μὴν παρ’ ἑτέρου δοτὸν τὸ καταφωτίζειν δύνασθαι λαχών· ἀλλ’ αὐτὸς κατὰ φύσιν ὑπάρχων τὸ φῶς· μεθεκτῶς γεμὴν ἐν τοῖς ἁγίοις καὶ παρ’ αὐτοῦ. καὶ πληροφορήσει λέγων ὁ σοφὸς [*](S. Joan. i. 16.) Ἰωάννης “Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες [*](2. λύχν’. τὴν χρ. C.b. χρ. λ. Edd. 4. ὡς prius assumptum ex B.C.D. καὶ pro ὡς b. 5. ἀληθοῦς C. ἀληθινῆς Edd. ἀληθείας pro ἀληθ. θεογν. D. 8. καὶ τὸ pro τὸ δὲ b. 9. ὡσεὶ b. (36. al.) τοῦτο τὸ B.C. Pont. τοῦτο γὰρ Aub. 10. τέθηκεν C. 14. σημαίνωσι Edd. ante Migne inv. B.C.b. 18. ἐπιχορηγίαις C. χορηγ. Edd. 21. παρυστρ. bis Β. 24. τὸ om. C habet 1). Χριστὸς pro Υἱὸς b. οὐδὲ C. οὐδ’ Edd. 26. τὸ assumptum ex C.b. μεθεκτῶς C.b. μεθεκτόν Edd. 28. πάντες ἡμεῖς C. sed cf. de Ad. 299 c.)

331
“ἑλάβομεν.’’ φῶς δὲ ὑπάρχων τὸ ἀληθινὸν ὁ Υίὸς, φῶς ὠνόμαζε τοῦ κόσμου τοὺς τῆς παρ’ αὐτοῦ λαμπρότητος ἐν μεθέξει γεγενημένους· ἔφη γὰρ τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.’’ αἱ δύο γεμὴν ἐλαῖαι, [*](S.Matth. x 14.) μία ἐκ δεξιῶν καὶ μία ἐξ εὐωνύμων τοῦ λαμπαδίου κείμεναι, τοὺς δύο λαοὺς ὑποσημαίνουσι, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτας Χριστόν. τετίμηνται γὰρ ὡς ἠλεημένοι τῇ τοιᾷδε στάσει. καὶ οἱ μὲν ἦσαν ἐκ τῆς καλλιελαίου, τουτέστιν [*](Rom. xi. 24.) ἐκ τῆς Ἰουδαίων Συναγωγῆς· οἱ δὲ τῆς ἀγριελαίου μὲν ἐξέφυσαν, τουτέστι τῆς τῶν ἐθνῶν πληθύος, πλὴν ἐγκεντρισθέντες εἰς καλλιέλαιον κοινωνοὶ γεγόνασι τῆς πιότητος [*](a 684. A) τῆς ῥίζης, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. [*](Ib 17.) ἄθρει δὲ ὅπως ἐπὶ τὴν λυχνίαν ὁμοῦ τῷ λαμπαδίῳ καὶ οἱ λύχνοι καὶ αἱ δύο ἐλαῖαι. σύνεστι γὰρ ἡμῖν ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἡ τῶν πεπιστευκότων ἠλεημένη πληθὺς καταλάμπεται μὲν τῷ παρ’ αὐτοῦ φωτὶ, φωτίζεται δὲ καὶ διὰ λύχνων, οἳ μεθεκτὸν ἔχουσι καὶ παρ’ αὐτοῦ τὸ φῶς.

Ἰστέον δὲ, ὅτι καὶ ἐν τῆ κατασκευῇ τῆς ἁγίας σκηνῆς, ἔκειτο μὲν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνους ἔχουσα λυχνία χρυσῆ. προσέταττε δὲ Θεὸς τῷ Ἀαρὼν, λέγων, ὅτι [*](b) “κατὰ πρόσωπον τῆς λυχνίας ἐκ του ἕνος μέρους φανοῦσιν [*](Num. viii. 2.) “οἱ ἑπτὰ λύχνοι.” οὐ γὰρ τοῖς κατόπιν αὐτῆς ὁ διὰ τῶν λύχνων δέδοται φωτισμὸς, ἀλλὰ τοῖς ὡς ἐν προσώπῳ Χριστοῦ διὰ τῆς πίστεως ἐνηνεγμένοις. καὶ γοῦν Ἰουδαῖοι κατόπιν ὥσπερ αὐτοῦ καὶ εἰς νῶτα κείμενοι, κατεσκοτισμένον ἔχουσι τὸν νοῦν· οἱ δὲ ἐξ ἐθνῶν πιστεύσαντες, εἰς πρόσωπον ἔχουσι τοὺς λύχνους, ἐλεύθερος γὰρ αὐτοῖς τῆς παντελῶς ὁ διὰ τῶν ἁγίων ἐγγέγονε φωτισμός. ἐκαίετο [*](c) δὲ καὶ λύχνος εἷς ἐν τῇ πρώτη σκηνῇ· τῆς εὐαγγελικῆς [*](4. αἱ om. C. 6. ὑποσημαίνουσαι C. invito b. 7. περιεστῶτα manu prima C. 9. ἐκ assumptum ex C. ἀγριελαίου C.b. ἀγρίου Edd, 10. τῶν C.b. ἐξ Edd. 11. εἰς] + τὴν Edd. inv. C.b. 15. ἡ τῶν πεπιστ. hoc ordine C.b. 21. ἑνὸς C. νοτίου Edd. 23. ὡς om. C. ἐν προσώπου (sic) C. 28. ἐγγέγονε B. ἐγέγονε (sic) Pont. γέγονε C.D. Aub.)

332
παιδεύσεως κατόπιν ἰοῦσαν τὴν νομικὴν τοῦ πράγματος ἡμῖν, κατασημαίνοντος. θέα γὰρ ὅπως τοῖς μὲν ἐν τῇ πρώτη σκηνῇ μόνος εἷς ἐκαίετο λύχνος, τοῖς γεμὴν εἰσπεφθακόσιν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνοι καὶ τὸ λαμπάδιον ἀμφιλαφεστάτην ὥσπερ ἐνίεσαν τὴν αὐγήν. καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶ d ἐν ἐμοὶ καἰ εἶπε πρὸς μὲ λέγων Οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα Οὐχὶ κύριε. κὼ ἀπεκρίθη ὁ ἄγγλος καὶ εἶπε πρὸς μὲ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγω Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν Πνεύματί μου λέγει Κύριος παντοκράτωρ. Ὅτι καὶ ἀμείνων καὶ ἱερώτερος τῆς ἐν ἡμῖν διανοίας τῶν νοητῶν δυνάμεων νοῦς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ Supra e καθ’ ἡμᾶς ὑπερκείμενος, καὶ ἐντεῦθεν ἂν μάθοις. “ἐπέστρεφε “μὲν γὰρ ὁ ἄγγελος, ὡς ὁ Προφήτης φησὶ, καὶ ἐξήγειρεν “αὐτὸν, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐκ τοῦ ὕπνου “αὐτοῦ.’’ εἰ γὰρ δὴ συγκρίνειν ἕλοιτό τις, ὡς πρός γε τὸν ταῖς ἄνω δυνάμεσιν ἐνόντα νοῦν, τῆς ἀνθρωπίνης διανοίας τὸ μέτρον, μειονεκτούμενον εὑρήσει τοσοῦτον, ὅσον ἃν νοοῖτο κατόπιν ἐλθεῖν καὶ τῆς τῶν νηφόντων διανοίας τὰ ἐν ὕπνοις Α. a ἡμῶν ἀδρανῆ φαντάσματα. ἐγήγερται δὴ οὖν ὁ Προφήτης εἰς νῆψιν, ἀλλὰ καὶ οὕτως ἔχων καὶ ἠκονημένος ἄγαν, οὐδὲν ἧττόν ἐστι βραδὺς πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι τὰ δεικνύμενα. ταύτῃτοι, καὶ μάλα εἰκότως, ἀναπυνθάνεταί τε καὶ ἀξιοῖ μανθάνειν παρὰ τοῦ σοφοῦντος ἀγγέλου. ὁ δὲ [*](2. ὅπως suprascriptum C. τοῖς C. suprascriptum Β. οἷς Edd. μὲν ἐν hoc ordine C. 3. μόνος assumptum ex C. εἰσπεφθακόσιν accessit ex D. εἰσβεβηκόσιν hodie C. [σβ (fortasse olim σπ) et βη manu recentiori.] C. 9. ὁ ἄγγελος assumpta ex C. 11. ἀλλ᾿ ἢ (Alex. ℵ) ἀλλὰ Edd. 14. καὶ] + ἐν Edd. inv. C.D. 15. κἀντεῦθεν C. καὶ ἐντ’. D. Edd. 20. μειονεκτουμένην C. 21. ὕπνοις ἤμων C. τοῖς ὕπνοις Edd. 23. Haec καὶ ἠκονημένος ἄν accesserunt ex C. μανθάνειν C. μαθεῖν Edd. σοφοῦντος C. διασαφοῦντος Edd.)
333
ὅτι οὐ συνῆκε μονονουχὶ κατατεθηπὼς, εἰ μὴ ἀληθῶς εἰδείη διερωτᾷ· τοῦ δὲ διαρρήδην ὡμολογηκότος τὴν ἄγνοιαν, καὶ τὸ δυσμαθὲς οὐκ αἰσχυνομένου, καταλευκαίνει λοιπὸν τὸ ἐκ τῆς ὁράσεως αἴνιγμα, καὶ οἷον ὡς ἐξ εἰκόνος ἐμφανοῦς τε καὶ ὁρωμένης τὸν ἐν αὐτῇ λεληθότως ἐγκείμενον ἑρμηνεύει [*](b) σκοπόν. οὗτος γάρ φησιν ὁ λόγος κυροῦ πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλη οὐδὲ ἐν ἰσχύϊ ἀλλ᾿ ἐν Πνεύματί μου, λέγει Κύριος παντοχράτωρ. ὅμοιον ὡς εἰ λέγοι τυχὸν ὁ τῆς ὁράσεως νοῦς καὶ ὁ τῶν παραδειχθέντων σκοπὸς Μονονουχὶ διακέκραγε τὰ παρὰ Θεοῦ πρὸς Ζοροβάβελ καὶ ἱέντα φησὶν, ὅτι ταῦτα πάντα τὰ ὁρώμενα πρὸς πέρας ἥξει κατὰ καιροὺς, οὐκ ἀνθρωπείᾳ δυνάμει κατορθούμενα, οὔτε μὴν ἐν ἰσχύϊ σαρκικῇ, ἁλλ’ ὡς ἐν δυνάμει Πνεύματος Ἁγίου, καὶ ὡς ἐκ θείων διανευμάτων. γέγονε μὲν γὰρ ἄνθρωπος καθ᾿ ἡμᾶς ὁ Μονογενής· πλὴν οὐ πεπολέμηκε σαρκικῶς, ἵνα καθάπερ τινὰ λυχνίαν ἀναστήσῃ τῷ κόσμῳ τὴν Ἐκκλησίαν· [*](c) οὐχ ὅπλα κινήσας αἰσθητὰ καὶ μαχίμων φάλαγγας, παρέστησεν ἑαυτῷ τοὺς δύο λαοὺς, ἢ τοὺς λύχνους τοὺς νοητοὺς ἐπέθηκε τῇ λυχνίᾳ, ἀλλ’ ἐν ἰσχύι Πνεύματος τοῦ ἰδίου κεχειροτόνηκεν ἐν ταῖς ἐκκλησίαις “πρῶτον Ἀποστόλους, δεύτερον [*](1 C xii. 28.) “προφήτας καὶ εὐαγγελιστὰς,” καὶ τὴν ἄλλην ἅπασαν τῶν ἁγίων ὁμήγυριν, θείοις αὐτοὺς χαρίσμασιν ἀναπιμπλὰς, καὶ τῆ τοῦ νεύματος χύσει καταπιαίνων πλουσίως. οὐκοῦν οὐκ ἐν δυνάμει μεγάλη, οὐδὲ ἐν ἰσχύϊ τῇ σαρκικῇ τὰ παρὰ [*](d) Χριστοῦ, ἀλλ’ ὡς ἐν δυνάμει Πνεύματος ἐσκυλεύετο μὲν ὁ σατανᾶς, ἔπιπτον δὲ σὺν αὐτῶ καὶ τὰ τῶν ἀντικειμένων δυνάμεων στίφη, ἐκαλοῦντο πρὸς θεογνωσίαν διὰ τῆς πί- στεως, οἵ τε ἐξ Ἰσραὴλ καὶ οἱ πάλαι τῇ κτίσει παρὰ τὸν [*](Rom. i. 25.) κτίστην λελατρευκότες.

[*](1. κατατεθηπὼς C. κατατέθηπέ πὼς καὶ Edd. 5. ἑρμηνεύει C. διερμην. Edd. 7. Habet ἀλλ’ C. 8—11. Haec ὁ τῆς—φησὶν accesserunt ex 11. ἱέντα edidi. ἱέντα C.D. ταῦτα πάντα hoc ordine C.b. πρὸς C.b. εἰς Edd. 13. ὡς assumptum ex C. deest in b. 19. τοῦ ἰδίου C. ἁγίου Edd. 22. θείοις ἁ. χαρίσμασιν C. θείων ἁ. χαρισμάτων Edd. 24. τὰ assumptum ex C. 27. καὶ ἐκαλοῦντο Edd. invitis 13. C. )
334

Ανεδείκνυντο δὲ καὶ ἐν ταῖς ἐκκλησίαις οἱ λύχνοι, τουτέστιν οἱ ἅγιοι, συνεκλάμποντες τῷ λαμπαδίῳ, φημὶ δὴ Χριστῷ. γεγόνασι γὰρ, ὡς γοῦν ὁ σοφώτατος γράφει [*](Phil. ii. 15, 16. e) Παῦλος “φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες.’’ ὅτι δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ σέσωκε τὴν ὑπ’ οὐρανὸν, ἀλλ’ ἰδίαις δυνάμεσιν ὡς Θεὸς ὁ Ἐμμανουήλ, διεμαρτύρατο λέγων καὶ [*](Hos. i. 7) διὰ φωνῆς Ὠσηέ. ἔχει γὰρ οὕτω “Τοὺς δὲ υἱοὺς Ἰούδα “ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ “σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, “οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν εὖ δὲ δὴ σφόδρα πρὸς Ζοροβάβελ ὁ λόγος ἦν, τὸν ἐκ τῆς Ἰούδα [*](686 Α. a) φυλῆς, διέποντά τε τὸ τηνικάδε τοὺς τῆς βασιλείας θώκους ἐν Ἰερουσαλήμ. ἵνα γὰρ μὴ, τῶν οὕτω λαμπρῶν καὶ ἀξιαγάστων κατορθωμάτων αὐτῷ προαπηγγελμένων, πολέμους οἴοιτο καὶ μάχας συγκροτηθήσεσθαι κατὰ καιροὺς, ἐξίστησιν ἀναγκαίως αὐτὸν τῶν οὕτω σαθρῶν καὶ ἀνθρωπίνων ἐννοιῶν, διακεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὅτι θεοπρεπὴς ἡ ἐνέργεια, καὶ ἡ δύναμις οὐκ ἀνθρωπίνη τοῦ διαπεραίνοντος τὰ τοιάδε [*](b) Χριστοῦ. μεμνήμεθα δὲ ὅτι καὶ αὐτὸν τὸν Ζοροβάβελ, ὡς [*](Supra 632 c. d.) ἐκ φυλῆς Ἰούδα καὶ βασιλέα, παραδηλοῦν ἐλέγομεν ἐφ’ ἑαυτῷ τὸν χριστον, συνημμένου καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἵν ἐν τῷ αὐτῷ νοοῖτο βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς ὁ Ἐμ- μανουήλ.

Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τό πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αύτῆς.

Δυσέφικτον μὲν κομιδῇ τὸ προκείμενον· πλὴν ἐροῦμεν [*](4. ἐπέχοντες ζωῆς inverso ordine C. 10. οὔτε — οὔτε — οὔτε C. οὐδὲ — οὐδὲ — οὐδὲ Edd. 11. ἐκ τῆς C. ἐξ Edd. 12. τε assumptum ex C. τηνικάδε C. τηνικαῦτα Edd. θάκους hodie C. sed ex corr. θώκους habet D. 13. ‘Iερουσαλήμ D. Edd. Ἰσροήλ C. 21. καὶ C. δὲ καὶ Edd. 22. τῷ αὐτῷ C. ταὐτῷ Edd. 24. Τί F. 25. ἰσότητι F. Edd.)

335
ἡμεῖς τό γε ὡς ἄριστα καὶ ὀρθῶς ἔχειν δοκοῦν. ἔοικε τοίνυν [*](c) ὁ λόγος μονονουχὶ καὶ ἐπιτιμᾶν τῷ ὄρει τῷ μεγάλῳ, τουτέστι τῷ σατανᾷ κατεξανισταμένῳ τε καὶ ἀντεξάγοντί τῷ Χριστῷ τῆς ἑαυτοῦ δυστροπίας τὴν δύναμιν, ὃ δὴ καὶ ἐν τοῖς ἀνωτέρω πάλιν ἡμῖν αἰνιγματωδῶς κατεγράφετο. ἔφη γὰρ ὁ Προφήτης τεθεᾶσθαι μὲν “Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα [*](Supra iii. 1.) “πρὸ προσώπου ἀγγέλου κυρίου, τὸν ’δε γε διάβολον ἑστῶτα “ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. ὅτι γὰρ ὅσον [*](d) ἐνεχώρει καὶ ἢν ἐπ’ αὐτῷ, πεπολέμηκέ τε καὶ ἀντεγήγερται δεινῶς ταῖς τοῦ Σωτῆρος οἰκονομίαις, καλοῦντος πρὸς σωτηρίαν τὴν ὑπ’ οὐρανὸν, οὐκ ἃν ἐνδοιάσειέ τις, ἐννενοηκὼς ὅτι πρῶτον μὲν προσῆλθε νηστεύοντι κατὰ τὴν ἔρημον, καὶ σώζοντα βλέπων τὴν ὑπ’ οὐρανὸν, προσκυνητὴν ἴδιον ἀποφαίνειν ἤθελε, παραδεικνὺς μὲν αὐτῷ “πάσας τὰς βασιλείας [*](S.Matth. iv. 8. 9.) “τοῦ κόσμου,’’ λέγων τε ὡς ἔσται πάντα αὐτοῦ, εἰ δὴ προσπεσεῖν ἕλοιτο καὶ προσκυνεῖν αὐτῷ. εἶτα πρὸς τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὸν προδότην ἥρπασε μαθητὴν, ἀναπείσας ὄργανον τῆς Ἰουδαίων γενέσθαι σκαιότητος. ἐπιπλήττει δὴ οὖν ὁ λόγος αὐτῷ καί φησι τίς [*](e) εἶ σὺ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; τὸ δέ Τίς εἶ τύ νοητέον οὐχ ὡς ἐθέλοντος ἀναμαθεῖν, τίς δὴ ἄρα καὶ πόθεν ἐστίν· οὐ γὰρ ἂν ἠγνόησε Θεὸς ὤν· ἀλλ’ οἷον κατασμικρύνοντος καὶ οὐδενὸς ἀξιοῦντος λόγου, κἂν εἰ μέγα τε εἴη καὶ δυσάντητον τὸ ὄρος, καὶ ἐμποδὼν ἐγκείμενον κατορθοῦν ἐθέλοντι τὰ τοιάδε Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζοροβάβελ, καθάπερ ἤδη προείπαμεν. καίτοι γὰρ [*](a 687 Α.) ἀπαράβλητον ἔχων τὴν δυστροπίαν ὁ δράκων ὁ ἀποστάτης, [*](1. δοκοῦν C. ὑπειλημμένον Edd. 4. ἑαυτοῦ C. αὐτοῦ Edd. 7. τοῦ ἀγγέλου Edd. τοῦ deest in C. 9. ἐνχωρεῖ (= ἐγχωρεῖ) 10. καλοῦντι C. 11—13. οὐκ ἂν—ὑπ᾿ οὐρανὸν desunt in Edd. Sunt in versione Latina. 14. πάσας—πάντα αὐτοῦ desunt in Edd. Sunt in versione Latina. 16. προσκυνεῖν C. προσκυνῆσαι Edd. πρὸς τοῦτο assumpta ex C. 20. προσώπου] + τοῦ Edd. invito C. 22. ὤν om. C. 24. τὸ assumptum ex C. 25. ἐγκείμενον C. κείμενον Edd. τὰ assumptum ex C. 26. προείπαμεν C. προείπομεν Edd. 27. ἄπορά. βλῆτον C. ἀπαράκλητον Edd.)
336
πεπάτηται παρὰ Χριστοῦ πόνου τε καὶ ἱδρῶτος δίχα. Θεὸς γὰρ ἦν κατὰ φύσιν, ὁ πάντα νικῶν.

Ἢ τοίνυν κατὰ τοιόνδε τινὰ τρόπον προσβαλοῦμεν τοῖς [*](Supra 685 c.) εἰρημένοις· ἢ καὶ ἑτέρως εἰ δοκεῖ. ἔφημεν γὰρ, ὅτι οὐκ ἐν ἀνθρωπείᾳ δυνάμει κατορθωθήσεται τῷ κόσμῳ τὰ πρὸς ζωήν. καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι [*](b) Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ’ ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ οὕτω μεγάλα πολέμου δίχα παντὸς καὶ ἀμογητὶ κατορθώσειν ὑπισχνούμενος; προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, [*](c) ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάττουσα δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρθωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ’ ὥσπερ τινὰ [*](S. Joan. viii. 28; xiv. 10.) συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων “Ἀπ’ “ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ “μένων, ποιεῖ τὰ ἔργα αὐτός.” εἰργάζετο γὰρ ὡς διὰ δυνάμεως ἰδίας τοῦ Υἱοῦ, δι’ οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι [*](d) παρὰ τῷ σοφωτάτῳ Δανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν [*](Dan. ii. 45.) ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ “λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς “καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν [*](1. τε om. C. 2. πάντα C. πάντας Edd. 3. κατὰ] + τὸν Edd. invitis B.C. 4. ἔφημεν C. ἔφη μὲν Edd. ἐν assumptum ex C. 7. καὶ primum assumptum ex B.C. 8. αἱ om. C. 10. τινὸς ἀναπυνθανομένου τε C. ἀναπυνθανομένου τινὸς Edd. 11. πάντως Edd. 12. προσυπακούει B.C. προσυπακούεται Edd. 15. ὁ pro ἡ C. ὑπερέκεινα C. ὑπερεπέκεινα Edd. 16. δόξα C. invito D. ἡ assumptum ex C. 20. οὐδὲν ποιῶ hoc ordine C. ἀλλ’ ὁ πέμψας με Πατὴρ C. ὁ δὲ Πατὴρ ὁ Edd. 2 2. μὲν assumptum ex C. 23. μεμνήμεθα δὲ ὅτι accesserunt ex C. μεμνήμεθα δὲ ἔτι D. Lacuna patet in Edd. 25. χειρῶν C.D.b. χειρὸς Edd. 26. κατέλεπτ. pro καὶ ἐλεπτ. b. invito D. τὸν χρυσὸν C.b. τὸ χρυσίον Edd. )

337
“σίδηρον,’’ καὶ ἦν εἰς τύπον καὶ τόδε χριστοῦ. γεγεννη- μένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται. “Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα [*](Phil. ii. 10, 11.) “γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς “δόξαν Θεοῦ Πατρός.” οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς ἀποτμηθεὶς λίθος ὁ Υἱὸς [*](e 1 S. Pet. ii. 6.) γέγονεν ἡμῖν κηλρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι;