In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Δέδοται μὲν γὰρ χάρις τῷ Ἰσραὴλ, ἡ ἀρχαία τ᾿ ἐκείνη καὶ διαβόητος. λελύτρωνται γὰρ ἐξ Αἰγύπτου σαρκικῶς, τὴν ἐπηρτημένην αὐτοῖς ἐκ πλεονεξίας ἀπεσείσαντο δουλείαν, διεβιβάσθησαν διὰ θαλάσσης μέσης, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ [*](a 688 Α.) οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ’ ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, κληρονομία δὲ πάλιν, γέγονα μὲν γὰρ δι’ αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι [*](Rom. viii. 17.) τῆς πρώτης χαρτὸς ἡ δευτέρα; ἃ γὰρ ἐπ’ ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ’ ἡμῖν ὁ [*](b) Χριστὸς πνευματικῶς τε καὶ νοητῶς. ἐξείλετο δουλείας δία βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ [*](1. γεγενημένος Edd. correxi ex C.b. 2. Θεοῦ καὶ Πατρὸς b. invitis C.D. 3. πάσας assumptum ex C.b. τὸ κράτος C.b. τὸ κατὰ πόντων κράτος Edd. 7. λίθος om. C. Θεὸς pro Υἱὸς Edd. invitis C.D.b. 9. ἰσότητα C. ἰσότητι Edd. 10. ἀντὶ χάριτος C. χάριτα Edd. ἐστι assumptum ex C. 11. χάρις B.C. Pont. χάριτις Aub. χάρις τις Migne. τ᾿ C. τε Edd. 12. λελύτρωται C. 17. τε ὁμοῦ assumpta ex τε post ὁμοιότητι add. C. 18. Haec ἡμῖν ἑτέρα accesserunt ex C.b. μ΄ 20. κληρονομία C. κληρονο D. κληρονόμος Edd. πάλιν] + ὡς υἱός iid. invitis C.D. 23. ἐφ’ ἡμῖν b. Nik. in Ps, 104. Edd. ἐφ’ ἡμᾶς C. 26. καὶ om. C. habet Nik. l. c. )

338
παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβιβάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύ- [*](c) ματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν [*](S.Matth. v. 5.) γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων “Μακάριοι “οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.’’ οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ [*](S. Joan. i. 16, 17.) τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Πριστοῦ “Οτι “ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ “χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ “χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.’’ διάκονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος [*](d) γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστός, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος· ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά. καὶ μαρτυρήσει γράφων [*](Heb. vii. 22.) ὁ Παῦλος, ὅτι “Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ “Ἰησοῦς.’’

[*](8 9)

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγωι Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν [*](e) αὐτὸν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. Ιδοὺ δὴ πάλιν ἡμῖν ἐν αἰσθητοῖς πράγμασι καταγράφει τὰ νοητὰ, καὶ τῶν διὰ Χριστοῦ παραδόξως τετελεσμένων παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. μένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ [*](2. τὸν assumptum ex C. Nik. 8. καταδηλοῦν C. δηλοῦν Edd. 9. πάντες ἡμεῖς C. (ut supra 683 d.) 1,3. χορηγὸς C.D. χάριτος Edd. 17. μαρτυρήσει γράφων B.C. μαρτυρήσας γράφει Edd. 18. ἐγγυητὴς C. ὁ assumptum ex C. 26. τὸ — ἐκπεπερασμένον Edd. invito C. )

339
Ισραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, Δαρείου λοιπὸν τὴν χαλδαίων διέποντος ἀρχὴν, εἴτ’ οὖν βασιλείαν, [*](a 689 Α) προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀναδείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπουδασμάτων τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις.

Ἀνέντος δὲ πάλιν αὐτοῖς τοῦ Θεοῦ τὸ δύνασθαι κατορθοῦν, τετελείωται μόλις ὁ νεὼς, Ἰησοῦ μὲν ἱερατεύοντος, Ζοροβάβελ γεμὴν ἐφεστηκότος καὶ βασιλεύοντος. ἀλλ’ ἐν τούτοις μὲν ὁ τῆς ἱστορίας συμπεπέρασται λόγος. ἐπειδὴ δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγω μὲν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τετελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεοπρεπὲς αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγωγήν. [*](c) οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών “Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι [*](Num. xii. 6-8.) “αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως “ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός “ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ “δι’ αἰνιγμάτων.’’ οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ. καὶ γοῦν ὁ προφήτης [*](1. ἐπανῆκον C. ἀνῆκον Edd. 2. Haec εἴτ᾿ οὖν ζητοῦν C.] βασιλείαν accesserunt ex C.D. 5. Haec τοῦ ἱερέως τοῦ μεγάλου accesserunt ex C. 6. τῶν ἔργων C. τοῦ ἔργου Edd. 9. ἀνοκωχὴ correxi. ἀνοκωχὴ Edd. 15. καὶ assumptum ex C. πρὸς C. παρ’ Edd. 18. δὲ C.D. δ’ Edd. νοητῶς τε καὶ πνευματικῶς C.D. ὁ νοητὸς καὶ πνευματικὸς Edd. 19. ὥσπερ assumptum ex C. 20. τῶν assumptum ex C.b. 21. διὰ C περὶ Edd. 22. προφήτης] + ἐξ Edd. invito C. Cf. Glaph. 378 c. 383 a. quibus in locis ὑμῶν habent duo Codd. in S. Joan. 101 b. 25. Haec στόμα κατὰ — αἰνιγμάτων accesserunt ex C.D. αἰνίγματος C. 26. ὁ assumptum ex C. )

340
Ιερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο [*](Αmos v. 1, 2. d)λέγων “Οἰκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- “τόν·” ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον, εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν [*](1. Tim. iii. 15.) κόσμῳ τῆς Ἐκκλησίας, Εκκλησίας, “ἤτις ἐστὶν οἶκος Θεοῦ τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ ’τον πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπλη- [*](Agg. ii 3.) ροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῆ [*](e) “δόξη αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;” καὶ μεθ’ ἕτερα [*](Ib. 9.) “Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη “ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.” ἀλλ’ ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειε τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώτῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ· [*](690 Α. a) τὸν δὲ μετ’ ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ιουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώ- [*](Eph. ii 21, 22.) της ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλοησίας “εἰς “ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” [*](Ib. b) ἐποικοδομούμεθα γὰρ “ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων [*](3, 4. Haec ἐπειδὴ γὰρ —αὐτόν accesserunt ex C desunt in D. 6. ἐν prius assumptum ex C. 10. νεὼς C. ναὸς Edd. 12. ἴδεν C. 17. μὲν] + μόνον Edd. invito C. 20. κατεπίμπρα C [κατεπήμπρα κατενέπρησε Edd. 22. κατεπίμπρασαν C. [κατεπήμπρ. κατενέπρησαν Edd. συγκαταδειώσαντες C. 23. ταὐτὰ Edd. ante Migne. 24. οὐκ assumptum ex C 26. παραλειφθείσης Edd. ante Migne,)
341
“καὶ προφητῳν,” “διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ [*](Eph. iv. 16.) “ ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι τε καὶ συντιθέμενοι, καὶ οἱονεί πὼς ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι [*](1 S. Pet. ii5.) γάρ ἐσμεν ζῶντες. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν “Θεοῦ γεώργιον,’’ ποτὲ δὲ [*](1 Cor. iii 9. Ib. 10. Ib. 11.) δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ. καὶ “ὡς σοφὸς ἀρχι- “τέκτων θεμέλιον” ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι’ οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ [*](c) χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος.

Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαρήσονται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

Οὐ περὶ τῶν εὐθὺς ἐσομένων ἡ ὅρασις, ἐνεχθησομένων δὲ [*](d) μᾶλλον εἰς πέρας, ὡς ἐν καιροῖς τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἢ γέγονε μὲν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· πλὴν οὔ τι που πολλοῖς μετὰ ταῦτα χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχεῖαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκηδιάσας [*](e) πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε [*](1. τῆς post ἐπιχορηγ. add. Edd. invito C. 2. τε assumptum ex C. 3. ὡς ἑνότητι C. εἰς ἑνότητα Edd. 4. διὰ B.C. ἐπὶ Edd. 6. δὲ om. C. 7. αὖ C. οὖν Edd. ὡς B.C ὁ Edd. 8. ἔθηκεν τέθεικεν Edd. 9. ἐπερηρείσμεθα] Sic edidi ex C. qui ἐπερειρίσμεθα habet. ἐρηρείσμεθα Edd. 12. χαρίσονται C. (26 al.) 14. ἀποβλέποντες Edd. 16. ἐσομένων D. Edd. σεσωσμένων C. 18. μὲν om. C.b. habet D. 19. οὔ τι B.C.D. οὔτοι Edd. οὐ δή b. που assumptum ex C.b. 22. ἐξουδενώσει C. invito D. 23. καὶ βραχεῖαν C. ἤγουν οὐδὲν Edd. 25. ἔμπλεος C. χαρίσεται C. et sic infra.)

342
τὸν Χριστόν. κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἃν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ’ ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παντελῶς, οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντίθέμεν [*](691 Α. a) δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι’ ἑτέρας ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὣν ἄγαν καὶ παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ [*](Hiob xii. 15. b) γέγραπται “Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε “δὲ ὥσπερ ἄκμων ἀνήλατος. δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν κασσίτερον, εἴτ’ οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματω- [*](Hier. vi. 29.) δῶς “Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς “κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- “κησαν.”

Κασσιτέρῳ τοίνυν, ἤγουν μολίβῳ, παρεικάζει Χριστὸν, ὡς [*](c) ἐκτήκοντα τοὺς ῥύπους, ὡς ἀπαλλάττοντα τῶν περιττῶν, ὡς ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο [*](1. κἂν C. καὶ Edd. 2. παρ’ assumptum ex B.C. 3. φησι Edd. ante Migne. 4. μολίβου C. μολίβδου b. Edd. ταύτης τε C. καὶ ταύτης Edd. 6, ἀνήνασθαι C. ἀναίνεσθαι Edd. καὶ ἔχειν hoc ordine C. 8. εὐπαθοῦς C.b. ἐμπαθοῦς Edd. 9. μολίβῳ C. μολίβδῳ b. Edd. 10. συνθραύεσθαι C.b. Edd. συνθράττεσθαι Β. 15. ἑτέροις C. ἑτέρως Edd. 16. ᾔτουν C. ἁπλῶς assumptum ex C. μόλιβον passim C. μόλιβδον Edd. 19. Haec χρήσιμόν τε καὶ accesserunt ex C. 20. δηλῶν assumptum ex C. 21. μόλιβδος Edd. 22. ἀργυροκόπος deest in Edd. 26. δὲ pro δὴ C. 27. ἡγήσαιτο hodie per cast. C.)

343
τὰς διὰ μέσου μικρὰς ἡμέρας, χηήσεται μὲν καὶ ὅψεται τὸν λίθον τὸν κιισσιτέρνον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λῇον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς [*](d) ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ’ ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασμένην τὴν βασιλείαν ἔχων, ἀλλ’ ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ [*](S. Luc. i. 31.) τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσεπαγαγὼν δὲ,. ὅτι “Καὶ δώσει αὐτῷ κύριος ὁ Θεὸς τὸν [*](e Ib. 32, 33.) “θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν “οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ “οὐκ ἔσται τέλος.” ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν, ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λιθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὖτοι ὀφθόιλμοὶ Κυρίου εισιν οἱ επιβλεποντες ἐπὶ πασαν τὴν γῆν. καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; ἣ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν [*](a 692 Α.) τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς κυροῦ, ἵνα νοῶμεν τοὺς ἁγίους, δι’ ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἃν ἀμελήσειε τῶν ἰδίων [*](3. τό om. C 5. ἤγουν om. C. post ἐξουσἰα̣ transponit D, τουτέστιν Χριστοῦ—κασσιτέρινον C.D. ὄψεται τ. λ. τ. κ. τουτέστι Χριστόν Edd. 7. ὢν] ἂν Edd. τοῦ e suo Migne. ἐπὶ τὸν C.D. τῶν ἐξ Edd. 8—10. κατὰ τὸν—καὶ καὶ αὐτὸς C.D. ὁ alt. et τῆς desunt in D. ἐβασ̔λͅευσε δὲ καὶ ὁ χριστὸς Edd. 12. κοὶ assumptum ex C. 14. κοὶ assumptum ex C. 15. προσεπαγαγὼν C. προσεπάγει Edd. 24. σὺν C. ἐν Edd. 27. τοῖς Edd. ε 28. ἂν assumptutn ex C. ἀμελήσειε C.D. ἀμελήσει Β. ἀμελήσει Edd.)
344
κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ’ οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται ἐπὶ τῆς γῆς τὸν λίθον τὸν καττιτέρινον, τουτέστι Χριστὸν, δι’ [*](b) οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπιβλέψεως [*](S.Luc.i.78. 1 Cor. xii. 27.) βλέψεως τρόπος. Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, κατὰ τὸ γεγραμμένον. καὶ εἴπερ ἐσμέν σῶμα “Χριστοῦ καὶ μέλη ἐκ μέρους,’’ οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ὀφθόιλμῶν τάξει τοὺς ἁγίους μυσταγωγοὺς τεθεῖσθαι λέγειν, ὡς τῶν ἄλλων προὔχοντας καὶ ὑπερκειμένους, ταύτητοι καὶ ἐπισκόπους ὠνομασμένους, καθάπερ ἐγῷμαι. κατασκέπτεται δὲ δι’ αὐτῶν τοὺς εἰς αὐτὸν πιστεύοντας ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. λίθος γεμὴν κιισσιτέρνος, καὶ καθ’ ἕτερον [*](c) ἂν νοοῖτο τρόπον ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. ὁ γάρ τοι κασσίτερος συνάπτει πρὸς ἕνωσιν τὰ διηρημένα, κολλητικὴν ἔχων τὴν φύσιν. πέπραχε δέ τι τοιοῦτον καὶ [*](Eph. ii. 15, 16.) εἰς ἡμᾶς ὁ Χριστὸς, εἴπερ ἐστὶν ἀληθὲς, ὡς εἰς ἕνα καινὸν “ἄνθρωπον τοὺς δύο κτίζει λαοὺς, ποιῶν εἰρήνην καὶ ἀπο- “καταλλάσσων ἐν ἑνὶ σώματι τοὺς ἀμφοτέρους, εἰς τὴν διὰ Πνεύματος ἕνωσιν. ὅθεν καὶ λίθος ἀκρογωνιαῖος ὠνόμασται, συνδέων εἰς ἕνωσιν τοὺς δύο λαοὺς, ὡς ἔφην συνῆψε δὲ καὶ ἀγγέλοις τοὺς ἐπὶ τῆς γῆς· ἁλλὰ καὶ ἡμᾶς [*](d) δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν μεταξὺ κειμένην καὶ πάλαι διατειχίζουσαν καθελὼν ἁμαρτίαν.

Καὶ ἀπεκρίθην καὶ εἶπα παρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὖται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; καὶ ἐπηρώτησα ἐκ δευτέρου κὼ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶ ἐλαιῶν, οἱ ἑ ταῖς χερσί τῶ δύο μυξωτήρων τῶι χρυσῶν τῶ ἐπιεἰς [*](4. εἰς ἡμᾶς καὶ hoc ordine C. ἐπισκέψεως B.C.D. κατασκέψεως Edd. ἤγουν ὁ τῆς C.D. εἴτ' οὖν Β. Edd. ἐπιβλέψεως Β.C. ἐπισκέψεως Edd. 6. ἐστι (sic) C. 12. ὁ assumptum ex B.C. 13. Haec Κύριος ἡμῶν Ἰησοῦς ὁ accesserunt ex C. 17. ἀποκαταλάσσων C. 22. αὐτοῦ Edd. 23. καθελὼν C. Migne. καθελῶν Edd. 24. αὗται ἐλαῖαι invcrso ordine B. (Ald.) οἱ alt. om. C. (62, 147.) 25. εὐωνύμων]+ οὐτῆς F. (22. al.) 27. ἐν ταῖς 27. ὄντες ἐν C.)

345
χεόντων καὶ ἐπανγόντων τὰς ἐπαρυστρίδας τας χρυσᾶς; καί εἶπε πρὸς μἐ οὑκ οἶδας τί ἐοτι ταῦτα; καἰ εἶπα Οὐχι κύριε. [*](e) κα ἔπε’ Οὗτο ὁ δύο οἷο τὴς πιύτητος οἱ παρεστήκασι τῶ Κυρίῳ πάσης τῆς γῆς.

Φιλομαθὴς ἄγαν τῶν ἁγίων ὁ νοῦς. τοιγάρτοι παρίησι μὲν ὀ Προφήτης τῶν ἐν τῆ ὁράσει δεικνυμένων οὐδὲν, φιλοπευστεῖ ’δε λίαν, καὶ περὶ ἑκάστου λεπτῶς ἀναπυνθάνεται το, τί ἃν βούλοιτο δηλοῦν. ἔδει τοίνυν οὕτως ἔχοντι γνώμης διατρανοῦσθαι οἱ διὰ τῆς τοῦ Περιφήτου φωνῆς, τίνος ἀν’ εἴη σύμβολου ἠ εἰς Θεόν τε καὶ εἰς εὐώνυμον τοῦ λαμπαδίου στασις τ,ῶν ελαιῶν. ταύτῃτοι περιεργάζεται καὶ ἀναμανθανειν [*](a 693 A) ἄθρει δὲ ὅπως δευτέραν προσεπάγει ’ν πευσιν, καὶ μὴν καὶ μεταπλάττει πὼς εἰς τὸ ἀτρεκὲς τὸν τῆς ερωτησεως τρόπον. δύο μὲν γὰρ ἐλαίας ὠνόμαζεν ἐν αρχῃ· λεπτότερον ’δε πὼς τῆς διανοίας τὸν ὀφθαλμὸν τοῖς ορωμένοις ἐνιεὶς, οὐκ ἔτι μὲν ἐλαίας, κλάς δὲ μᾶλλον ωνόμαζεν ἐλαιῶν. ἐρομένῳ δὴ οὖν εὐτέχνως ἀποφαίνεται λοιπὸν ὁ μακάριος ἄγγελος, καί φησιν Οὖτοι οἱ δύο υἱοὶ τῆς ποτῆτος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. υἱοὺς δὲ πιοτητος, τοὺς, δύο που πάντως ἔφη λαοὺς, τόν τε Ἰσραὴλ καὶ ’τον ἐξ ἐθνῶν, οἷον εἰς πιότητιι τὴν πνευματικὴν παρενηνεγμενους. ταύτῃτοι καὶ ἐν τοῖς μυξωτῆρσι τῶν λύχνων τεθεϊσθαί φησιν αὐτοὺς ὡς εὐφραινομένους μένους τε καὶ ἐνσπαταλῶντας [*](b) ἐλαίῳ τῳ παρὰ Χριστοῦ, καὶ τῆ τοῦ Πνεύματος χάριτι πλουσίως πιαινομένους. ἠλεήμεθα γὰρ, “δικαιούμενοι δωρεαν [*](Rom. iii 24. 2 S. Pet. i. 4.) δία τῆς πίστεως, καὶ κοινωνοὶ τῆς θείας αὐτοῦ φύσεως ’ [*](2. εἰπα] εἶπον Β. (Co.) infra.] τῷ ex B.C.F. (Alex.) 3. Assumptum οἰ ex C. (36. al.) [sed cf. 7. δι’ + καὶ Edd. invitis C.D. 4. τῆς om. C 5. παρἶεισι C. 9. οἱ assumptum ex C. προφήτου C. ἀγγέλου Edd (??) assurnptum ex C. 12. προσεπάγει C. ἐπάγει Edd 10. εἰς habet b. ro. Vel + ἐξ b 20 που om. πάντως D. πὰν (sic) C neutrum habet b. τόν τε] + ἐξ b. 21. οἶον εἰς π. τὴν πν. om. b. παρηνιγμένους (sic) b. 23. αὐτοὺς] + τοὺς δύο εἶναι νἱοὺς τῆς πιότητος Edd. invitis C.D.b. 25. ἠλεήμεθα] Sic edidi. ἐλεήμεθα C. ἠλεήθημεν Edd.)

346
ἀναδεδειγμένοι, διὰ τοῦ μεταλαχεῖν Ἁγίου Πνεύματος. οὐκοῦν ἐν ἐλαίῳ τε καὶ λύχνοις ἡ τῶν δύο λαῶν ἵδρυσίς τε καὶ παράστασις. ἐν φωτὶ γὰρ ἡμῶν ἡ κλῆσις, καὶ ὡς ἐν ἐλαίῳ τῷ παρὰ Θεοῦ· εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν, ὡς ἠλεήμεθα μὲν θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι καὶ δουλείας τῆς ἀρχαιοτέρας [*](c) ἀπολύσαντες τὸν αὐχένα· πεφωτίσμεθα δὲ αὖ, τὸν ἕνα καὶ φύσει Θεὸν ἐπιγινώσκοντες, καὶ τῆς πολυθέου πλάνης τὸν σκότον ἐκβεβηκότες.

Ἀλλὰ τίς ἂν εἴη καὶ ὁ τῆς ἐπιτηρήσεως λόγος, τί δὲ τὸ πεπεικὸς τὸν μακάριον Προφήτην, μὴ δὴ χρῆναι λέγειν αὐτὰς ἐλαίας μὲν ἔτι, καλάδους δὲ μᾶλλον ἐλαιῶν, φέρε δὴ φέρε περιαθρήσωμεν. καλλιέλαιος μὲν τοίνυν ἡ τῶν Ἰουδαίων κεχρημάτικε Συναγωγὴ, ἀγριέλαιος γεμὴν τῶν ἐθνῶν [*](d) ἡ πληθύς. οὕτω γὰρ αὐτῶν διαμέμνηται καὶ ὁ μακάριος [*](Rom. xi. 24.) Παῦλος, λέγων πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας “Εἰ “γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ “φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πολλῷ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῆ ἰδίᾳ ἐλαίᾳ. οὐκοῦν καλλιέλαιος μὲν ἡ Συναγωγὴ, καθάπερ ἔφην ἀρτίως· ἀγριέλαιος δὲ ἡ τῶν ἐθνῶν ἀγέλη. οἱ μὲν γὰρ, τὴν διὰ νόμου παίδευσιν ἔχοντες, οὐκ ἄκαρποι διετέλουν· οἱ δὲ ἦσαν σφηκῶν [*](e) ἀγρίων ἐνδιαιτήματα, πλήρη δαιμονίων ἔχοντες τὸν νοῦν καὶ ἄκαρποι παντελῶς. πλὴν οὔτε πᾶσα τῶν Ἰουδαίων ἡ Συναγωγὴ τὴν εἰς Χριστὸν παρεδέξατο πίστιν, οὔτε μὴν τῶν ἐθνῶν ἡ πληθύς. ἐξεσπασμένοι δὲ ὥσπερ ἀφ’ ἑκάστης ἠλέηνται πολλοὶ, καὶ κέκληνται διὰ τῆς πίστεως εἰς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. κλάδοι δὴ οὖν ἐλαιῶν οἱ ἀπεσπασμένοι νοοῖντ’ ἃν εἰκότως, οἳ καὶ ἠλέηνται διὰ τῆς [*](1. μετασχεῖν Edd. inv. B.C. 2. λαῶν D. Edd. ἐλαίων C. 5. ἀρχαιοτέρας C ἀρχαιοτάτης Edd. 6. αὖ assumptum ex C. 7. τὸν ἕνα κοὶ C. ἕνα τὸν Edd. 9. τῆς ἐπιτηρήσεως C.D. τῶν ἐλαιῶν Edd. 10. μὴ δὴ Edd. μηδὲ C. 12. τοίνυν] + ἡ τοίνυν Aub. 16. σοὶ C. 17. οὗτοι] αὐτοὶ C. 23. τῶν Ἰουδαίων ἡ hoc ordine C. 24. χριστὸν C. Υἰὸν Edd. 25. ἀφ’ C.D. Pont. ἐφ’ Aub. 26. τῆς om. C. habet D. 27. οἱ om. C. habent D.b. 28. νοοῖτ' C.)

347
χάριτος, καὶ ὡς ἐν φωτὶ γεγόνασι τοῦ λαμπαδίου, τουτέστι Χριστοῦ, καὶ τῶν ἑπτὰ συναναλαμπόντων λύχνων, τουτέστι τῆς τῶν ἁγίων πληθύος. ἄθρει δὲ ὅπως ὁ θεσπέσιος ἄγγελος [*](a 694 Α) εἰς εἰκόνα καὶ ὑποτύπωσιν τοῦ Ἐμμανουήλ παραδέχεται τὸ λαμπάδιον. τεθειμένων γὰρ τῶν κλάδων ἐκ δεξιων αὐτοῦ καὶ ἐξ εὐωνύμων· οὓς καὶ υἱοὺς τῆς πιότητος ὠνόμασε δύο παριστάναι φησὶν αὐτοὺς τῷ Κυρίῳ πάσης τῆς γῆς, τῆς παραστάσεως ἐν τούτοις κατασημαινούσης εὖ μάλα τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ τὸ ἕτοιμον τῆς γνώμης εἴς γε τὸ δεῖν ὑποκεῖσθαί τε καὶ ὑπηρετεῖν αὐτῷ. ὧδε γὰρ ἃν νοοῖτο Χριστὸς παραστήσας ἑαυτῷ τὴν Ἐκκλησίαν τὴν ἐκ [*](Eph. v.27.) δύο λαῶν συναγηγερμένην. κατὰ τοῦτον οἶμαι τὸν τρόπον [*](b) τῷ τῆς παραστάσεως ὀνόματι καὶ ὁ θεσπέσιος Μωυσῆς κατεκαλλύνετο, Θεοῦ πρὸς αὐτὸν εἰρηκότος “Σὺ δὲ αὐτοῦ [*](Deut. v. 31.) “στῆθι μετ’ ἐμοῦ.’’ οὐ γὰρ ἀπόβλητος ἢ διὰ νόμου παίδευσις παρά γε τῷ πάντα εἰδότι Θεῷ. διὰ ποίαν αἰτίαν; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ ὡς ἐν τύποις καὶ σκιαῖς αὐτὴν ἡμῖν ὠδίνει τὴν ἀλήθειαν. καὶ πρὸς τοῦτο ἡμᾶς πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους “Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ [*](c S. Joan. v.46) “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.”