In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ὁ ἄγγελος Κυρίου ἱστήκει καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν [*](7 c) ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ ἐὰν φυλάξῃς καὶ γε αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.

Εἰς ὑποτύπωσιν μὲν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ [*](1. ἱερεῦσιν pro ἱερουργοῖς C. invitis D.b. καθαρότης C.D. Edd. κάθαρσις ἐν om. C. habent D.b. 3. λαοῦ C.b. τοῦ λαοῦ Edd. τῷ pro τὸ C. 4. ἀποφέροντος Β. τοῖς παρ’ αὐτοῦ θ. τὸν τῆς δ. αὐχένα C. τὸν αὐχένα τοῖς π. ἁ. θεσπίσμασι Edd. 5. ἔχοντι ὁρᾷ C. ἔχοντος τὸν πατέρα Edd. 6. ὑποζευγμένων C. 7. ἵεσθαι Β. 8. τοῦ alt.] που Edd. ante Migne. 9. εἰ ὁρῷτο C.b. εἰωθότος Edd. εὐδόκιμος b. εὐδοκίμως C. εὐδοκιμεῖν D. Edd. 10. σχῆμα C.b. χρῆμα D. Edd. 13. εὐδοκιμοῦντα — ἔχοντα C. εὐδοκιμοῦντας —ἔχοντας Edd. 15. ὑμετέραν Β. ἡμετ. C. Edd. cf. infra 752 C. ἔχω ἔχομεν Edd. Χριστῷ C. Κυρίῳ Edd. 16. μου] + ὑμεῖς ἐστε Edd. invito C. 17. Κυρίου prius om. Edd. ἱστήκει C. (Alex. ℵ) εἱστήκει Edd. 19. πορεύῃ habent C.D. καὶ τὰ προστάγματα F. (22. al.) φυλάσσῃ B.C. (Alex. XII.) φυλάξῃ Edd. (Vat. ℵ) 20. ἐὰν om. F. Edd. φυλάξῃς C. pr. m. (Alex.) διαφυλάξῃς Β. (XII.) φυλάξεις D.F. Edd. καίγε assumptum ex B. (Alex. XII.) 22. τούτων om. C. habet D. 23. ἡμῶν assumptum ex C. deest in D.)

318
παρεδεξάμεθα τὸν Ἰησοῦν τὸν ἱέρεα τὸν μέγαν· τέθειτο γὰρ [*](Supra 632 c.) εἰς τοῦτο καὶ λάρων· ἐν ἀρχαῖς· πλὴν ἔν γε τοῖς προκει- [*](d) μένοις πρὸς αὐτὸν εἰρῆσθαί φαμεν τὸν τοῦ Ἰωσεδὲκ τό Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύσῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ τὰ τούτοις ἑπόμενα. οὐ γὰρ ἃν εἴρητο τὰ τοιάδε Χριστῶ· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, αὐτὸς τὰ δικαιώματα τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸς διέκρινε τὸν οἶκον αὐτοῦ, κατεξουσιάζων ὡς υἱός.

[*](Heb. iii. 5, 6.)

Ἦν μὲν γὰρ ὁ θεσπέσιος “Μωυσῆς πιστὸς ὡς θεράπων “ἐν ὅλῳ τῷ οἴκῳ τοῦ Θεοῦ· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν [*](e) “οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς.’’ οὐκοῦν εἰρήσθω μὲν τὰ τοιάδε πρὸς τὸν Ἰωσεδὲκ, πρὸς δέ γε Χριστὸν οὐκέτι. ἐπηγγέλλετο δὲ Θεὸς τῇ κατὰ νόμον ἱερωσύνῃ κρατήσειν ἔτι καὶ μετά γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ὥστε τοὺς ἱερατεύοντας κατάρχειν τοῦ Ἰσραὴλ, καὶ τὴν ἁγίαν διέπειν σκηνήν. ἐπειδὴ γὰρ συμβάσης τῆς αἰχμαλωσίας, καὶ τῶν ἁγίων ἐμπεπρησμένων, μένων, καὶ θυσίας οὐκέτι προσκεκομισμένης, ᾤοντό τινες πρὸς ἀνατροπὴν οἰχήσεσθαι παντελῶς τὰ Μωυ- [*](676 A. a) σέως, καὶ ἀπρακτήσειν ἔτι τὸν νόμον, καίτοι μήπω παρόντος τοῦ καιροῦ, καθ’ ὃν ἀναδείκνυσθαι ἐχρῆν ἐνηνθρωπηκότα τὸν Μονογενῆ, ταύτῃτοι Θεὸς ἀναπείθων ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ὑποκείσεται πάλιν ὁ Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράξει τὴν ἱερέων, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας, ἀναγκαίως φησὶν, ὡς εἰ γένοιτο γνήσιος νομοφύλαξ ὁ Ἰησοῦς, αὐτὸς πάλιν διακρινεῖ τὸν οἶκον αὐτοῦ, καὶ ἐν δόξη κείσεται τῇ πρώτῃ, συλλειτουργούντων αὐτῷ καὶ ἁγίων ἀγγέλων. οὐ γάρ που [*](b) φαμὲν, ὡς ἔρημος ἦν δυνάμεων λογικῶν ὁ πάλαι νόμος. εἰ [*](3. τοῦ assumptum ex C. 4. πορεύσῃ C.D. (ut 36 al.) πορεύῃ Edd. 7. τὰ δικαιώματα C. τὸ δικαίωμα Edd. 10. ὡς assumptum ex C. 13. τὰ τ. πρὸς τὸν Ἰωσεδὲκ hoc ordine C. πρὸς τὸν τοῦ Ἰ. τὰ τοιάδε Edd. τοῦ om. B.C. 14. τῇ κ. ν. ἱερωσύνῃ C. τὴν κ. ν. ἱερωσύνην Edd. 17. σκηνὴν C. πόλιν ἐκείνην Edd. 19. παντελῶς C. παντελῆ Edd. 20. ἔτι assumptum ex C. 21. χρὴ C. 23. τὴν C.b. τῶν Edd. 25. ὁ om. b. habent C.D. 28. νόμος C.D. Edd. νοὸς b.)

319
γὰρ καὶ ἦν ἐν τύποις καὶ σκιαῖς τὰ ἐν νόμῳ, ἁλλ’ οὖν εἰς δόξαν ἐτελεῖτο Θεοῦ. τοῦτο οἶμαι δηλοῦν τό Δώσω σοι αναστρεφομενους ἐν μέσῳ τῶν ἑστηκότων τούτων, τουτέστι, μονονουχὶ συνιερατεύοντας καὶ συλλειτουργοῦντας ἀγγέλους. ἄθρει δὲ ὅπως πανταχοῦ τοὺς ἁγίους ἀγγέλους ἑστάναι φησὶ τὸ γράμμα τὸ ἱερὸν, τῷ τῆς στάσεως ὀνόματι καταδηλοῦν, τὸ μὴ ὀκλάζειν αὐτοὺς εἰς τὸ ῥᾴθυμον, ἀλλ’ οἷον ὀρθὴν ἀεὶ καὶ ἀσθενεῖν οὐκ ἀνεχομένην τὴν διάνοιαν ἔχειν, ἑστῶσαν δὲ [*](c) μετὰ Θεοῦ. οὕτω καὶ ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένον εὑρήσομεν περὶ τῶν Χερουβὶμ, ὅτι ἦν “τὰ σκέλη αὐτῶν ὀρθά.” [*](Ezek. i. 7) κάμπτεται μὲν γὰρ, καὶ λίαν εὐκόλως, ἡ ἀνθρώπου διάνοια, καὶ ἔστιν εὐπετὴς εἴς γε τὸ θέλειν ἀρρωστῆσαι τὸ ῥᾴθυμον. ἕστηκε δὲ ὥσπερ τῶν ἄνω πνευμάτων ἡ ἁγία πληθύς. ταύτῃτοι καὶ πρὸς τὴν Σιῶν ἐλέγετο παρὰ Θεοῦ “Στῆσον [*](Hier. xxxviii. 21.) “σεαυτὴν Σιών.” ἀνετίθει ’δε που καὶ ὁ μακάριος Δαυεὶδ τὰς χαριστηρίους ᾠδὰς, οὕτω λέγων “Ἔστησεν ἐπὶ πέτραν [*](Ps. xxxix. 3.) “τοὺς πόδας μου.’’ τὸ γὰρ ἀκλινὲς ἐν τούτοις καὶ τὸ πεπηγος τῆς γνώμης τῳ τῆς στάσεως ὀνόματι κατεσήμανεν ο πνευματοφόρος.

Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον θοῦ κω οἱ καθήμενοι πρὸ προσώπου ὅου, διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλοι μου Ἀνατολήν; διότι ὁ λίθος ἃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.

Διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων κατεπηγγέλλετο τῷ [*](1. καὶ alt.] + ἐν C. invitis D.b. 4. ἀγγελοις C. 8. ἀσθενεῖν B.D. ἀσθενῆ ras. forte ex ἀσθενῆν = ἀσθενεῖν C. ἀσθενῆ Edd. ἀνεχομένην D. Edd. ἀνεχουένων hodie (rasura et recenti correctione ex quo nescio) C. δὲ C. τε Edd. 10. ἦν assumptum ex C. 14. τὴν assuinptum ex C. 15. Σιῶν om. C. ἀνετίθη C. που assumptum ex C. Δαυεὶδ] + τῷ Θεῷ Edd. invito C. 18. κατεσήμανεν C. κατεσήμηνεν Edd. 20. ὁ prius assumptum ex C. deest in F. σὺ] δὲ F. Edd. 22. ἀνατολὴν C. ἀνατολὴ ὄνομα αὐτῷ F. Edd. (49, 240.) διότι] διατὶ C. (86.) 23. προσώπου] + σου C. 25. κατεπήγγελτο Θεὸς b. invitis C.D.)

320
Ἰησοῦ, ἤγουν, ὅπερ ἐστὶν ἀληθέστερον, τῇ κατὰ νόμον ἱερωσύνη, τὸ διακρίνειν τὸν οἶκον αὐτοῦ, καὶ κατάρχειν ἔτι λαῶν, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. ἄθρει ’δε μοι καὶ τὴν οἰκονομίαν, καὶ τῶν θείων διασκέψεων τὸ πολὺ λίαν εὐτεχνές. ἔμελλε, καὶ οὐκ εἰς μακρὰν, μετατεθήσεσθαι τὰ ἐν νόμῳ πρὸς λατρείαν τὴν [*](6777 Α. a) ἀληθῆ, καὶ τῶν τύπων τὸ ἀκαλλὲς μεταπλάττεσθαί τε πρὸς ἀξιέραστόν τε καὶ πνευματικὴν πολιτείαν. ἔμελλον ἀποσοβείσθαι τοῦ ἀμπελῶνος οἱ κυριοκτονήσαντες γεωργοὶ, καὶ [*](S. Matth. xxi. 41.) ἐκδοθήσεσθαι τὸ χωρίον ἐτέροις, τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ καρποφόρον αὐτὸ καὶ εὐανθὲς ἀποφαίνειν ἔμελλον, τῆς προὐργιαιτάτης ἀξιοῦντες φροντίδος· [*](Es. xxxii. 1.) ἔμελλε “Βασιλεὺς δίκαιος βασιλεύειν, καὶ ἄρχοντες μετὰ “κρίσεως ἄρχειν,’ κατὰ τὴν τοῦ προφήτου φωνήν· ἔμελλεν [*](Heb. vii. b) ἕτερος ἀνίστασθαι ἀρχιερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, [*](Ib. viii. 2.) ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, “τῶν ἁγίων λειτουργὸς, “ καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ “ἄνθρωπος.” εἰσῆλθε γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ Κύριος [*](Ib. ix. 12.) ἡμῶν Ἰνσοῦς ὁ Χριστὸς “οὐ δι’ αἵματος τράγων καὶ μόσχων, “διὰ δὲ τοῦ ἰδίου αἵματος, αἰωνίαν λύτρωσιν εὑράμενος,” [*](Ib. x. 14) καὶ “μιᾷ προσφορᾷ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς, κατὰ “δησιν τοὺς ἁγιαζομενους.” ἵνα τοίνυν μὴ ψευδοέπης τε καὶ εἰκαιόμυθος ἀναφαίνηται ὁ Θεὸς, ἀεὶ καὶ διηνεκῶς τῇ c κατὰ νόμον ἱερωσύνῃ καθυπισχνούμενος ἰσχνοῦ μένος ἐποπτεύσειν τε καὶ διακρίνειν τὸν οἶκον αὐτοῦ, ἀναγκαίαν ποιεῖται τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν προαγόρευσιν καὶ ὅτι καταλήξει μὲν τὰ ἐν νόμῳ, διακρινεῖ δὲ αὐτὸς τὸν ἴδιον οἶκον διὰ τοῦ ἰδίου γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ταύτῃτοι μονονουχὶ [*](1. ἤγουν] -|- μᾶλλον Edd. inv. C. 3. λαῶν C.D. λαοῦ Edd. 4. καὶ prius assumptum ex C. 7. ἀληθῆ C.b. ἀληθινὴν Edd. μεταπλάττεσθαί C μεταχαράττ. Edd. 8. τε om. C. 15. ἀρχιερεὺς C.b. ἱερεὺς Edd. 19. ὁ assumptum ex C. 20. αἰώνιον C. 23. ὁ assumptum ex C. 24. καθυπισχνούμενος C.b. ὑπισχν. Edd. ἐποπτεύσειν C.b. ἐποπτήσειν Edd. 26. ἐμφαίνων pro καὶ Edd. invitis C.b. )
321
καὶ διαμαρτύρεται αὐτόν τε τὸν Ἰνσοῦν καὶ τοὺς πλησίον αὐτοῦ καὶ τοὺς καθημενους πρὸ προσώπου αὐτοῦ, ἴνα Λευίτας νοῶμεν καὶ ἱερέας. λειτουργοῦντι μὲν γὰρ τῷ ἀρχιερεῖ παριστήκει τὸ τάγμα τὸ Λευιτικόν· οἱ ’δε γε πρεσβύτεροι [*](d Num. iii. 6.) καὶ ἱερεῖς, ὡς ἐκείνων ἀμείνους ἔτι καὶ ἱερώτεροι κατὰ τὸν νόμον, καὶ τῇ συνεδρείᾳ τετίμηντο. τερατοσκόπους γεμὴν αὐτοὺς ὀνομάζει, τουτέστιν, ἀεὶ σὴ μεῖα ζητοῦντας ὁρᾶν τῶν τεράτων ἐφιεμένους. φύσει γάρ πὼς ἀεὶ τοιοῦτόν ἐστι τὸ τῶν Ἰουδαίων ἔθνος. καὶ γοῦν, ὅτε ὁ Χριστός “Ποιήσας [*](S. Joan. ii. 15.) “ὡσεὶ φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ “ἱεροῦ λέγων Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον [*](Ib. 16.) “τοῦ Πατρός μου οἶκον ἐμπορίου,” προσῄεσαν λέγοντες “Τί [*](Ib. 18.) σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; “Καὶ τίς εδωκε [*](S. Matth. xxi 23.) “σοι τὴν ἐξουσίαν ταύτην;” εὑρήσομεν δὲ καὶ ἑτέρους [*](e) προσιόντας τε καὶ λέγοντας αὐτῷ “Διδάσκαλε, θέλομεν ἀπὸ [*](Ib. xii. 38.) “σοῦ σημεῖον ἰδεῖν.” οὐκοῦν ἐπειδήπερ, φησὶν, ἄνδρες τερατοσκόποι, μανθανέτωσαν ἅμα σοι τὰ ἐσόμενα, καὶ σημείων ὧν αἰτοῦσιν ἀεὶ τὸν παναλκέστατον ἀποτελεστήν. καὶ τίς δὴ οὗτός ἐστιν; ἰδοὺ ἐγὼ ἄγω τὸν λοῦλόν μου ἀνατολήν. Θεὸς μὲν οὖν κατὰ φύσιν καὶ ἐκ Θεοῦ Πατρὸς πέφηνεν ὁ Μονογενὴς, καὶ ὡς τοῦτο ὑπάρχων, ἐλεύθερος, ἁλλὰ κεκένωκεν Phil. ii. 7. ἑαυτὸν, κατὰ τὰς γραφὰς, καθιεὶς εἰς ὅπερ οὐκ ἦν, καὶ κεχρημάτικε [*](a 678 A.) δοῦλος, διὰ τὸ ἀνθρώπινον, καίτοι κύριος πάντων ὑπάρχων ὡς Θεός. ἁλλ’ ἦν καὶ οὕτως ἀνατολὴ, τουτέστι Δικαιοσύνης ἥλιος. ἄνισχε γὰρ καὶ ἐπέλαμψεν οἷαπερ ἐν σκότῳ διατελοῦσιν ἡμῖν, μόνον δὲ οὐχὶ καὶ ὡς ἐν νυκτὶ καὶ ὕπνῳ κεκαρωμένους ταῖς κοσμικαῖς ἡδοναῖς, καὶ τῆς διανοίας [*](3. λειτουργοῦντι C.b. λειτουργοῦν Edd. 4. παριστήκει C. παρειστήκει b. ἔστηκε iid. 5. καὶ prius assumptum ex B.C.b. 6. συνεδρείᾳ C.b. συνεδρίᾳ Edd. 7. καὶ assumptum ex B.C.b. 9. ὁ om. C.b. habet D. qui ὅτε om. 10. ἐξέβαλεν b. Edd. ἐξέβαλλεν C.D. 11. καὶ μὴ Edd. invitis B.C. 12. προσίεσαν C. 13. ἡμῖν assumptum ex C.b. 15. τε assumptum ex C. 16, περ om. C. inv. D.b. 17. ἁλλὰ pro ἄγα b. σημείων ὧν D.b. Edd. σημεῖον C. 19. δὴ] + οὖν Edd. inv. C.b. ἀνατολήν C.b. ἀνατολὴ ὄνομα αὐτῷ Edd. 24. οὕτως Β. οὗτος C. Edd. 25. ἄνισχε C. ἀνέσχε Edd. 26. σκότῳ C. σκότει Edd. δὲ erasum est in C. VOL. II. Τ t)
322
τὸν ὀφθαλμὸν κατεσκοτισμένους, ἤγειρέ τε πρὸς νῆψιν, καὶ [*](b) λαμπροὺς ἀπέφηνε τῇ παρ’ ἑαυτοῦ χάριτι. τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, αὐτὸ δὴ τοῦτο καταμηνύων [*](Rom. xiii. 12, 13.) “Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἀποθώμεθα οὖν “τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτὸς, “ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” καὶ πάλιν [*](Eph. v. 14.) “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι- “φαύσει σοι ὁ Χριστός.” προανακηρύττει τοιγαροῦν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ λαμπρὰ κατορθώματα. δοῦλον δέ φησιν αὐτὸν, διάτοι τὸ ἐν δούλου καθικέσθαι [*](c) μορφῇ· ἀνατολὴν δὲ, ὅτι φῶς ἐστὶ τὸ ἀληθινὸν, αὐγὴ καὶ ἡμέρα, καὶ λαμπρὸς ἑωσφόρος, εἰς νοῦν ἀνατέλλων, καὶ καταφαιδρύνων καρδίας. ὀνομάζει δὲ πρὸς τούτῳ καὶ λίθον αὐτὸν, καὶ μὴν καὶ δεδόσθαι φησὶ πρὸ προσώπου Ἰησοῦ, ἑπτά τε ἔχειν τοὺς ὀφθαλμοὺς εὖ μάλα διισχυρίζεται. ἔδει γὰρ μάλιστα τὴν κατὰ νόμον ἱερωσύνην, ἧς εἰς τύπον τεθείκαμεν τὸν Ἰησοῦν, οἱονεὶ πρὸ προσώπου καὶ πρὸ ὀφθαλμῶν ἔχειν [*](Es xxviii. 16. S. Matth. xiii. 46.) διὰ παντὸς τὸν λίθον τὸν ἐκλεκτὸν, τὸν ἀκρογωνιαῖον, τὸν ἔντιμον, τὸν εἰς τὰ θεμέλια Σιῶν, τὸν πολυτίμητον μαργαρίτην, τουτέστι Χριστὸν, τὸν πολλοῖς πολλοῖς ἐφορῶντα τὰ [*](d) πάντα. τὸ γὰρ ἑπτὰ τοῦ τελείως ἔχοντος ἀεί πὼς ἐστὶ [*](1 Reg. ii. 5.) σημαντικόν. στεῖρα γοῦν λέγεται τεκεῖν ἑπτά. ὅτι δὲ μυρίοις ὄμμασιν ἐφορᾷ τὰ πάντα, καὶ ἐπισκέπτεται τὰ καθ’ ἡμᾶς ἡ θεία τε καὶ ἀπόρρητος τοῦ Υἱοῦ φύσις, οὐκ ἃν ἐν- [*](Heb. iv. 12, 13.) δοιάσειέ τις· “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ “τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού- “μενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε “μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ [*](5. ἐνδυσώμεθα δὲ C. καὶ ἐνδ. Edd. ἔργα pro ὅπλα Edd. inv. C. 7. ἔγειρα B.C. ἔγειρε Edd. 11. ἀληθινὸν· αὐγὴ C.b. ἀληθινὸν αὐτὸς Edd. 13. τοῦτο C. 15. Haec εὖ μάλα accesserunt ex C.b. desunt in D. 16. εἰς om. b. suprascriptum manu eadem D. τεθείκαμεν b. κατεθείκαμεν (sic) C. [voluitne καὶ τεθείκαμεν ?] ἐθήκαμεν D. Edd. 19. Haec τὸν π. μ. τ. Χριστὸν accesserunt ex C.D. τ. Xp. habet b. 20. τὰ om. C. habet 23. τὰ prius assumptum ex C. 27. σώματος pro πνεύματος B. 2, 13.)
323
“οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ “καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,’’ κατὰ τὸ [*](e) γεγραμμένον.

Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.

Ἔδειξεν ὄντα καὶ φῶς καὶ ἀνατολὴν τὸν Τύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὅτι τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου, [*](S. i. 79.) τουτέστι τοῖς πεπλανημένοις, αὐγῆς ἀναλάμψει δίκην. ἀλλ ἦν ἀναγκαῖον καὶ τὸ τῆς οἰκονομίας προαναφωνῆσαι πέρας, [*](a 679 Α.) τουτέστι, τὸν ὑπὲρ ἡμῶν ἁπάντων θάνατον, ὃν ἑκὼν ἀνέτλη, σταυρῷ παραδοὺς τὸ ἴδιον σῶμα, ἐφ’ ᾧ καὶ τὸ τῶν Ἰουδαίων προσκέκρουκεν ἔθνος, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποβέβληται. ἐπειδὴ γὰρ οὐ συνέντες οἱ δείλαιοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, κυριοκτόνοι γεγόνασι, ταυτῄτοι καὶ μαλὰ εἰκότως ἀπώλισθον τῆς ἐλπίδος, καὶ κακοὶ κακῶς ἀπολώλασι, δειναῖς καὶ ἀφύκτοις ἐναλόντες συμφοραῖς. βόθρῳ δὴ οὖν παρεικάζει τὸν τοῦ Σωτῆρος σταυρόν. πεπτώκασι γὰρ ὥσπερ εἰς βόθρον οἱ τὸ δεσποτικὸν ἐκχέοντες [*](b) αἷμα, καὶ σταυρῷ παραδοῦναι τολμήσαντες τὸν ἀρχηγὸν τῆς [*](Acta SS. App. iii. 15.) ζωῆς. εἰ δὲ αὐτὸς ὁ Πατὴρ τὸν βόθρον ὀρωρυχέναι λέγοιτο, σκανδαλιζέσθω μηδείς· ἐννοείτω δὲ μᾶλλον, ὡς ἐκμεμέστωταί πὼς οἰκονομίας ὁ λόγος. ὅμοιον γὰρ τοῦτό ἐστι τῷ διὰ Χριστοῦ σοφῶς τε καὶ ἀτρεκῶς εἰρημένῳ “Εἰς κρῖμα ἐγὼ [*](S. Joan. ix. 39.) “εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ- “πωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. καίτοι, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐ ταύτης ἕνεκα παραγέγονε τῆς [*](c) αἰτίας, ἵνα τυφλοὶ γένωνταί τινες· ἀλλ’ ἡ τῶν μὴ νοούντων [*](4. ὀρύξω F. Edd. (cf. infra.) 6. ὄντα C. ὄντως Edd. Statim καὶ om. C. 7. σκότῳ C. σκότει Edd. 8. αὐγῆς C. ἀνατολῆς Edd. ἀναλάμψει C. ἀνέλαμψε Edd. 9. προαναφωνῆσαι C.D. προαναφανῆναι Edd. 13—15. Haec τῆς μετὰ καὶ μάλα desunt in Edd. invitis B.C.D. 18. C.b. ἐκχέαντες Edd. 20. δὲ] + καὶ Edd. invitis C.b. 22. οἰκον. ὁ] ὁ τῆς οἶκον. perperam C. τῆς οἰκονομ. voluit Migne. 25. γένονται)

324
φαυλότης μονονουχὶ καὶ διαβέβληκε τῆς ἀρίστης οἰκονομίας τὸν τρόπον. οὐ γὰρ ἤθελον βλέπειν, καίτοι μετὸν αὐτοῖς τοῦ θείου μετασχεῖν φωτός. οὕτω κἀνθάδε νοήσεις. [*](S. Joan. iii. 17.) πέπομφε μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ, “ἵν᾿ ὁ κόσμος σωθῇ “ δι᾿ αὐτοῦ.” διὰ δὲ τὴν τῶν μὴ συνιέντων ἀπόνοιαν, γέγονε βόθρος καὶ πάγη τοῖς σταυρώσασιν ὁ ἀπεσταλμένος· νενόμισται δὲ τάχα που καὶ ὀρύξαι τὸν βόθρον ὁ πεπομφώς. [*](d) ὀρύξω δὴ οὖν τὸν βοἠρον φησὶ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· τὸ ψηλαφήσω φησὶν, ἀντὶ τοῦ ζητήσω καὶ περιεργάσομαι λεπτῶς. ἀπεκτόνασι 10 μὲν γὰρ τοὺς ἁγίους προφήτας, ἐπέθρωσκον δὲ θηριοπρεπῶς καὶ τοῖς κατὰ καιροὺς ἀποστελλομένοις οἰκέταις. οὓς μὲν [*](S. Matth. xxi. 35.) γὰρ ὕβρισαν, οὓς δὲ ἐλιθοβόλησαν, οὓς δὲ ἀπέκτειναν. ἀλλ᾿ ἦν ἀνεξίκακος ἔτι Θεός· οἰκέται γὰρ ἦσαν καὶ ὁμόδουλοι τοῖς ἀπεκτονόσιν οἱ πεπονθότες. ἐπειδὴ δὴ ἀχαλίνοις ὁρμαῖς εἰς τοῦτο διάττοντες, καὶ πολὺ βλέποντες εἰς ἀνοσίοτητα, καὶ [*](e) εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱὸν, καὶ εἰς τὸν ἐπὶ τῷ σταυρῷ κατώλισθον βοθρον, οὐκ ἀφῆκεν αὐτῶν ἀψηλάφητον ἔτι τὴν ἁμαρτίαν. ἐζήτησε γὰρ καὶ ποιναῖς ὑπέθηκε τοὺς ἠσεβηκότας, ἁπάσης τῆς Ἰουδαίων γῆς καθορίζων τὸν ὄλεθρον ἐν ἡμέρᾳ μιᾷ, καθ᾿ ἢν ἔφασαν προσάγοντες αὐτὸν [*](Ib.xxvii. 25.) τῷ Πιλάτῳ “Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν.” εἰ γὰρ μὴ καὶ συνεκβέβηκε παραχρῆμα τὰ ἐκ θείας ὀργῆς· εἰ μὴ ἐξῄτηνται δίκας ὑπερθέσεως δίχα, ἀλλ᾿ [*](680 A. a) οὖν ἡ παρὰ Θεοῦ δικαία ψῆφος γέγονεν ἐπ᾿ αὐτοῖς, ὄλεθρον, ὡς ἔφην, τῆς Ἰουδαίων καταχέουσα γῆς. καὶ γοῦν ἀπε- [*](3. μετασχεῖν accessit ex C. 4. ἵνα b. 5. τὴν assumptum ex B.b. deest in C. 9. τὸ] + δὲ Edd. inv. C.b. 11. ἐπέθρωσκον δὲ θηριοπρεπῶς accesserunt ex C. κατέθρωσκον δὲ D. 12. τοῖς κ. κ. ἀποστελλομένοις οἰκέταις C [ἀποστελλομένους prius scriptum ad ἀποστελλομένοις manu ut videtur recentiori corr.] τῶν κ. κ. ἀποστελλομένων οἰκετῶν D. τοὺς κ. κ. ἀποστελλομένους [ἀπεσταλμένους Edd.] οἰκέτας Β. Εdd. 15. ἐπειδὴ δὲ C.b. ἐπεὶ δὲ Edd. 17. ἐπὶ C.b. ἐν Edd. 19. ἔτι assumptum ex C.b. 20. πόσης C. ἀπ. habet b. καθαρίζων (sic) C. καθορίζων habent D.b. 23. μὴ καὶ hoc ordine C. καὶ μὴ D. Edd. συνεκβέβηκε C. (post ras. duorum triumve litt. manu forte prima) συμβέβηκε D. Edd. ἐκ] + τῆς C. invito D. 24. ἐξῄτηνται C.D. ἐζήτ. Edd. 25. ὄλεθρος Edd. ante Migne.)
325
κομίζετο μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸν σταυρὸν, εἵποντο δὲ καὶ γυναῖκες, θρηνοῦσαί τε καὶ κλαίουσαι· εἶτα τί πρὸς ταύτας ἔφασκεν ἐπιστραφείς; “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε [*](S. Luc. xxiii. 28.) “ἐπ’ ἐμὲ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. παραδέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγὴν, καὶ συμβέβηκεν αὐτοῖς τὰ διὰ φωνῆς Ἡσαΐου “Ἡ γῆ ὑμῶν ἔρημος, αἱ [*](Es. i. 7.) “πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν “ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμ- [*](b) “μένη ὑπὸ λαῶν ἀλλοτρίων.’’

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκης.

Ὅτι μὲν ἐν παντὶ γενήσονται κακῷ ψηλαφωμένης αὐτῶν τῆς ἁμαρτίας, οἱ καθάπερ εἰς βόθρον κατενηνεγμένοι, διά γε τοῦ σταυρῶσαι Χριστὸν, προμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοῖς [*](c) πιστεύουσι καὶ ἠγαπηκόσιν αὐτὸν οὐκ ἀκερδὲς ἔσται τὸ χρῆμα, μᾶλλον δὲ καὶ πρὸς εὐφροσύνης καὶ τέρψεων ἁγιοπρεπῶν, προαγορεύει χρησίμως. μαρτυρήσει δὲ τούτοις καὶ ὁ δίκαιος Συμεών. ὅτε γὰρ τὸ θεῖον τεθέαται βρέφος καὶ εἰς ἀγκάλας ἐδέξατο, προεφήτευσε λέγων “Ἰδοὺ οὗτος κεῖται [*](S. Luc. ii. 34.) “εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ “εἰς σημεῖον ἀντιλεγόμενον.’ πεπτώκασι μὲν γὰρ οἱ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, εἰς [*](d) γῆν δὲ ὥσπερ ἐρριμμένοι καὶ κείμενοι, καὶ ὑπὸ πόδας ὄντες διαβολικούς· ὠρθώθησαν δὲ οἱ ἐξ ἐθνῶν. καὶ αὐτὸς ’δε που Χριστὸς προαναφωνεῖ μὲν τοῖς ἁγίοις μαθηταῖς τὸ ἐπὶ τῷ [*](1. Σωτὴρ C. Χριστὸς Edd. 2. εἶτα τί] Sic edidi. τι exhibet C. deest in Edd. 4. ἐπ᾿ ἐμοὶ — ἑαυταῖς—τοῖς τέκνοις Edd. correxi ex C. 10. συγκαλέσετε C. [συνκαλέσετε C. ℵ] (XII. sed corr.) Edd. 11. ἀμπέλου] + αὐτοῦ F. (22. al.) 12. συκῆς] + αὐτοῦ Edd. (42. al.) deest in C. cf. infra. 15. τοῦ C. τὸ Edd. 17. ἁγιοπρεπῶν C.b. ἐπιτερπῶν Edd. 21. ἐν τῷ Ἰσραὴλ assumpta ex C. 22. μὲν assumptum ex C 23. Haec εἰς γῆν δὲ accesserunt ex C. 25. δὲ prius ora. C. 26. προαναφωνεῖ C. προανεφώνει Edd. )

326
σταυρῷ πάθος· ἐπειδὴ δὲ γεγονότας ἐν κατηφείᾳ τεθέαται, [*](S. Joan. xvi 21, 22.) παρεκάλει λέγων “Ἡ γυνὴ λύπην ἔχει, ὅταν τίκτῃ τὸ παιδίον, “ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ τέκῃ τὸ παιδίον χαρᾷ χαίρει, “ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς μὲν λύ- “πην ἔχετε, ὕστερον δὲ ὄψεσθέ με καὶ χαρήσεται ὑμῶν ἡ [*](e) “καρδία.” οὕτω καὶ ἐγηγερμένος ἐκ νεκρῶν ταῖς ἐν τῷ [*](S. Matth. xxviii. 9.) κλαιούσαις γυναιξὶ προσεφώνει τό Χαίρετε. πρέποι δ᾿ ἃν καὶ ἕκαστον τῶν ἀγαπώντων αὐτὸν ἐπί τε τῷ σταυρῷ [*](Ps. xxix. 12.) καὶ τῇ ἀναστάσει λέγειν “Ἔστρεψας τὸν κοπετόν μου εἰς “ χαρὰν ἐμοὶ, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με “ εὐφροσύνην. πῶς γὰρ οὐκ οἴχεται μὲν ἐκ ποδῶν τὸ πεν- [*](Es. xxv. 8) θεῖν, ἀφῄρηται δὲ “πᾶν δάκρυον ἀπὸ παντὸς κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐγηγερμένου Χριστοῦ, καὶ [*](681 Α. a) τὸ τοῦ θανάτου καταλύσαντος κράτος; ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκί. οὐκοῦν τῇ ἡμέρᾳ ἐκείκῃ, φησὶ, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἃν ἀναβιῴη ἐκ νεκρῶν καταβοθρευθέντων τῶν ἐσταυρωκότων, συγκαλέσετε ἔκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. καὶ εἰ μὲν βούλοιτό τις ἁπλοῦν, καὶ πρόχειρον τὸν τοιοῦτον ἐκδέχεσθαι νοῦν, τέρψεων εἶναι τῶν πνευματικῶν [*](b) σύμβολα διαβεβαιώσεται τὰ ὠνομασμένα. οὐκ ἀπίθανον δὲ εἶναί φημι πρὸς τούτῳ κἀκεῖνο εἰπεῖν, ὅτι συκῆν καὶ ἄμπελον ἔοικεν ἀποκαλεῖν τὴν Ἐκκλησίαν, ἧς καὶ ὁ θεσπέσιος μελῳδὸς διαμέμνηται, λέγων αἰνιγματωδῶς πρὸς τὸν ἄνωθεν καὶ [*](Ps. cxxvii. 3.) ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν “Ἡ γυνή σου ὡς “ἄμπελος εὐθηνοῦσα, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.’’ ἔφη [*](1. κατηφείᾳ C. κατηφείαις Edd. 2. λύπην ὦι ὅταν τίκτῃ τὸ παιδίον C. ὅταν τίκτῃ λύπην ὦι Edd. 3. τὸ παιδίον assumptum ex C. 4. ὑμεῖς] + νῦν Edd. invito C. 7. τό om. C. 8. τε B.C. γε Edd. 12. παντὸς assumptum ex C. 14. τὸ deest in Edd. ante Migne. ἦν C. ἐστι Edd. 15. καὶ C. 16. ἐκεῖνο] Sic retinui ex Edd. ἐκείνω (sic) D.b. ἐκεῖνο sic accentuatum C. una litt. erasa. ἂν assumptum ex C. ἀναβιώσει b. 17. καταβοθρευθέντων C.b. καταβοθρωθέντων D. πεπτωκότων Edd. συγκαλέσετε] Sic edidi. συγκαλέσεται [αι = C.b. συγκαλέσατε σύμβολον 20. ἐκδέχεσθαι C. εἰσδ. b. Edd. 21. σύμβολα C.b. σύμβολον Edd. 22. τοῦτο C. 26. εὐθυνοῦσα Edd. ante Migne. τοῖς] ταῖς C m. pr. [τοῖς Alex.] )
327
δέ που καὶ αὐτός “Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμὴν, [*](Cant. ii. 13.) “ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς.’’ ὡς γὰρ ἤδη τῶν ἐκκλησιῶν ἀρξαμένων ἐν κόσμῳ διὰ τῆς εἰς αὐτὸν εὐωδιάζειν πίστεως, τὰς ἀμπέλους ἔφη κυπρίζειν, καὶ μὴν καὶ ἐκφαίνεσθαι [*](c) τοὺς ὀλύνθους· νοηθεῖεν δ’ ἃν καὶ οὗτοι τῶν ἄρτι πεπιστευκότων ἡ οὔπω μὲν πέπειρος καὶ γλυκεῖα πληθὺς, ἐσομένη δὲ κατὰ βραχὺ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν ἰοῦσα πρὸς τοῦτο. ἁδρυνθέντες γὰρ, καὶ “εἰς ἄνδρα τέλειον [*](Eph. iv. 13.) “ἀναβεβηκότες τοῦ πληρώματος τοῦ Χριστοῦ, γλυκεῖς οἱάπερ ἐσόμεθα καρποὶ τῷ Θεῷ, καθάπερ μητρί τινι τῆ Ἐκκλησίᾳ προσπεφυκότες. οὐκοῦν διά τε συκῆς καὶ ἀμπέλου νοουμένων τῶν ἐκκλησιῶν, ὑπ’ αὐταῖς ἐσόμεθα, καὶ ἐν αὐταῖς ταῖς καταλύσομεν, προτροπάδην ἀλλήλοις ἐκεῖνο λέγοντες τὸ προφητικόν “Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ [*](Es. ii. 3.) “εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν “ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.’’ εἰ δὲ δὴ γένοιτο καὶ τοῦδε τυχεῖν, ἐπαίνου παντὸς ἀξιώσομεν τοὺς εἰς τοῦτο κεκληκότας, πάλιν ἐκεῖνο λέγοντες “Εὐφράνθην ἐπὶ τοῖς [*](Ps. cxxi. 1.) “εἰρηκόσι μοι Εἰς οἶκον κυρίου πορευσόμεθα. τέρψεως γὰρ ἥμιν τῆς ἀνωτάτω τὸ χρῆμα καρπὸς νοοῖτ’ ἃν εἰκότως. [*](e) τοιγάρτοι πάλιν ἐροῦμεν κατὰ τὸν ἅγιον ψαλμῳδόν “Μίαν [*](Ps. xxvi. 4.) “ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν “με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ “θεωρεῖν με τὴν τερπνότητα κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν “ναὸν τὸν ἅγιον αὐτοῦ. ΤΟΜΟΣ α΄.

[*](1. αὐτός] + ὁ τῶν ὅλων Θεός Edd. invitis C.D.b. deest hodie αὐτός in C. rasura sex fere litt. 3. ἐν κόσμῳ om. b. 4. ἐκφαίνεσθαι D. Edd. εὐφραίνεσθαι manu prima C. 5. δ’ deest in Edd. inv. B.C.b. 13. ἀλλήλοις b. Edd, ἀλλήλους C. 14. τοῦ assumptum ex C. (Alex.) deest in b. 15. ἀναγγελοῦσι D.b. cf. in Es. 680 d. ἀναγγελεῖ C. erasa ut vid.) Edd. 16. δικαιοσύνην pro ὁδὸν b. 17. καὶ τοῦδε C. τούτου Edd. ἀξιώσωμεν C. 18. ηὐφράνθην C. 21. ἄγιον assumptum ex C. 22. ἐκζητήσω C. ζητήσω Edd. 24. τὸν ναὸν deest in Edd. ναὸν pro ἄγον inter erratorum emendationes dat Pont. 26. Sic C.)