In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Κἀντεῦθεν ἂν μάθοις, ὡς ἔσται τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος ἡ παρουσία. τέρπεσθαι γὰρ καὶ εὐφραίνεσθαι προστέταχεν ἀναγκαίως τὴν [*](d) [*](2. τοῦ assumptum ex C. 4. ὑπ’ αὐτὸν C. ὑπ’ αὐτῷ Edd. πονηρός B.C. πονηρίας Edd. 5. Καὶ assumptum ex C. 7. κατακρατεῖν C. κρατεῖν Edd. 10. εἴδωμεν C. 14. τοὺς συντετριμμένους C. habet τὸ συντ. b. Statim καὶ assumptum ex C. 15. κατεῤῥιμμένον C. κατεῤῥαγμ. Edd. ἀποφάνῃ C. Haec τὸ ἠσθενηκὸς ἵνα σώσῃ accesserunt ex C. 21. ἐξαπέσταλκεν habet C.)
Εὐλαβείσθω πᾶσα θάμ’ ἀπὸ προσώπου Κυρίου, Μου ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.
Ἐπιφώνημα μὲν τοῦτο καλὸν καὶ ἐπωφελὲς, καὶ πρόσκλησις ἀγαθὴ, τοῖς ἐθέλουσιν εὐδοκιμεῖν, εἰ παρ’ αὐτοῦ γέγονε τοῦ Χριστοῦ, ἢ ὡς ἐκ προσώπου τοῦ Προφητοῦ. πλὴν ἐκεῖνο περιαθρητέον. ὡς γὰρ πάντη τε καὶ πάντως [*](e) [*](2. θαυμάσωμεν C. ὀψόμεθα Β. ὀψώμεθα Edd. 4. Haec δή τότε assumpta ex B.C. 5. Χριστοῦ C. Κυρίου Edd. 6. γὰρ prius] + ὁ Edd. invito C. 7. ἡ ἐν τῷ B.C. ἐν Edd. 8. ἐν prius] ἐκ Pont. κοὶ Aub. 14. ὁ alt. om. b. φίλην C.b. φιλητήν Edd. 19. οὕτω] + καὶ Edd. (Vat.) invito C. 21. κυρίου C. αὐτοῦ F. Edd. (87, 130, 310, 311.) 24. εἰ] Sic edidi ex C. (ἠ = εἰ C.) εἴτε Edd. 25. χριστοῦ C. Θεοῦ Edd. ἢ ὡς C. εἴτε μὴν Edd. προφήτου C. προφητικοῦ Edd.)
Ἐγηγέρθαι δὲ αὐτὸν ἐκ νεφελῶν ἁγίων αὐτοῦ νομιοῦμεν πάλιν, ὡς ἐξ ἠρεμίας τῆς πάλαι καὶ σιωπῆς ἀφιγμένον εἰς κίνησιν τῆς ἐν ἡμῖν φροντίδος, γεγονότα γενὴν ἐκ σπέρματος [*](b) ἁγίων Ἀβραὰμ, Ἰεσσαὶ, καὶ Δαυεὶδ, καὶ τῶν σὺν ἐκείνοις γενεαλόγου μένων, οὓς καὶ νεφέλας ἀποκαλεῖ, διά τοι τὸ ὑψοῦ φέρεσθαι τῶν ἁγίων τὸν νοῦν, καὶ παραιτεῖσθαι μὲν τὰ ἐπὶ τῆς γῆς καὶ φρόνημα τὸ κατερριμμένον, ζητεῖν δὲ μᾶλλον τὰ ἄνω καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ μὴν καὶ τὸ ἐν τάξει νεφῶν, τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους. ὅτι δὲ τὴν ἀνάστασιν τὴν ἐν γε τούτῳ φημὶ, τὴν εἰς φροντίδα κίνησιν τῆς ἀῤῥήτου φύσεως οὐκ ἀπίθανον ἐννοεῖν, πληροφορήσει πάλιν αὐτὸς [*](10. τῇ assumptum ex C.b. 12. του] τοῦ C. Aub. τοῦ του (sic) b. Neutrum habet D. 13—16. Haec ἐπιστρέψῃ — τό ex C.D. ἐπιστρέψει C. ζωοποιήσει C. 14. φωτίσει C.D. τὸ ἐσκοτισμένον pro τὸ ἐν σκότῳ D. ἀποφήνει (sic) C. 17. αὐτὰν assumptum ex C.b. 20. Ἀβραὰμ] + ’Ισαὰκ Edd. invitis C.D.b. ἐκ pro καὶ alt. Edd. invitis C.D.b. 23. ζητεῖ Edd. ante Migne. 24. τὰ assumptum ex C. 25. κατάρδειν D.b. Edd. καταρδεύειν C. 24. Haec τὴν ἔν γε — ἀπίθανον assumpta ex B.C. ἀῤῥήτου C. ἀῤῥώστου B.D. 27. ἐννοεῖ Edd.)
Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸv μέγαν ἑστῶτα πρὀ [*](Κεφ. γ΄.) προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν [*](d) αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
Ὅρασις μὲν τὸ διήγημα, πλὴν ἔχει λόγον ἱστορικὸν, αἰνιγματωδῶς εἰσβάλλοντα, καὶ ὡς ἐν εἰκόνι πάλιν τῷ Ἰησοῦ προδιαγραφόμενον. ἰστέον δὲ, ὅτι τῶν ἐν ταῖς [*](e) ὁράσεσιν εἰς πέρας ἐκβεβηκότων, τοὺς περὶ αὐτῶν ὁ Προφήτης ποιεῖται λόγους, εἰκαιομυθεῖ δὲ οὐδαμῶς, οὐδὲ μὴν κατόπιν τῶν ἀποτελεσμάτων ἔρχεται καὶ περιττῶν ἡμῖν διηγημάτων ἐπισωρεύει ὄχλον· ἀλλ’, ὡς ἔφην ἐν ἀρχαῖς, ἃ πρὸ τῶν πραγμάτων τεθέαται, ταῦτα καὶ ἀπαγγέλλειν ποιεῖται περὶ πολλοῦ, σοφόν τε καὶ ἀσφαλῆ καθιστὰς τὸν Ἰσραὴλ, ἵνα μὴ τοῖς ἴσοις πταίσμασι περιπεσὼν, ἁλοίη καὶ δεύτερον, εἰδὼς, ὅτι σέσωσται μετὰ πόνου, καὶ μονονουχὶ φροντὶς γέγονε καὶ τοῖς ἐν οὐρανῷ ἀγγέλοις ἡ ἐπ’ αὐτοῖς [*](a 673 Α.) [*](1. ἀπὸ C.D. ἕνεκεν Edd. 2. ἀπὸ et λέγει Κύριος assumpta ex C. ἀπὸ om. D. 5. πάντων C.D. τῶν κακῶν ἁπάντων Edd. 9. ἱστήκει C. (Alex. ℵ) εἰστήκει Edd. 10. Post εἶπε aliquid erasum habet C. Nihil addit D. (240.) 11. Κύριος alt. reposui ex C. 16. προδιαγραφόμενον Β. γραφ. C. προσδιαγρ. Edd. 18. εἰκαιομυθεῖ C. εἰκαιομυθὴς Edd. 19. ἀποτελεσμάτων C. ἐπιτηδευμάτων Edd. 20. σωρεύει Edd. inv. B.C. Statim τὸν add. C. ἃ assumptum ex C. 25. καὶ τοῖς ἐν οὐρανῷ] οὐρανῷ καὶ C. αὐτοῖς C. αὐτῷ Edd.)
Ἄθρει γὰρ, ὅπως θεομάχον ἔδειξεν εὐθὺς, καὶ ταῖς ἄνωθεν ψήφοις ἀνοσίως ἀντιταττόμενον. Θεοῦ γὰρ οἰκτείροντος καὶ ἀπαλλάττοντος ἤδη πλημμελείας τὸν Ἰσραὴλ, εἰσδεξαμένου τε καὶ ἀπόλεκτον ἤδη πὼς ποιουμένου τὴν ‘lερουσαλὴμ, κατηγορῶν οὐ παύεται, καὶ κατακρίνειν ἀποτολμᾷ τοὺς ἠλεημένους. [*](a 674 A.) οὐκοῦν ἀκόρεστον εἰς ὀργὰς διελέγχει δὴ λέγων Οὐκ ὶδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; ὅμοιον ὡς εἰ λέγοι τυχόν Πεπλημμέληκεν ὁμολογουμένως ὁ Ἰσραὴλ, καὶ ταῖς σαῖς φιλοψογίαις ἐνεσχημένος ὁρᾶται. πλὴν ἐκτέτικε δίκας οὐ μετρίας, ἀνέτλη τὰς συμφορὰς, καὶ ἐξεσπάσθη μόλις, ὡς ἐκ πυρὸς δᾳδίον ἡμίφλεκτον· οὔπω γὰρ τὰ ἐκ τῆς αἰχμαλωσίας ἀπεκονίσατο βλάβη· ἄρτι καὶ μόλις τῆς ἀνηκέστου [*](b) ταλαιπωρίας διέδρα τὴν φλόγα. παῦσαι δὴ οὖν ἐγκαλῶν τοῖς ἠλεημένοις “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ [*](Rom. viii. 33, 34.) κατακρινων;
Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ἱστήκει πρό προσῶπου τοῦ ἀγγέλου. καὶ ἀπεκρίοη καὶ εἶπε πρὸς τοὺς [*](3.τοι B.C.D.b. τι Edd. ἐπηρᾶτο C.D. Migne. ἐπειρατω b. ἐπειρᾶτο Edd. 4. οὕτω assumptum ex C.D.b. δὲ φησὶ pro λέγων D. 10. ἀντιταττόμενον C. ἀντιπράττοντα Edd. 12. πὼς assumptum ex C. 14. δὴ om. C. 15. ὅμοιον] + γὰρ Edd. inv. C.b. 17. ἐνεσχημένος b. ἐνησχημένος ἐπισχημ. Edd. ἐπεσχ. Migne. 18. μετρίας C.b. μετρίως Edd. 19. δᾳδίον ἡμίφλεκτον C.b. δόλος ἡμίφλεκτος Edd. οὔπω γὰρ τὰ ἐκ τ. ἀ. ἀπεκονίσατο Β. οὐτῶ τὰ ἐκ τ. ἁ. ἀπεκρούσατο C. οὕτω γὰρ τὰ ἐκ τ. ἀ. ἀπεικονίσατο Edd. Haec desunt in b. ἀπεκοτίσατο pro ἀπεκ. D. Pro verbis reliquis non contuli D. 24. ἱστήκει C. (Alex. ℵ) 25. ἀγγέλου] + τοῦ Κυρίου Edd. invito C. [Κυρίου XII. 23, 130, 239, 311.])
Παραδεχθέντος ἅπαξ εἰς τὸ παντὸς τοῦ λαοῦ πρόσωπον τοῦ λαχόντος ἱερουργεῖν, ἀπόχρη λοιπὸν, καθάπερ ἐγῷμαι, τοσοῦτον εἰπεῖν, ὅτι τὰ ῥυπαρα ἱμάτια σύμβολον ἃν εἶεν οὐκ ἀσυμφανὲς τῆς ἀκαθαρσίας τοῦ λαοῦ. κατημφιεσμένοι γὰρ ὥσπερ ταῖς σφῶν αὐτῶν ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχον- [*](d) τες τῆς ἀσεβείας τὸν μῶμον, διετέλουν ἐν αἰχμαλωσία, ποιναῖς ὑπενηνεγμένοι, καὶ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων ἀποτινύντες δίκας. ἐπειδὴ δὲ κατηλέει Θεὸς, ἀπαλλάττεσθαι τῆς ἁμαρτίας προστέταχεν, ἐλευθεροῦσθαι τῶν ῥυπαρῶν, καὶ μεταμφιέννυσθαι τρόπον τινὰ τὴν δικαιοῦσαν χάριν. κατανεύει δὲ αὐτοῖς τοῦ πόνου τὸ πέρας καὶ τῶν συμβεβηκότων τὴν λύσιν. ὅπου γὰρ ἁμαρτίας ἄφεσις, ἕψεταί που πάντως καὶ τὸ ἀπαλλάττεσθαι δεῖν τῶν δι’ αὐτὴν ἐπενηνεγμένων. οὐκοῦν ἐν σχήματι Θεοῦ τοῖς ἑστηκόσι [*](e) καὶ λειτουργοῦσιν αὐτῷ προστέταχεν ὁ μακάριος ἄγγελος ἀφαιρεῖν ἀπ᾿ αὐτῶν τὴν ῥυπῶσαν ἐσθῆτα, καὶ δὴ καί φησιν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. εἶτα δεῖν ἔφη ποδήρη τε αὐτῷ καὶ κίδαριν ἐπὶ τὴν κεφαλὴν δοθῆναι κεκαθαρμένην, διὰ τούτου νοῶμεν ὡς ἀεί πὼς συντρέχει ταῖς τῶν λαῶν καταστάσεσι καὶ τῆς ἱερωσύνης ἡ δόξα. καύχημα μὲν γὰρ [*](2. ἀπ’ αὐτοῦ τὰ ῥυπαρὰ inv. ord. C. 4. Haec καὶ περιέβαλον — κεφαλὴν αὐτοῦ accesserunt ex C. 9. ἱμάτια accesserunt ex. C.b. deest in D. 10. κατημφιεσμένοι — ταῖς σφ. αὐτ. ἁμαρτίαις D. Edd. κατημφιεμένος— τὰς σφῶν αὐτ. ἁμαρτίας C. 14. ἀποτινύντες C. ἀποτινν. Edd. 15. ἐλευθεροῦσθαι] + τε b. inv. C.D. 19. πάντως assumptum ex C.b. 22. ἀφαιρεῖν C. ἀφελεῖν Edd. αὐτῶν pr. manu C. αὐτοῦ Edd. 23. ἔφησε D. ποδηρην C. 24. κεκαρθορμένην C.D.b. καθαρὰν Edd. 25. νοῶμεν ὡς C.b. νενομισμένως D. Edd. συντρέχει C.b. συντρέχῃ Edd. 26. ἡ assumptum ex C.D.b. ante τῆς tr. B.)